← 第欧根尼·拉尔修

哲人言行录

§4.5.24-4.5.27

克朗托尔的生平著作与逝世

记述学园派哲学家克朗托尔的生平、其与波勒谟及阿尔克西拉奥斯的关系、其诗作与文学趣味、独特的比喻性造词,以及名作《论哀伤》和因水肿病早逝的结局。

← 上一节下一节 →

Κράντωρ Σολεὺς θαυμαζόμενος ἐν τῇ ἑαυτοῦ πατρίδι ἀπῆρεν εἰς Ἀθήνας καὶ Ξενοκράτους διήκουσε Πολέμωνι συσχολάζων. καὶ κατέλιπεν ὑπομνήματα εἰς μυριάδας στίχων τρεῖς, ὧν τινά τινες Ἀρκεσιλάῳ προσάπτουσι. φασὶ δὲ αὐτὸν ἐρωτηθέντα τίνι θηραθείη ὑπὸ Πολέμωνος, εἰπεῖν τῷ μήτʼ ὀξύτερον μήτε βαρύτερον ἀκοῦσαι φθεγγομένου1. οὗτος νοσήσας εἰς τὸ Ἀσκληπιεῖον ἀνεχώρησε κἀκεῖ περιεπάτει· οἱ δὲ πανταχόθεν προσῄεσαν αὐτῷ, νομίζοντες οὐ διὰ νόσον, ἀλλὰ βούλεσθαι αὐτόθι σχολὴν συστήσασθαι2. ὧν ἦν καὶ Ἀρκεσίλαος θέλων ὑπʼ αὐτοῦ συστῆναι Πολέμωνι, καίπερ ἐρῶντος, ὡς ἐν τῷ περὶ Ἀρκεσιλάου λέξομεν.

来自索利的克朗托尔在故乡备受赞誉,后前往雅典,一边与波勒谟共同研习,一边受业于色诺克拉底。他留下了多达三万行的笔记,其中一部分有人归之于阿尔克西拉奥斯名下。人们说,当被问及因何被波勒谟吸引时,他回答说是因为听他说话的声音既不尖锐也不低沉。他后来生病,退隐至阿斯克勒庇俄斯神庙并在那里散步;人们从四面八方聚集到他身旁,以为并非因为疾病,而是他意欲在该处创设自己的学派。阿尔克西拉奥斯也在这些人之中,希望由他引荐给波勒谟,尽管克朗托尔爱慕着他,正如我们在关于阿尔克西拉奥斯的章节中所要讲述的那样。

ἀλλὰ καὶ αὐτὸν ὑγιάναντα διακούειν Πολέμωνος, ἐφʼ ᾧ καὶ μάλιστα θαυμασθῆναι. λέγεται δὲ καὶ τὴν οὐσίαν καταλιπεῖν Ἀρκεσιλάω, ταλάντων οὖσαν δυοκαίδεκα. καὶ ἐρωτηθέντα πρὸς αὐτοῦ ποῦ βούλεται ταφῆναι, εἰπεῖν· "ἐν γῆς φίλης μυχοῖσι κρυφθῆναι καλόν." λέγεται δὲ καὶ ποιήματα γράψαι καὶ ἐν τῇ πατρίδι ἐν τῷ τῆς Ἀθηνᾶς ἱερῷ σφραγισάμενος αὐτὰ θεῖναι. καί φησι Θεαίτητος ὁ ποιητὴς περὶ αὐτοῦ οὑτωσί· "ἥνδανεν ἀνθρώποις, ὁ δʼ ἐπὶ πλέον ἥνδανε Μούσαις Κράντωρ, καὶ γήρως ἤλυθεν οὔτι πρόσω. γῆ, σὺ δὲ τεθνηῶτα τὸν ἱερὸν ἄνδρʼ ὑπόδεξαι· ἠρέμα καὶ κεῖθι ζῴη ἐν εὐθενίῃ."

然而他在痊愈后,仍继续受业于波勒谟,因这一点尤其受到赞赏。据说他还将多达十二塔兰同的财产留给了阿尔克西拉奥斯。当阿尔克西拉奥斯问他希望葬于何处时,他答道: “埋身于挚爱大地的深处,实乃美事。” 据说他还曾作诗,将诗稿密封存放在故乡的雅典娜神庙中。诗人泰艾泰托斯曾就他作诗道: “克朗托尔深得世人喜爱,更蒙缪斯眷顾, 却未曾步入深暮之年。 大地啊,请接纳这位逝去的圣洁男子; 愿他在彼处亦能安详、富足地生活。”

Ἐθαύμαζε δὲ ὁ Κράντωρ πάντων δὴ μᾶλλον Ὅμηρον καὶ Εὐριπίδην, λέγων ἐργῶδες εἶναι ἐν τῷ κυρίῳ3 τραγικῶς ἅμα καὶ συμπαθῶς γράψαι. καὶ προεφέρετο τὸν στίχον τὸν ἐκ τοῦ Βελλεροφόντου· "οἴμοι· τί δʼ οἴμοι; θνητά τοι πεπόνθαμεν." λέγεται δὲ καὶ Ἀνταγόρα τοῦ ποιητοῦ ὡς Κράντορος εἰς Ἔρωτα πεποιημένα φέρεσθαι ταυτί· "ἐν δοιῇ μοι θυμός, ἐπεὶ γένος ἀμφίσβητον, ἤ σε θεῶν τὸν πρῶτον ἀειγενέων, Ἔρος, εἴπω, τῶν ὅσσους Ἔρεβός τε πάλαι βασίλειά τε παῖδας γείνατο Νὺξ πελάγεσσιν ὑπʼ εὐρέος Ὠκεανοῖο·"

克朗托尔在所有人中最推崇荷马和欧里庇得斯,称用本色日常的语言同时写得具有悲剧感且动人心弦是一桩难事。他常诵引《柏勒洛丰》中的诗句: “呜呼!然而何谓‘呜呼’?我们所承受的不过是凡人之事。” 人们还引述以下献给厄洛斯的诗句,传为诗人安塔戈拉斯或克朗托尔所作: “我心中疑窦丛生,因你的身世尚存争议, 厄洛斯啊,我究竟该称你为永生神明之首—— 在幽冥与夜之女王昔日于宽阔的大洋波涛之下 所生育的众子中最年长者;

" ἤ σέ γε Κύπριδος υἷα περίφρονος, ἠέ σε Γαίης, ἢ Ἀνέμων· τοῖος σὺ κακὰ φρονέων ἀλάλησαι ἀνθρώποις ἠδʼ ἐσθλά· τὸ καὶ σέο σῶμα δίφυιον." Ἦν δὲ καὶ δεινὸς ὀνοματοποιῆσαι. τραγῳδὸν γοῦν ἀπελέκητον εἶπεν ἔχειν φωνὴν καὶ φλοιοῦ μεστήν· καί τινος ποιητοῦ σκίφης μεστοὺς εἶναι τοὺς στίχους· καὶ τὰς Θεοφράστου θέσεις ὀστρέῳ γεγράφθαι. θαυμάζεται δὲ αὐτοῦ βιβλίον μάλιστα τὸ Περὶ πένθους. καὶ κατέστρεψε πρὸ Πολέμωνος καὶ Κράτητος, ὑδρωπικῇ διαθέσει νοσήσας. καὶ ἔστιν εἰς αὐτὸν ἡμῶν· "ἐπέκλυσε καὶ σέ, Κράντορ, ἡ νόσων κακίστη, χοὔτω μέλαν κατῆλθες Πλουτέως ἄβυσσον. καὶ σὺ μὲν ἐκεῖθι χαίρεις, σῶν λόγων δὲ χήρη ἕστηκεν Ἀκαδήμεια καὶ Σόλοι, πατρίς σευ."

还是称你为睿智塞浦路斯女神之子,抑或盖亚之子, 或是群风之子?你在凡人之中游荡, 心中谋划着灾祸与福祉;正因如此,你的形体兼具双重本性。” 他还极其擅长自造比喻词句。例如,他曾说某位悲剧演员的声音“未经刨平且满是树皮”;某位诗人的诗句“满是刨花”;而泰奥弗拉斯托斯的论题则是“用牡蛎壳写就的”。他所有著述中最受推崇的是《论哀伤》。他因患水肿病,先于波勒谟和克拉特斯离世。我们为他所作的短诗如下: “最可怕的病症亦吞噬了你,克朗托尔, 你遂这般降入了冥王黑沉的深渊。 你在彼处欢欣,但失却了你的言辞, 阿卡德米亚学园与你的故土索利,宛如寡妇般伫立守望。”

语法注3 条
  1. 4.5.24τῷ μήτʼ ὀξύτερον μήτε βαρύτερον ἀκοῦσαι φθεγγομένου

    τῷ 与不定式 ἀκοῦσαι 构成表示手段或原因的与格结构。φθεγγομένου 为属格分词,受感官动词 ἀκούω 支配,其逻辑主语指向波勒谟。整句意为“由于听到他说话的声调既不过尖亦不过沉”。

  2. 4.5.24νομίζοντες οὐ διὰ νόσον, ἀλλὰ βούλεσθαι αὐτόθι σχολὴν συστήσασθαι

    在 οὐ διὰ νόσον 之后省略了如 ἀνακεχωρηκέναι 之类的不定式,它与 ἀλλὰ βούλεσθαι 构成并列对比,共同受分词 νομίζοντες 引导的“宾格加不定式”间接引语结构支配。

  3. 4.5.26ἐν τῷ κυρίῳ

    修辞学与诗学中的专门术语。与比喻性语言相对,τὸ κύριον 指“规范的、本义的、日常的用词”。此句表达了在运用平实本义词汇的同时,写出兼具悲剧性与动人情感的作品乃是一件难事。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:4.5.24-4.5.27