← 第欧根尼·拉尔修

哲人言行录

§4.4.21-4.4.23

克拉特斯的生平、与波勒谟的情谊及同名者

记述继任学园领袖的克拉特斯生平、其与波勒谟非凡的亲密结合及简朴同居生活,其著述与知名弟子,并在文末列举了十位同名人物。

← 上一节下一节 →

Κράτης πατρὸς μὲν ἦν Ἀντιγένους 〈Ἀθηναῖος〉, Θριάσιος δὲ τῶν δήμων, ἀκροατὴς ἅμα καὶ ἐρώμενος Πολέμωνος· ἀλλὰ καὶ διεδέξατο τὴν σχολὴν αὐτοῦ. καὶ οὕτως ἀλλήλω ἐφιλείτην ὥστε καὶ ζῶντε οὐ μόνον τῶν αὐτῶν ἤστην ἐπιτηδευμάτων, ἀλλὰ καὶ μέχρι σχεδὸν ἀναπνοῆς ἐξωμοιώσθην ἀλλήλοιν καὶ θανόντε τῆς αὐτῆς ταφῆς ἐκοινωνείτην. ὅθεν Ἀνταγόρας εἰς ἄμφω τοῦτον ἐποίησε τὸν τρόπον· "μνήματι τῷδε Κράτητα θεουδέα καὶ Πολέμωνα ἔννεπε κρύπτεσθαι, ξεῖνε, παρερχόμενος, ἄνδρας ὁμοφροσύνῃ μεγαλήτορας, ὧν ἄπο μῦθος ἱερὸς ἤϊσσεν δαιμονίου στόματος, καὶ βίοτος καθαρὸς σοφίας ἐπὶ θεῖον ἐκόσμει αἰῶνʼ1 ἀστρέπτοις δόγμασι πειθόμενος."

克拉特斯是安提革涅斯之子,雅典人,属于特里亚区,他既是波勒谟的门徒,又是其情侣;并且他也继承了他的学园教席。两人互敬互爱,以至于在世时不仅从事完全相同的事业,而且彼此模仿佛至连呼吸都如出一辙,死后亦共葬于同一座陵墓。因此,安塔戈拉斯曾为他们二人作诗道: “过路的旅人啊,请告知人们,这陵墓中掩埋着敬畏神明的克拉特斯与波勒谟, 他们同心同德、心怀弘大,从其非凡之口中 迸发出神圣的言辞, 他们清白的一生顺从于不可动摇的信条, 以智慧装点出神圣的一世。”

ἔνθεν καὶ Ἀρκεσίλαον μετελθόντα παρὰ Θεοφράστου πρὸς αὐτοὺς λέγειν ὡς εἶεν θεοί τινες ἢ λείψανα τῶν ἐκ τοῦ χρυσοῦ γένους. καὶ γὰρ ἤστην οὐ φιλοδημώδεε· ἀλλʼ οἷον Διονυσόδωρόν ποτέ φασι τὸν αὐλητὴν εἰπεῖν2, σεμνυνόμενον ἐπὶ τῷ μηδένα τῶν κρουμάτων αὐτοῦ μήτʼ ἐπὶ τριήρους μήτʼ ἐπὶ κρήνης ἀκηκοέναι, καθάπερ Ἰσμηνίου3. συσσίτιον δέ φησιν αὐτῷ ὁ Ἀντίγονος εἶναι παρὰ Κράντορι, ὁμονόως συμβιούντων τούτων τε καὶ Ἀρκεσιλάου. τὴν δὲ οἴκησιν Ἀρκεσίλαον μὲν ἔχειν μετὰ Κράντορος, Πολέμωνα δὲ σὺν Κράτητι μετὰ Λυσικλέους τινὸς τῶν πολιτῶν. ἦν δέ, φησίν, ἐρώμενος, Κράτης μέν, ὡς προείρηται, Πολέμωνος· Ἀρκεσίλαος δὲ Κράντορος.

正因如此,从泰奥弗拉斯托斯门下转投他们二人的阿尔克西拉奥斯也常说,他们犹如某种神明,或是黄金世代遗留的孑遗。盖他们二人绝非媚俗迎合大众之徒;反倒好似人们传说笛手狄奥尼索多罗曾夸耀自己的情形一样:狄奥尼索多罗自傲于从未有人在三层桨战舰上或泉水旁听过他的任何乐曲,而不像伊斯墨尼亚斯那样家喻户晓。安提戈诺斯称,克拉特斯与克朗托尔共同进餐,他们二人与阿尔克西拉奥斯和睦同居。在住所方面,阿尔克西拉奥斯与克朗托尔同住,波勒谟与克拉特斯则与公民之一的吕西克勒斯同住。安提戈诺斯又称,如前所述,克拉特斯是波勒谟的情侣,而阿尔克西拉奥斯则是克朗托尔的情侣。

Τελευτῶν δὲ ὁ Κράτης, καθά φησιν Ἀπολλόδωρος ἐν τρίτῳ τῶν Χρονικῶν, ἀπέλιπε βιβλία τὰ μὲν φιλοσοφούμενα, τὰ δὲ περὶ κωμῳδίας, τὰ δὲ λόγους δημηγορικοὺς καὶ πρεσβευτικούς. ἀλλὰ καὶ μαθητὰς ἐλλογίμους· ὧν Ἀρκεσίλαον περὶ οὗ λέξομεν—διήκουσε γὰρ καὶ τούτου—καὶ Βίωνα τὸν Βορυσθενίτην, ὕστερον δὲ Θεοδώρειον ἀπὸ τῆς αἱρέσεως ἐπικαλούμενον, περὶ οὗ καὶ αὐτοῦ λέξομεν ἐχομένως Ἀρκεσιλάου. Γεγόνασι δὲ Κράτητες δέκα· πρῶτος ὁ τῆς ἀρχαίας κωμῳδίας ποιητής, δεύτερος ῥήτωρ Τραλλιανὸς Ἰσοκράτειος, τρίτος ταφρωρύχος Ἀλεξάνδρῳ συνών, τέταρτος ὁ κύων περὶ οὗ λέξομεν, πέμπτος φιλόσοφος περιπατητικός, ἕκτος Ἀκαδημαϊκὸς ὁ προειρημένος, ἕβδομος Μαλώτης γραμματικός, ὄγδοος γεωμετρικὰ γεγραφώς, ἔνατος ἐπιγραμμάτων ποιητής, δέκατος Ταρσεὺς φιλόσοφος Ἀκαδημαϊκός.

克拉特斯去世时,正如阿波罗多洛斯在《编年史》第三卷中所言,留下了不少著述:有的探讨哲学,有的论及喜剧,还有的是民众集会演说与使节外交致辞。不仅如此,他还留下了许多著名门徒;其中包括我们随后将要记述的阿尔克西拉奥斯(因他也曾受业于克拉特斯),以及博律斯忒涅斯人比翁——后者因其派别后来被称为西奥多罗斯派,关于此人我们亦将在阿尔克西拉奥斯之后紧接着予以记述。 历史上共有十位名为克拉特斯的人物:第一位是古喜剧诗人;第二位是特拉勒斯的修辞学家,属伊索克拉底派;第三位是跟随亚历山大的开渠工程师;第四位是犬儒派哲学家,我们随后将述及;第五位是漫步派哲学家;第六位是上述的学园派哲学家;第七位是来自马洛斯的语法学家;第八位是几何学著述家;第九位是短诗诗人;第十位是来自塔尔苏斯的学园派哲学家。

语法注3 条
  1. 4.4.21καὶ βίοτος καθαρὸς σοφίας ἐπὶ θεῖον ἐκόσμει αἰῶνʼ

    此诗句中,主语为 βίοτος καθαρὸς(清白纯洁之生),谓语为 ἐκόσμει,宾语为由前置词引出的 ἐπὶ θεῖον αἰῶνα(装饰/引向神圣的一生)。属格 σοφίας 既可作形容词 καθαρός 的限定成分(“因智慧而纯洁”),亦可理解为伴随 ἐκόσμει 的质料/方式属格(“以智慧装点”)。

  2. 4.4.22ἀλλʼ οἷον Διονυσόδωρόν ποτέ φασι τὸν αὐλητὴν εἰπεῖν

    承前句“καὶ γὰρ ἤστην οὐ φιλοδημώδεε”而来的省略结构。句中省略了主句谓语与先行词,完整结构相当于“ἀλλʼ [ἦσαν τοιοῦτοι] οἷον... εἰπεῖν φασι”(“然而[他们正如]人们传闻笛手狄奥尼索多罗曾言[的那样]”)。

  3. 4.4.22καθάπερ Ἰσμηνίου

    比较句中的属格省略。Ἰσμηνίου 与前文“τῶν κρουμάτων αὐτοῦ”中的属格代词 αὐτοῦ 形成平行对照,省略了“ἤκουον τῶν κρουμάτων”(“正如[众人曾听到]伊斯墨尼亚斯的[乐曲那样]”)。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:4.4.21-4.4.23