- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:4.2.6-4.2.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-24
本节记述了哲学家色诺克拉底的性格特征、严苛的节制与高洁的廉操,他在出使腓力和安提帕特时的轶事以及其机智言行。
Ξενοκράτης Ἀγαθήνορος Χαλκηδόνιος· οὗτος ἐκ νέου Πλάτωνος ἤκουσεν, ἀλλὰ καὶ εἰς Σικελίαν αὐτῷ συναπεδήμησεν. ἦν δὲ τὴν φύσιν νωθρός, ὥστε λέγειν τὸν Πλάτωνα συγκρίνοντα αὐτὸν Ἀριστοτέλει, τῷ μὲν μύωπος δεῖ, τῷ δὲ χαλινοῦ. καὶ ἐφʼ οἷον ἵππον οἷον ὄνον ἀλείφω1. σεμνὸς δὲ τά τʼ ἄλλα Ξενοκράτης καὶ σκυθρωπὸς ἀεί, ὥστε αὐτῷ λέγειν συνεχὲς τὸν Πλάτωνα, Ξενόκρατες, θῦε ταῖς Χάρισι. διῆγέ τʼ ἐν Ἀκαδημείᾳ τὰ πλεῖστα· καὶ εἴ ποτε μέλλοι εἰς ἄστυ ἀνιέναι, φασὶ τοὺς θορυβώδεις πάντας καὶ προυνίκους ὑποστέλλειν αὐτοῦ τῇ παρόδῳ.
色诺克拉底是阿加忒诺尔之子,卡尔刻冬人。他自年轻时便师从柏拉图,并且还陪同他一起远行至西西里。他天性迟缓,以致柏拉图将他与亚里士多德作比时曾说: “一个需要马刺,另一个则需要嚼子。” 又说: “我是把怎样的一头驴子擦洗备战,来对抗怎样的一匹骏马啊!” 色诺克拉底在其他方面也端庄肃穆,且总是面带严容,以致柏拉图时常对他说: “色诺克拉底,快向美惠三女神献祭吧。” 他大部分时间都住在学园里;据说他若偶有进城之时,所有喧闹之徒与挑夫苦力都会在他走过时避让退缩。
καί ποτε καὶ Φρύνην τὴν ἑταίραν ἐθελῆσαι πειρᾶσαι αὐτόν, καὶ δῆθεν διωκομένην ὑπό τινων καταφυγεῖν εἰς τὸ οἰκίδιον. τὸν δὲ ἕνεκα τοῦ ἀνθρωπίνου εἰσδέξασθαι, καὶ ἑνὸς ὄντος κλινιδίου δεομένῃ μεταδοῦναι τῆς κατακλίσεως· καὶ τέλος πολλὰ ἐκλιπαροῦσαν ἄπρακτον ἀναστῆναι. λέγειν τε πρὸς τοὺς πυνθανομένους ὡς οὐκ ἀπʼ ἀνδρός, ἀλλʼ ἀπʼ ἀνδριάντος ἀνασταίη. ἔνιοι δὲ Λαΐδα φασὶ παρακατακλῖναι αὐτῷ τοὺς μαθητάς· τὸν δὲ οὕτως εἶναι ἐγκρατῆ, ὥστε καὶ τομὰς καὶ καύσεις πολλάκις ὑπομεῖναι περὶ τὸ αἰδοῖον. ἦν δὲ καὶ ἀξιόπιστος σφόδρα, ὥστε μὴ ἐξὸν ἀνώμοτον μαρτυρεῖν, τούτῳ μόνῳ συνεχώρουν Ἀθηναῖοι2.
有一次,名妓芙丽涅甚至想试探他,假称被某些人追赶而逃入他的小屋。他出于仁爱之心收留了她,又因屋内只有一张小榻,在她的请求下与她同榻共卧;最终,任凭她百般央求,她依旧未能得逞地起了身。她向询问者说,自己起身的床榻不是男人的,而是一尊雕像的。还有人说,他的门徒们曾把拉伊斯塞进他的被褥;然而他自制至极,以致其私处多次承受刀割火烙之苦亦能隐忍。他为人亦极受信义,以致在法律规定不宣誓便不得作证的情况下,雅典人唯独准许他一人可以不宣誓作证。
καὶ δὴ καὶ αὐταρκέστατος ἦν. Ἀλεξάνδρου γοῦν ποτὲ συχνὸν ἀργύριον ἀποστείλαντος αὐτῷ, τρισχιλίας Ἀττικὰς ἀφελὼν τὸ λοιπὸν ἀπέπεμψεν, εἰπὼν ἐκείνῳ πλειόνων δεῖν πλείονας τρέφοντι. ἀλλὰ καὶ 〈τὸ〉 ὑπʼ Ἀντιπάτρου πεμφθὲν μὴ προσέσθαι, ὥς φησι Μυρωνιανὸς ἐν Ὁμοίοις. καὶ χρυσῷ στεφάνῳ τιμηθέντα ἐπάθλῳ πολυποσίας τοῖς Χουσὶ παρὰ Διονυσίῳ ἐξιόντα θεῖναι πρὸς τὸν ἱδρυμένον Ἑρμῆν, ἔνθαπερ τιθέναι καὶ τοὺς ἀνθινοὺς εἰώθει. λόγος δὲ αὐτὸν μετὰ καὶ ἄλλων πεμφθῆναι πρεσβευτὴν πρὸς Φίλιππον· καὶ τοὺς μὲν δώροις μαλθασσομένους καὶ εἰς τὰς κλήσεις συνιέναι καὶ τῷ Φιλίππῳ λαλεῖν· τὸν δὲ μηδέτερον τούτων ποιεῖν. οὔτε γὰρ ὁ Φίλιππος αὐτὸν προσίετο διὰ τοῦτο.
而且,他也极具自足之性。亚历山大有一次赠予他巨额金银,他只留下三千阿提卡德拉克马,将其余全部退还,并说供养更多人的人才需要更多的钱财。正如米罗尼亚诺斯在《类同论》中所说,安提帕特派人送来的财物他也未曾收纳。在狄奥尼修斯处举行的“大瓮节”饮酒比赛中,他荣获金冠作为奖赏,离去时他将金冠置于已立起的赫耳墨斯神像脚下,即他平日放置花冠的所在。相传他还与其他使者一道被派往腓力处;其他使者受贿而心志动摇,既赴宴饮,又与腓力攀谈,而他却两样皆不为。因此腓力也因之不加接见他。
ὅθεν ἐλθόντας τοὺς πρέσβεις εἰς τὰς Ἀθήνας φάσκειν ὡς μάτην αὐτοῖς Ξενοκράτης συνεληλύθοι· καὶ τοὺς ἑτοίμους εἶναι ζημιοῦν αὐτόν. μαθόντας δὲ παρʼ αὐτοῦ ὡς νῦν καὶ μᾶλλον φροντιστέον εἴη τῆς πόλεως αὐτοῖς 〈τοὺς μὲν γὰρ ᾔδει δωροδοκήσαντας ὁ Φίλιππος, ἐμὲ δὲ μηδενὶ λόγῳ ὑπαξόμενος〉 φασὶ διπλασίως αὐτὸν τιμῆσαι3. καὶ τὸν Φίλιππον δὲ λέγειν ὕστερον ὡς μόνος εἴη Ξενοκράτης τῶν πρὸς αὐτὸν ἀφιγμένων ἀδωροδόκητος. ἀλλὰ καὶ πρεσβεύων πρὸς Ἀντίπατρον περὶ αἰχμαλώτων Ἀθηναίων κατὰ τὸν Λαμιακὸν πόλεμον, καὶ κληθεὶς ἐπὶ δεῖπνον πρὸς αὐτὸν προηνέγκατο ταυτί· "ὦ Κίρκη, τίς γάρ κεν ἀνήρ, ὃς ἐναίσιμος εἴη, πρὶν τλαίη πάσσασθαι ἐδητύος ἠδὲ ποτῆτος, πρὶν λύσασθʼ ἑτάρους καὶ ἐν ὀφθαλμοῖσιν ἰδέσθαι;" καὶ τὸν ἀποδεξάμενον τὴν εὐστοχίαν εὐθὺς ἀφεῖναι.
于是,使节们返回雅典后便宣称色诺克拉底与他们同行徒劳无功,雅典人甚至准备对他处以罚款。然而,雅典人从色诺克拉底口中获悉,他们如今反倒更应为城邦深谋远虑——〈因为腓力明知其他人受了贿赂,却无论如何也无法收买我〉——据说雅典人反而对他施以加倍的敬遇。腓力后来也说,在所有来访者当中,唯有色诺克拉底一人不可受贿。不仅如此,当他在拉米亚战争期间作为使节前往安提帕特处商议雅典战俘之事,并被对方邀赴晚宴时,他朗诵了这几句诗: “哦,喀耳刻,哪一个心怀正道的人, 在解救同伴并亲眼得见他们之前, 忍心去品尝饮食?” 安提帕特赏识其引诗之精妙,当即予以释放。
Στρουθίου δέ ποτε διωκομένου ὑπὸ ἱέρακος καὶ εἰσπηδήσαντος εἰς τοὺς κόλπους αὐτοῦ, καταψήσας μεθῆκεν, εἰπὼν τὸν ἱκέτην δεῖν μὴ ἐκδιδόναι. σκωπτόμενος ὑπὸ Βίωνος οὐκ ἔφη αὐτῷ ἀποκρινεῖσθαι· μηδὲ γὰρ τὴν τραγῳδίαν ὑπὸ τῆς κωμῳδίας σκωπτομένην ἀποκρίσεως ἀξιοῦν. πρὸς δὲ τὸν μήτε μουσικὴν μήτε γεωμετρίαν μήτε ἀστρονομίαν μεμαθηκότα, βουλόμενον δὲ παρʼ αὐτὸν φοιτᾶν, πορεύου, ἔφη· λαβὰς γὰρ οὐκ ἔχεις φιλοσοφίας. οἱ δὲ τοῦτό φασιν εἰπεῖν, παρʼ ἐμοὶ γὰρ πόκος οὐ κνάπτεται.
有一次,一只小雀被苍鹰追逐而扑入他的怀抱,他抚摸了雀鸟后便将其放飞,并说不应出卖寻求庇护者。当遭到比翁嘲弄时,他说自己不会答复,因为悲剧受到喜剧嘲讽时亦不屑于作答。对于一个既未学过音乐,又未学过几何与天文学,却渴望投身其门下的人,他说: “去吧; 因为你缺少哲学的把手。” 另有人说他说的是: “因为在我这里是不梳理羊毛的。”
- 4.2.6ἐφʼ οἷον ἵππον οἷον ὄνον ἀλείφω
感叹/关系代名词 οἷος 被双重使用,介词 ἐπί 所支配的 ἵππον(良马,指代亚里士多德)与谓语动词 ἀλείφω 的直接宾语 ὄνον(蠢笨的驴,指代色诺克拉底)构成了鲜明的对照。动词 ἀλείφω 原义为角力学校中为运动员涂油以备受训或交战,在此比喻导师督导和对比两位弟子的情形。
- 4.2.7ὥστε μὴ ἐξὸν ἀνώμοτον μαρτυρεῖν, τούτῳ μόνῳ συνεχώρουν Ἀθηναῖοι
μὴ ἐξόν 是无人称动词 ἔξεστι(被许可)的中性现在分词构成的宾格绝对结构(accusative absolute),在此表让步(“尽管法律并不允许……”)。否定词 μή 惯用于表示普遍法规或条件的无人称分词结构中。主句意为雅典人唯独准许他一人(可以不宣誓作证)。
- 4.2.9μαθόντας δὲ παρʼ αὐτοῦ ὡς νῦν καὶ μᾶλλον φροντιστέον εἴη τῆς πόλεως αὐτοῖς ... φασὶ διπλασίως αὐτὸν τιμῆσαι
在支配宾格加不定词间接引语结构的动词 φασί 下,不定词 τιμῆσαι 的逻辑主语是雅典公民,而不是前文的同僚使节;阳性复数宾格分词 μαθόντας 与该主语一致。动形词 φροντιστέον 带有动作主事与格 αὐτοῖς(指雅典人自身),并支配属格宾语 τῆς πόλεως。
