- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:4.6.28-4.6.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-26
本段记述了阿尔克西拉奥斯的出身、师承(奥托吕科斯、泰奥弗拉斯托斯及克兰托尔)、诗作与交游,以及他接掌阿卡德米学园后的哲学与修辞风格和机敏言论。
Ἀρκεσίλαος Σεύθου 〈[ἢ Σκύθου], ὡς Ἀπολλόδωρος ἐν τρίτῳ Χρονικῶν〉, Πιτάνης τῆς Αἰολίδος. οὗτός ἐστιν ὁ τῆς μέσης Ἀκαδημείας κατάρξας, πρῶτος ἐπισχὼν τὰς ἀποφάσεις διὰ τὰς ἐναντιότητας τῶν λόγων. πρῶτος δὲ καὶ εἰς ἑκάτερον ἐπεχείρησε, καὶ πρῶτος τὸν λόγον ἐκίνησε τὸν ὑπὸ Πλάτωνος παραδεδομένον καὶ ἐποίησε διʼ ἐρωτήσεως καὶ ἀποκρίσεως ἐριστικώτερον. παρέβαλε δὲ Κράντορι τοῦτον τὸν τρόπον. τέταρτος ἀδελφὸς ἦν ὧν εἶχε δύο μὲν ὁμοπατρίους, δύο δὲ ὁμομητρίους1· καὶ τῶν μὲν ὁμομητρίων πρεσβύτερον Πυλάδην, τῶν δὲ ὁμοπατρίων Μοιρέαν, ὃς ἦν αὐτῷ ἐπίτροπος.
阿尔克西拉奥斯是修忒斯〈或如阿波罗多洛斯在《编年史》第三卷所言,是斯库忒斯〉之子,来自埃奥利斯的皮塔内。正是他开创了中期阿卡德米学派,是首位因各种论证的相互对立而实行悬置判断的人。他也是第一个对相互对立的双方立场都进行反驳的人,并且他是第一个改变了由柏拉图传承下来的论述方式、通过一问一答使其更具论辩性的人。他投身于克兰托尔门下,情形如下:他有四个兄弟,其中两个与他同父,两个与他同母;在同母兄弟中皮拉德斯较年长,在同父兄弟中莫伊瑞阿斯较年长,这位莫伊瑞阿斯是他的监护人。
ἤκουσε δὲ κατʼ ἀρχὰς μὲν Αὐτολύκου τοῦ μαθηματικοῦ πολίτου τυγχάνοντος, πρὶν ἀπαίρειν εἰς Ἀθήνας, μεθʼ οὗ καὶ εἰς Σάρδεις ἀπεδήμησεν· ἔπειτα Ξάνθου τοῦ Ἀθηναίου μουσικοῦ· μεθʼ ὃν Θεοφράστου διήκουσεν. ἔπειτα μετῆλθεν εἰς Ἀκαδημείαν πρὸς Κράντορα· Μοιρέας μὲν γὰρ ὁ προειρημένος ἀδελφὸς ἦγεν αὐτὸν ἐπὶ ῥητορικήν· ὁ δὲ φιλοσοφίας ἤρα, καὶ αὐτοῦ Κράντωρ ἐρωτικῶς διατεθεὶς ἐπύθετο τὰ ἐξ Ἀνδρομέδας Εὐριπίδου προενεγκάμενος· "ὦ παρθένʼ, εἰ σώσαιμί σʼ, εἴσει μοι χάριν;" καὶ ὃς τὰ ἐχόμενα· "ἄγου μʼ, ὦ ξένʼ, εἴτε δμωΐδʼ ἐθέλεις εἴτʼ ἄλοχον."
最初,在前往雅典之前,他曾师从同乡的数学家奥托吕科斯,并曾与他一同前往萨耳狄斯游学;随后他师从雅典的音乐家克桑托斯;在此之后,他听从泰奥弗拉斯托斯受业。接着他转入阿卡德米学派,投奔克兰托尔。因为前述的兄长莫伊瑞阿斯原本想引导他去研习修辞学;但他却热爱哲学,而克兰托尔也对他怀有爱慕之情,便引用欧里庇得斯《安德洛墨达》中的诗句向他询问: “少女啊,若我救了你,你可会对我心存感激?” 而阿尔克西拉奥斯则以紧接其后的诗句回答: “带我走吧,异乡人,不论你想让我作婢女还是作妻子。”
ἐκ τούτου συνήστην ἀλλήλοιν· ἵνα καὶ τὸν Θεόφραστον κνιζόμενόν φασιν εἰπεῖν ὡς εὐφυὴς καὶ εὐεπιχείρητος ἀπεληλυθὼς τῆς διατριβῆς εἴη νεανίσκος2. καὶ γὰρ ἐν τοῖς λόγοις ἐμβριθέστατος καὶ φιλογράμματος ἱκανῶς γενόμενος ἥπτετο καὶ ποιητικῆς. καὶ αὐτοῦ φέρεται ἐπίγραμμα εἰς Ἄτταλον ἔχον οὕτω· "Πέργαμος οὐχ ὅπλοις κλεινὴ μόνον, ἀλλὰ καὶ ἵπποις πολλάκις αὐδᾶται Πῖσαν ἀνὰ ζαθέην. εἰ δὲ τὸν ἐκ Διόθεν θεμιτὸν θνατῷ νόον εἰπεῖν, ἔσσεται εἰσαῦτις πολλὸν ἀοιδοτέρη." ἀλλὰ καὶ εἰς Μηνόδωρον τὸν Εὐγάμου ἑνὸς τῶν συσχολαστῶν ἐρώμενον·
从此二人便生活在一起;以致人们说泰奥弗拉斯托斯也深感懊恼,说道:一位天赋异禀、思维敏捷的年轻小伙子竟离开了他的学园!事实上,他在言谈论辩中极为严谨厚重,又十分爱好文辞,因而也涉足了诗歌创作。流传有他写给阿塔洛斯的一首题铭诗,内容如下: “帕加马不仅因武备而闻名,亦常因骏马 而在神圣的皮萨被齐声颂扬。 倘若凡人得宣示出自宙斯的意旨, 此地今后必将更加被诗歌所传唱。” 此外,还有写给他同门学友欧伽莫斯的爱人墨诺多罗斯的一首诗:
"τηλοῦ μὲν Φρυγίη, τηλοῦ δʼ ἱερὴ Θυάτειρα· ὦ Μηνόδωρε, σὴ πατρίς, Καδανάδη. ἀλλὰ γὰρ εἰς Ἀχέροντα τὸν οὐ φατὸν ἶσα κέλευθα, ὡς αἶνος ἀνδρῶν, πάντοθεν μετρεύμενα. σῆμα δέ τοι τόδʼ ἔρεξεν ἀριφραδὲς Εὔγαμος, ᾧ σὺ πολλῶν πενεστέων ἦσθα προσφιλέστατος." Ἀπεδέχετο δὲ πάντων μᾶλλον Ὅμηρον, οὗ καὶ εἰς ὕπνον ἰὼν πάντως τι ἀνεγίνωσκεν, ἀλλὰ καὶ ὄρθρου λέγων ἐπὶ τὸν ἐρώμενον ἀπιέναι ὁπότε βούλοιτο ἀναγνῶναι. τόν τε Πίνδαρον ἔφασκε δεινὸν εἶναι φωνῆς ἐμπλῆσαι καὶ ὀνομάτων καὶ ῥημάτων εὐπορίαν παρασχεῖν. Ἴωνα δὲ καὶ ἐχαρακτήριζε νέος ὤν.
“弗里吉亚遥遥,神圣的梯雅泰拉亦遥遥, 墨诺多罗斯啊,还有你的故土卡达纳达。 然而通往那难言之阿克隆冥河的道路, 正如世人谚语所说,从四面八方量来都是等长的。 欧伽莫斯为你立下了这显赫的墓碑,对他而言, 在众多贫贱的侍童中,你曾是他最亲爱之人。” 他推崇荷马超过所有人,每当就寝前总要读上一些,甚至清晨想要阅读时,他也会说自己要去“会见爱人”。他称赞品达长于使声音丰沛并提供丰富的名词与动词。年轻时,他也曾模仿基俄斯的伊翁的文风。
Διήκουσε δὲ καὶ Ἱππονίκου τοῦ γεωμέτρου· ὃν καὶ ἔσκωψε τὰ μὲν ἄλλα νωθρὸν ὄντα καὶ χασμώδη, ἐν δὲ τῇ τέχνῃ τεθεωρημένον, εἰπὼν τὴν γεωμετρίαν αὐτοῦ χάσκοντος εἰς τὸ στόμα ἐμπτῆναι. τοῦτον καὶ παρακόψαντα ἀναλαβὼν οἴκοι ἐς τοσοῦτον ἐθεράπευσεν, ἐς ὅσον ἀποκαταστῆσαι. Κράτητος δὲ ἐκλιπόντος κατέσχε τὴν σχολήν, ἐκχωρήσαντος αὐτῷ Σωκρατίδου τινός. διὰ δὲ τὸ περὶ πάντων ἐπέχειν οὐδὲ βιβλίον, φασί τινες, συνέγραψεν· οἱ δέ, ὅτι ἐφωράθη 〈Κράντοροσ〉 τινὰ διορθῶν, ἅ φασιν οἱ μὲν ἐκδοῦναι, οἱ δὲ κατακαῦσαι. ἐῴκει δὴ θαυμάζειν καὶ τὸν Πλάτωνα καὶ τὰ βιβλία ἐκέκτητο αὐτοῦ.
他还曾受业于几何学家希波尼科斯;对于此人,他曾嘲讽其在其他方面迟钝且呵欠连天,但在本门技艺上却造诣深湛,戏称几何学趁着此人打哈欠时飞进了他的嘴里。当此人神智失常时,阿尔克西拉奥斯将其接到家中照料,悉心调护直至痊愈。当克拉忒斯去世后,在一位名叫索克拉提德斯的人让出位置之后,他接掌了学园。有人说,由于对一切事物都悬置判断,他甚至未曾著书立说;另有人说,他曾被发现校订克兰托尔的某些遗作,有人说他将其出版了,也有人说他将其付之一炬。他显然十分景仰柏拉图,并且藏有其著作。
ἀλλὰ καὶ τὸν Πύρρωνα κατά τινας ἐζηλώκει καὶ τῆς διαλεκτικῆς εἴχετο καὶ τῶν Ερετρικῶν ἥπτετο λόγων, ὅθεν καὶ ἐλέγετο ἐπʼ αὐτοῦ ὑπʼ Ἀρίστωνος· "πρόσθε Πλάτων, ὄπιθεν Πύρρων, μέσσος Διόδωρος3." καὶ ὁ Τίμων ἐπʼ αὐτοῦ φησιν οὕτως· "τῇ γὰρ ἔχων Μενεδήμου ὑπὸ στέρνοισι μόλιβδον θεύσεται ἢ Πύρρωνα τὸ πᾶν κρέας ἢ Διόδωρον." καὶ διαλιπὼν αὐτὸν ποιεῖ λέγοντα· "νήξομαι εἰς Πύρρωνα καὶ εἰς σκολιὸν Διόδωρον." Ἦν δὲ καὶ ἀξιωματικώτατος καὶ συνηγμένος καὶ ἐν τῇ λαλιᾷ διαστατικὸς τῶν ὀνομάτων, ἐπικόπτης θʼ ἱκανῶς καὶ παρρησιαστής·
但据某些人说,他也效仿皮浪,执着于辩证法,并且涉足埃雷特里亚派的论点;因此阿里斯同曾针对他说道: “前部是柏拉图,后部是皮浪,中间是狄奥多罗斯。” 泰蒙谈及他时也这样说道: “因在胸中藏着梅内德莫斯的沉铅, 他将携着整个肉躯奔向皮浪,或奔向狄奥多罗斯。” 稍歇片刻后,泰蒙又让他自言自语道: “我将游向皮浪,游向那弯弯绕绕的狄奥多罗斯。” 他亦极有威仪,性格内敛,说话时字句分明,善于辛辣讽刺且直言不讳;
διὸ καὶ πάλιν ὁ Τίμων οὑτωσὶ περὶ αὐτοῦ· "καὶ * νόον αἱμυλίοις ἐπιπλήξεσιν ἐγκαταμιγνύς." ὅθεν καὶ πρὸς τὸν θρασύτερον διαλεγόμενον νεανίσκον, οὐ λήψεταί τις, ἔφη, τοῦτον ἀστραγάλῳ; πρὸς δὲ τὸν αἰτίαν ἔχοντα περαίνεσθαι, ὡς ἀνήνεγκεν αὐτῷ ὅτι οὐ δοκεῖ ἕτερον ἕτερου μεῖζον εἶναι, ἠρώτησεν εἰ οὐδὲ τὸ δεκαδάκτυλον τοῦ ἑξαδακτύλου. Ἥμονος δέ τινος Χίου ἀειδοῦς ὄντος καὶ ὑπολαμβάνοντος εἶναι καλοῦ καὶ ἐν χλανίσιν ἀεὶ ἀναστρεφομένου εἰπόντος ὅτι οὐ δοκεῖ αὐτῷ 〈ὁ〉 σοφὸς ἐρασθήσεσθαι, ἔφη, πότερον οὐδʼ ἐὰν οὕτω καλὸς ᾖ τις ὥσπερ σὺ οὐδʼ ἐὰν οὕτω καλὰ ἱμάτια ἔχῃ; ἐπεὶ δὲ καὶ παρακίναιδος ὢν ὡς εἰς βαρὺν τὸν Ἀρκεσίλαον ἔφη·
因此泰蒙又就他写道: “且将心思杂糅于温存的责备之中。” 由此,面对一个辩论时过于鲁莽轻狂的年轻人,他说道: “难道就没有人拿羊拐骨来收拾这小子吗?” 面对一个背负着被动受辱恶名的人向他提出“一物并不显得比另一物更大”的论调时,他质问对方:难道十指之物也不比六指之物更大吗?一位来自基俄斯名叫海蒙的人相貌丑陋却自命不凡,整日穿着华丽的细袍招摇过市,当他说在他看来智者是不会坠入爱河的时,阿尔克西拉奥斯反问道:“哪怕有人像你这样英俊,哪怕有人穿着像你这样精美的华服,也不会吗?”而当这个人身为被动鸡奸者却针对阿尔克西拉奥斯、仿佛嫌他过于沉闷苛刻而言道——
- 4.6.28τέταρτος ἀδελφὸς ἦν ὧν εἶχε δύο μὲν ὁμοπατρίους, δύο δὲ ὁμομητρίους
τέταρτος ἀδελφὸς ἦν 在语法上虽可理解为算上他本人“共有四兄弟”,但紧随其后的关系从句 ὧν εἶχε(在他所拥有的兄弟之中)列举了两位同母兄弟和两位同父兄弟(共四人),因此整句理解为他“拥有四个兄弟”(算上他共五人)在逻辑上更为一致。序数词 τέταρτος 在此指代所列举的兄弟数目。
- 4.6.30ἵνα καὶ τὸν Θεόφραστον κνιζόμενόν φασιν εἰπεῖν ὡς εὐφυὴς καὶ εὐεπιχείρητος ἀπεληλυθὼς τῆς διατριβῆς εἴη νεανίσκος
连词 ἵνα 原本引导目的从句,但在希腊化时期的希腊语中常用来表示结果(相当于 ὥστε,“以至于”、“因此”)。在 ὡς 引导的间接引语从句中,动词 εἴη 属于间接引语希求法(optativus obliquus),客观转述泰奥弗拉斯托斯当时的感叹内容。
- 4.6.33πρόσθε Πλάτων, ὄπιθεν Πύρρων, μέσσος Διόδωρος
这是对荷马《伊利亚特》第6卷第181行描写喀迈拉怪兽之诗句(“前部是狮,后部是蛇,中间是山羊”,πρόσθε λέων, ὄπιθεν δὲ δράκων, μέσση δὲ χίμαιρα)的戏仿。讽刺阿尔克西拉奥斯的学说兼收并蓄如怪物喀迈拉:表面上采用柏拉图式的对话,本质上贯彻皮浪式的悬置判断,而在逻辑推演的中间环节则借助狄奥多罗斯·克罗诺斯的辩证术。
