- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:4.1.1-4.1.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-25
总结对柏拉图的记述,随后记载其侄兼继承人斯珀西波斯的生平、性格、轶事、去世及浩繁的著作目录。
τὰ μὲν περὶ Πλάτωνος τοσαῦτα ἦν ἐς τὸ δυνατὸν ἡμῖν συναγαγεῖν1, φιλοπόνως διειλήσασι τὰ λεγόμενα περὶ τἀνδρός. διεδέξατο δʼ αὐτὸν Σπεύσιππος Εὐρυμέδοντος Ἀθηναῖος, τῶν μὲν δήμων Μυρρινούσιος, υἱὸς δὲ τῆς ἀδελφῆς αὐτοῦ Πωτώνης. καὶ ἐσχολάρχησεν ἔτη ὀκτώ, ἀρξάμενος ἀπὸ τῆς ὀγδόης καὶ ἑκατοστῆς Ὀλυμπιάδος· Χαρίτων τʼ ἀγάλματʼ ἀνέθηκεν ἐν τῷ μουσείῳ τῷ ὑπὸ Πλάτωνος ἐν Ἀκαδημείᾳ ἱδρυθέντι. καὶ ἔμεινε μὲν ἐπὶ τῶν αὐτῶν Πλάτωνι δογμάτων2· οὐ μὴν τό γʼ ἦθος διέμεινε τοιοῦτος. καὶ γὰρ ὀργίλος καὶ ἡδονῶν ἥττων ἦν. φασὶ γοῦν αὐτὸν ὑπὸ θυμοῦ τὸ κυνίδιον εἰς τὸ φρέαρ ῥῖψαι καὶ ὑφʼ ἡδονῆς ἐλθεῖν εἰς Μακεδονίαν ἐπὶ τὸν Κασάνδρου γάμον.
关于柏拉图的事迹,在我们对有关该人的传闻作了审慎梳理之后,依我们所能搜集到的便只有这么多了。继承他的是欧律墨冬之子、雅典人斯珀西波斯,来自密耳里努斯区,是柏拉图姐姐波托妮的儿子。他自第一百零八届奥林匹亚节起执掌学园八年;并在柏拉图于学园所建的缪斯神庙中奉献了美惠三女神的雕像。他在学说上虽坚守与柏拉图相同的教义,但在品行上却没有保持像他那样。因为他既易怒,又耽于享乐。据说他曾因暴怒把小狗扔进井里,又因贪图享乐前往马其顿参加卡桑德罗斯的婚礼。
Ἐλέγοντο δὲ αὐτοῦ καὶ αἱ Πλάτωνος ἀκούειν μαθήτριαι, Λασθένειά τε ἡ Μαντινικὴ καὶ Ἀξιοθέα ἡ Φλιασία. ὅτε καὶ Διονύσιος πρὸς αὐτὸν γράφων τωθαστικῶς φησι· καὶ ἐκ τῆς Ἀρκαδικῆς σου μαθητρίας ἔστι καταμαθεῖν τὴν σοφίαν. καὶ Πλάτων μὲν ἀτελεῖς φόρων τοὺς παρʼ αὐτὸν φοιτῶντας ἐποίει· σὺ δὲ δασμολογεῖς καὶ παρʼ ἑκόντων καὶ ἀκόντων λαμβάνεις. οὗτος πρῶτος, καθά φησι Διόδωρος ἐν Ἀπομνημονευμάτων πρώτῳ, ἐν τοῖς μαθήμασιν ἐθεάσατο τὸ κοινὸν καὶ συνῳκείωσε καθόσον ἦν δυνατὸν ἀλλήλοις· καὶ πρῶτος παρὰ Ἰσοκράτους τὰ καλούμενα ἀπόρρητα ἐξήνεγκεν,
据说柏拉图的女弟子——曼提尼亚的拉斯忒涅亚和佛利乌斯的阿克西奥忒亚——也听从他的讲学。当时狄奥尼修斯在给他的信中嘲弄道: “人们从你那位阿卡迪亚的女弟子身上,也可以领略到那份智慧。况且柏拉图对待前来投从的人并不收取学费,而你却征税敛财,无论是乐意的还是不乐意的都一概索取。” 正如狄奥多罗斯在《回忆录》第一卷中所言,他是第一个在各门学科中观察其相通之处,并尽可能将它们融通契合的人;他又如凯纽斯所说,是第一个从伊索克拉底那里泄漏所谓密传要义的人。
ὥς φησι Καινεύς. καὶ πρῶτος εὗρεν ᾧ τὰ φορμία τῶν φρυγάνων εὔογκα ποιοῦσιν. Ἤδη δὲ ὑπὸ παραλύσεως καὶ τὸ σῶμα διέφθαρτο, καὶ πρὸς Ξενοκράτην διεπέμπετο παρακαλῶν αὐτὸν ἐλθεῖν καὶ τὴν σχολὴν διαδέξασθαι. φασὶ δὲ αὐτὸν ἐπʼ ἀμαξίου φερόμενον εἰς τὴν Ἀκαδημείαν συναντῆσαι Διογένει καὶ Χαῖρε εἰπεῖν· τὸν δὲ φάναι, ἀλλὰ μὴ σύ γε, ὅστις ὑπομένεις ζῆν τοιοῦτος ὤν. καὶ τέλος ὑπὸ ἀθυμίας ἑκὼν τὸν βίον μετήλλαξε γηραιὸς ὤν. καὶ ἔστιν ἡμῶν εἰς αὐτόν· "ἀλλʼ εἰ μὴ Σπεύσιππον ἐμάνθανον ὧδε θανεῖσθαι, οὐκ ἂν ἔπεισέ μέ τις τόδε λέξαι· ὡς ἦν οὐχὶ Πλάτωνι πρὸς αἵματος·3 οὐ γὰρ ἀθυμῶν κάτθανεν ἂν διά τι σφόδρα μικρόν."
此外,他还是第一个发明用于把柴禾捆扎得轻便合抱之工具的人。 其时他的身体已因瘫痪而严重衰败,于是派人前往色诺克拉底处,请他前来接掌学堂。据说,当他乘着小车被送往学园途中,遇见了狄奥根尼,并向对方致意说“愿你安好(高兴)”;狄奥根尼却回答说: “你可别高兴,你落得如此模样竟还苟延残喘。” 最终,这位老人在忧郁失意中自愿结束了生命。我们作有关于他的一首诗: “若非我得悉斯珀西波斯乃如此逝去, 断无人能说动我出此言语: 说他与柏拉图绝非同血所出;因为他决不致 因某件极微细小事而郁郁致死。”
Πλούταρχος δέ φησιν ἐν τῷ Λυσάνδρου βίῳ καὶ Σύλλα φθειρσὶν ἐκζέσαι αὐτόν. ἦν δὲ καὶ τὸ σῶμα διακεχυμένος, ὥς φησι Τιμόθεος ἐν τῷ Περὶ βίων. οὗτος, φησί, πρὸς τὸν ἐρῶντα πλούσιον ἀμόρφου ἔφη, τί δέ σοι δεῖ τούτου;4 ἐγὼ γάρ σοι δέκα ταλάντων εὐμορφοτέραν εὑρήσω. Καταλέλοιπε δὲ πάμπλειστα ὑπομνήματα καὶ διαλόγους πλείονας, ἐν οἷς καὶ Ἀρίστιππον τὸν Κυρηναῖον. Περὶ πλούτου α′. Περὶ ἡδονῆς α′. Περὶ δικαιοσύνης α′. Περὶ φιλοσοφίας α′. Περὶ φιλίας α′. Περὶ θεῶν α′. Φιλόσοφος α′. Πρὸς Κέφαλον α′. Κέφαλος α′. Κλεινόμαχος ἢ Λυσίας α′. Πολίτης α′. Περὶ ψυχῆς α′. Πρὸς Γρύλλον α′.
然而普鲁塔克在《吕珊德传》与《苏拉传》中称,他是因生虱而溃烂致死。正如提摩太在《论生平》中所言,他的躯体也是浮肿涣散的。据称,他对一个爱上丑陋之人的富人说: “你何苦需要这个人呢?我花十塔兰同就能为你觅得一位更标致的美人。” 他留下了极多的札记和多篇对话录,其中包括: 《居勒尼的阿里斯提波》《论财富》一卷《论快乐》一卷《论正义》一卷《论哲学》一卷《论友谊》一卷《论诸神》一卷《哲学家》一卷《致刻法洛斯》一卷《刻法洛斯》一卷《克莱诺马霍斯,或吕西亚斯》一卷《公民》一卷《论灵魂》一卷《致格吕洛斯》一卷
Ἀρίστιππος α′. Τεχνῶν ἔλεγχος α′. Ὑπομνηματικοὶ διάλογοι. Τεχνικὸν α′. Διάλογοι τῶν περὶ τὴν πραγματείαν ὁμοίων α′ β′ γ′ δ′ ε′ ς′ ζ′ η θ′ ι′. Διαιρέσεις καὶ πρὸς τὰ ὅμοια ὑποθέσεις. Περὶ γενῶν καὶ εἰδῶν παραδειγμάτων. Πρὸς τὸν Ἀμάρτυρον. Πλάτωνος ἐγκώμιον. Ἐπιστολαὶ πρὸς Δίωνα, Διονύσιον, Φίλιππον. Περὶ νομοθεσίας. Μαθηματικός. Μανδρόβολος. Λυσίας. Ὅροι. Τάξεις ὑπομνημάτων. Στίχοι τρεῖς καὶ τετρακισμύριοι τεσσαρακόσιοι ἑβδομήκοντα πέντε. πρὸς τοῦτον γράφει καὶ Τιμωνίδης τὰς ἱστορίας, ἐν αἷς κατέταξε τὰς πράξεις Δίωνός τε καὶ Βίωνος. φησὶ δὲ καὶ Φαβωρῖνος ἐν δευτέρῳ Ἀπομνημονευμάτων ὡς Ἀριστοτέλης αὐτοῦ τὰ βιβλία τριῶν ταλάντων ὠνήσατο. Γέγονε Σπεύσιππος καὶ ἕτερος, ἰατρὸς Ἡροφίλειος Ἀλεξανδρεύς.
《阿里斯提波》一卷《技术考辨》一卷《札记式对话录》《技艺论》一卷《关于同一论题的类似对话录》第一、二、三、四、五、六、七、八、九、十卷《区分法与相似假设》《论范型的属与种》《致无证人者》《柏拉图赞词》《致狄翁、狄奥尼修斯、腓力书信集》《论立法》《数学家》《曼德罗博洛斯》《吕西亚斯》《定义集》《札记分类》。 诗行总计四万四千四百七十五行。提摩尼德斯也是写信向他寄送历史著作,在其中叙述了狄翁和比翁的伟绩。法沃里努斯在《回忆录》第二卷中亦记载,亚里士多德曾以三塔兰同的价格买下他的全部藏书。 此外,还有另一位斯珀西波斯,是亚历山大里亚的赫罗菲罗斯学派医生。
- 4.1.1ἐς τὸ δυνατὸν ἡμῖν συναγαγεῖν
介词短语 ἐς τὸ δυνατόν(在可能范围内)与限定性不定词 συναγαγεῖν 连用,并接与格 ἡμῖν(对我们而言)作为动作主体,充当“就我们所能搜集的限度而言”的限制性修饰。
- 4.1.1τῶν αὐτῶν Πλάτωνι δογμάτων
名词 δογμάτων 带有冠词与 αὐτός(相同的),并通过同等性与格 Πλάτωνι 表示比照基准,即“与柏拉图相同的教说”。这是 ὁ αὐτός 支配表示同一/相关之与格的规范句式。
- 4.1.3ἀλλʼ εἰ μὴ Σπεύσιππον ἐμάνθανον ὧδε θανεῖσθαι, οὐκ ἂν ἔπεισέ μέ τις τόδε λέξαι· ὡς ἦν οὐχὶ Πλάτωνι πρὸς αἵματος·
前半句为过去未实现的违实条件句(未完成过去直陈式 ἐμάνθανον 与 ἄν + 不定过去直陈式 ἔπεισε)。由 ὡς 引导的从句充当指示代词 τόδε 的同位语从句,解释其具体内容(“他与柏拉图并无血缘之亲”),否定词 οὐχί 直接修饰介词短语 πρὸς αἵματος(血亲)。
- 4.1.4τί δέ σοι δεῖ τούτου;
非人称动词 δεῖ 支配人称与格 σοι 及事物属格 τούτου。中性宾格代词 τί 作副词性/内面宾语用,意为“为了什么”、“有何必要”,整句即“你何需此人?”。
