- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:4.3.16-4.3.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-26
本段记述了波勒谟因受色诺克拉底感化而痛改前非并执掌学园的生平,展现其泰然自若的坚毅品性、重视行重于辩的哲学立场、对索福克勒斯的推崇以及其逝世。
Πολέμων Φιλοστράτου μὲν ἦν υἱός, Ἀθηναῖος τῶν δήμων Οἴηθεν. νέος δʼ ὢν ἀκόλαστός τε καὶ διακεχυμένος ἦν οὕτως, ὥστε καὶ περιφέρειν ἀργύριον πρὸς τὰς ἑτοίμους λύσεις τῶν ἐπιθυμιῶν· ἀλλὰ καὶ ἐν τοῖς στενωποῖς διέκρυπτεν. καὶ ἐν Ἀκαδημείᾳ πρὸς κίονί τινι τριώβολον εὑρέθη προσπεπλασμένον αὐτοῦ διὰ [τὴν] ὁμοίαν τῇ προειρημένῃ πρόφασιν. καί ποτε συνθέμενος τοῖς νέοις μεθύων καὶ ἐστεφανωμένος εἰς τὴν Ξενοκράτους ᾖξε σχολήν· ὁ δὲ οὐδὲν διατραπεὶς εἶρε τὸν λόγον ὁμοίως· ἦν δὲ περὶ σωφροσύνης. ἀκοῦον δὴ τὸ μειράκιον κατʼ ὀλίγον ἐθηράθη καὶ οὕτως ἐγένετο φιλόπονος ὡς ὑπερβάλλεσθαι τοὺς ἅλλους καὶ αὐτὸς διαδέξασθαι τὴν σχολήν, ἀρξάμενος ἀπὸ τῆς ἕκτης καὶ δεκάτης καὶ ἑκατοστῆς Ὀλυμπιάδος.
波勒谟是斐洛斯特拉托斯之子,雅典欧埃区人。他年轻时放荡自居、生活散漫,以至于随身携带钱财以随时满足自己的欲望,甚至藏匿于小巷之中。在学园里也曾发现一枚属于他的三奥波尔银币粘在一根石柱上,出于与前述类似的缘由。有一次,他与一班年轻人商定,乘醉并头戴花冠闯入了色诺克拉底的学堂;然而色诺克拉底毫不惊惶,照旧继续讲授,其论题恰为节制。这年轻人听着讲授,逐渐被吸引,从而变得如此勤奋刻苦,以致超越了其余众人,并亲自继承了学园,自第一百一十六届奥林匹亚周期起执掌教席。
Φησὶ δὲ Ἀντίγονος ὁ Καρύστιος ἐν τοῖς Βίοις τὸν πατέρα αὐτοῦ πρῶτόν τε εἶναι τῶν πολιτῶν καὶ ἁρματοτροφῆσαι. φυγεῖν δὲ τὸν Πολέμωνα καὶ δίκην κακώσεως ὑπὸ τῆς γυναικός, ὡς μειρακίοις συνόντα. τοσοῦτον δὲ ἐπιτεῖναι τὸ ἦθος ἀρξάμενον φιλοσοφεῖν, ὥστʼ ἐπὶ ταὐτοῦ σχήματος τῆς μορφῆς πάντοτε μένειν. ἀλλὰ καὶ τὴν φωνὴν ἀναλλοίωτος ἦν· διὸ καὶ θηραθῆναι Κράντορα ὑπʼ αὐτοῦ. κυνὸς γοῦν λυττῶντος [καὶ] τὴν ἰγνύαν διασπάσαντος μόνον μὴ ὠχριᾶσαι1· καὶ ταραχῆς γενομένης ἐπὶ τῆς πόλεως πυθομένων τὸ γεγονὸς ἄτρεπτον μεῖναι. ἔν τε τοῖς θεάτροις ἀσυμπαθέστατος ἦν.
卡律斯托斯的安提戈诺斯在其《列传》中记载,他的父亲是公民中的显要人物,并畜养战车赛马;波勒谟还曾因与少年厮混而被妻子提起虐待诉讼。然而自从开始钻研哲学,他把品性磨砺得如此坚毅,以致面容神色始终保持同一种仪态。而且他的声音亦毫无变动;克朗托尔也正是因此被他吸引。甚至当一条疯狗撕破了他的腓肠时,他也几乎毫无惧容失色;当城邦发生动乱、众人听闻事变之时,他仍泰然自若。他在剧场中亦极少动情。
Νικοστράτου γοῦν ποτε τοῦ ἐπικαλουμένου Κλυταιμνήστρα ἀναγινώσκοντός τι τοῦ ποιητοῦ αὐτῷ τε καὶ Κράτητι, τὸν μὲν συνδιατίθεσθαι, τὸν δʼ ἴσα καὶ μὴ ἀκοῦσαι. καὶ ὅλως ἦν τοιοῦτος οἷόν φησι Μελάνθιος ὁ ζωγράφος ἐν τοῖς Περὶ ζωγραφικῆς· φησὶ γὰρ δεῖν αὐθάδειάν τινα καὶ σκληρότητα τοῖς ἔργοις ἐπιτρέχειν, ὁμοίως δὲ κἀν τοῖς ἤθεσιν. ἔφασκε δὲ ὁ Πολέμων δεῖν ἐν τοῖς πράγμασι γυμνάζεσθαι καὶ μὴ ἐν τοῖς διαλεκτικοῖς θεωρήμασι, καθάπερ ἁρμονικόν τι τέχνιον καταπιόντα καὶ μὴ μελετήσαντα2, ὡς κατὰ μὲν τὴν ἐρώτησιν θαυμάζεσθαι, κατὰ δὲ τὴν διάθεσιν ἑαυτοῖς μάχεσθαι. Ἦν οὖν ἀσόλοικός τις καὶ γενναῖος, παρῃτημένος ἅ φησιν Ἀριστοφάνης περὶ Εὐριπίδου, ὀξωτὰ καὶ σιλφιωτά,
有一次,绰号克吕泰涅斯特拉的尼科斯特拉托斯向他与克拉特斯朗诵某位诗人的作品,克拉特斯深受感触,波勒谟却如同未曾听见一般。总之,他正如画家梅兰提奥斯在《论绘画》中所说的那类人物;梅兰提奥斯称,作品中应当贯穿某种固执与刚毅,在人品方面亦当如此。波勒谟主张,应当在实际事务中锻炼自己,而非在辩证推演中,免得如同一味吞咽了和声理论的技巧书本而未加实际演练之人,在问难对辩时虽令人叹服,但在身心性情上却自相矛盾。 因此他为人典雅高尚,屏弃了阿里斯托芬论欧里庇得斯时所称的: “调了醋汁与罗勒汁的”,
ἅπερ, ὡς ὁ αὐτός φησι, "καταπυγοσύνη ταῦτʼ ἐστὶ πρὸς κρέας μέγα." ἀλλὰ μὴν οὐδὲ καθίζων ἔλεγε πρὸς τὰς θέσεις, φασί, περιπατῶν δὲ ἐπεχείρει. διὰ δὴ οὖν τὸ φιλογενναῖον ἐτιμᾶτο ἐν τῇ πόλει. οὐ μὴν ἀλλὰ καὶ ἐκπεπατηκὼς ἦν διατρίβων ἐν τῷ κήπῳ, παρʼ ὃν οἱ μαθηταὶ μικρὰ καλύβια ποιησάμενοι κατῴκουν πλησίον τοῦ μουσείου καὶ τῆς ἐξέδρας. ἐῴκει δὴ ὁ Πολέμων κατὰ πάντα ἐζηλωκέναι τὸν Ξενοκράτην· καὶ ἐρασθῆναι αὐτοῦ φησιν Ἀρίστιππος ἐν τῷ τετάρτῳ Περὶ παλαιᾶς τρυφῆς. ἀεὶ γοῦν ἐμέμνητο αὐτοῦ, τήν τʼ ἀκακίαν καὶ τὸν αὐχμὸν ἐνεδέδυτο τἀνδρὸς καὶ τὸ βάρος οἱονεὶ τῆς Δωριστὶ ἁρμονίας.
而正如同一位诗人所言: “相比于大块实肉,这些不过是娇揉造作”。 不仅如此,据说他在论辩诸项论题时从不坐着发言,而是在踱步中推演阐发。正因这种崇尚高贵的品性,他在城邦中深获敬重。不仅如此,他深居于园林之中度日,门徒们便在其身旁筑起小茅屋,聚居于缪斯神堂与讲座之近旁。波勒谟似乎在各方面都在竭力效仿色诺克拉底;阿里斯提波在《论古人的奢靡》第四卷中甚至称波勒谟曾是其情侣。无论如何,他时刻挂念着先师,穿戴其纯朴无垢与质朴粗衣,亦承袭了犹如多利亚调式般的庄重沉凝。
ἦν δὲ καὶ φιλοσοφοκλῆς, καὶ μάλιστα ἐν ἐκείνοις ὅπου κατὰ τὸν κωμικὸν τὰ ποιήματα αὐτῷ "κύων τις ἐδόκει συμποιεῖν Μολοττικός," καὶ ἔνθα ἦν κατὰ τὸν Φρύνιχον "οὐ γλύξις οὐδʼ ὑπόχυτος, ἀλλὰ Πράμνιος." ἔλεγεν οὖν τὸν μὲν Ὅμηρον ἐπικὸν εἶναι Σοφοκλέα, τὸν δὲ Σοφοκλέα Ὅμηρον τραγικόν. Ἐτελεύτησε δὲ γηραιὸς ἤδη ὑπὸ φθίσεως, ἱκανὰ συγγράμματα καταλιπών. καὶ ἔστιν ἡμῶν εἰς αὐτόν· "οὐκ ἀΐεις; Πολέμωνα κεκεύθαμεν, ὃν θέτο τῇδε ἀρρωστίη, τὸ δεινὸν ἀνθρώποις πάθος. οὐ μᾶλλον Πολέμωνα, τὸ σῶμα δέ3· τοῦτο γὰρ αὐτὸς βαίνων ἐς ἄστρα διάβορον θῆκεν χαμαί."
他亦极为推崇索福克勒斯,尤其是在按某位喜剧诗人所言其诗作仿佛“一只摩罗索斯猎犬在协同撰著”的地方,以及按弗律尼科斯所言“非是甘醇亦非勾兑,而是烈性普拉姆尼奥斯美酒”的地方。 因此他常说,荷马是史诗的索福克勒斯,而索福克勒斯是悲剧的荷马。 他年事已高时因痨病去世,留下了相当数量的著述。我们为他所作的碑铭如下: “你难道未曾听闻?我们已将波勒谟掩埋,那落在世人身上的可怕祸患——疾病将他安顿于此。 然而与其说是波勒谟,不如说是他的躯体;盖他自身 已升入星辰,只将这具被疾病蛀蚀之躯弃置于尘土。”
- 4.3.17μόνον μὴ ὠχριᾶσαι
表示结果的不定词结构(承接上文的连续语气或用作限制性表述:“甚至未曾发白/变色”)。μή 为不定词的标准否定词。
- 4.3.18καθάπερ ἁρμονικόν τι τέχνιον καταπιόντα καὶ μὴ μελετήσαντα
宾格分词 καταπιόντα 与 μελετήσαντα 与受 δεῖν 支配的不定词 γυμνάζεσθαι 的泛指宾格主语(省略的 τινά)保持一致:“犹如某人囫囵吞下和声学技艺的书本却未曾付诸操练”。
- 4.3.20οὐ μᾶλλον Πολέμωνα, τὸ σῶμα δέ
省略句结构,承接前一行的谓语动词 κεκεύθαμεν(“我们掩埋了”):宾格补足语形成对比,意为“(我们埋葬的)与其说是波勒谟,不如说是其躯体”。
