- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:3.1.105-3.1.109
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-24
本节总结了善的三分法(可占有、可分有、固有)、审议的三种时态划分、声音的分类、事物按可分/不可分及均质/非均质的区分,以及绝对与相对事物的差别,并提及亚里士多德对柏拉图划分法的记述,最后列举了同名为柏拉图的哲学家与戏剧诗人。
τῶν ἐναντίων ἄρα τὰ μὲν ὡς ἀγαθὰ κακοῖς ἐναντία ἐστί· τὰ δὲ ὡς κακὰ κακοῖς· τὰ δὲ ὡς οὐδετέροις οὐδέτερα. Τῶν ἀγαθῶν γένη ἐστὶ τρία· τὰ μὲν γάρ ἐστιν ἑκτά, τὰ δὲ μεθεκτά, τὰ δὲ ὑπαρκτά. τὰ μὲν οὖν ἑκτά ἐστιν, ὅσα ἐνδέχεται ἔχειν, οἷον ἡ δικαιοσύνη καὶ ἡ ὑγίεια· μεθεκτὰ δέ, ὅσα ἔχειν μὲν μὴ ἐνδέχεται, μετασχεῖν δὲ αὐτῶν ἐνδέχεται· οἷον αὐτὸ τὸ ἀγαθὸν ἔχειν μὲν οὐκ ἐνδέχεται, μετασχεῖν δὲ αὐτοῦ ἐνδέχεται. ὑπαρκτὰ δέ, ὅσα μήτε μετασχεῖν μήτε σχεῖν ἐνδέχεται, ὑπάρχειν δὲ δεῖ· οἷον τὸ σπουδαῖον εἶναι 〈καὶ〉 τὸ δίκαιον εἶναι ἀγαθόν ἐστι· καὶ ταῦτα οὔτε σχεῖν οὔτε μετασχεῖν ἐστιν1, ἀλλʼ ὑπάρχειν δεῖ [σπουδαῖον εἶναι καὶ δίκαιον εἶναι]. τῶν ἀγαθῶν ἄρα τὰ μέν ἐστιν ἑκτά, τὰ δὲ μεθεκτά, τὰ δὲ ὑπαρκτά.
因此,在对立物中,有些是作为善与恶相对立,有些是作为恶与恶相对立,有些则是作为中性事物与中性事物相对立。 善有三个属:有些是可占有的,有些是可分有的,有些是固有的。可占有的善是指所有能够被占有的事物,例如正义与健康;可分有的善是指所有虽不能被占有却能够被分有的事物,例如善本身是无法占有的,但分有它却是可能的。固有的善是指所有既不能被分有也不能被占有、但必须实在具备的事物;例如做贤善者和做正义者乃是善;这些事物既无法占有也无法分有,而是必须实在具备。因此,在诸善中,有些是可占有的,有些是可分有的,有些是固有的。
Ἡ συμβουλία διαιρεῖται εἰς τρία· ἔστι γὰρ αὐτῆς ἓν μὲν ἐκ τῶν παροιχομένων χρόνων λαμβανόμενον, ἓν δὲ ἐκ τῶν μελλόντων, ἓν δὲ ἐκ τῶν ἐνεστώτων. τὰ μὲν οὖν ἐκ τῶν παροιχομένων παραδείγματα, οἷον τί ἔπαθον Λακεδαιμόνιοι πιστεύσαντες· τὰ δʼ ἐκ τῶν παρόντων, οἷον ἀποφαίνειν τείχη ἀσθενῆ2, δειλοὺς ἀνθρώπους, σῖτον ὀλίγον· τὰ δʼ ἐκ τῶν μελλόντων, οἷον ταῖς ὑπονοίαις μὴ ἀδικεῖν τὰς πρεσβείας, ὅπως μὴ ἄδοξος ἡ Ἑλλὰς γένηται. τῆς ἄρα συμβουλίας τὰ μέν ἐστιν ἐκ τῶν παροιχομένων, τὰ δʼ ἐκ τῶν παρόντων, τὰ δʼ ἐκ τῶν μελλόντων.
审议(劝导)分为三种:其一取自过去的时间,其一取自未来的时间,其一取自现在的时间。取自过去的是范例,例如斯巴达人因轻信而遭受了什么;取自现在的,例如指出城墙脆弱、士卒怯懦、粮食匮乏;取自未来的,例如劝告不可凭空猜疑而亏待使团,以免希腊蒙羞。因此,审议有些取自过去,有些取自现在,有些取自未来。
Ἡ φωνὴ διαιρεῖται εἰς δύο· ἓν μὲν αὐτῆς ἐστιν ἔμψυχον, ἓν δὲ ἄψυχον. ἔμψυχον μὲν ἡ τῶν ζῴων φωνή, ἄψυχον δὲ φθόγγοι καὶ ἦχοι. τῆς τοῦ ἐμψύχου φωνῆς ἡ μέν ἐστιν ἐγγράμματος, ἡ δὲ ἀγράμματος. ἐγγράμματος μὲν ἡ τῶν ἀνθρώπων, ἀγράμματος δὲ ἡ τῶν ζῴων. τῆς ἄρα φωνῆς ἡ μὲν ἔμψυχος, ἡ δὲ ἄψυχος. Τῶν ὄντων ἐστὶ τὰ μὲν μεριστά, τὰ δὲ ἀμέριστα. τούτων δὲ τῶν μεριστῶν τὰ μὲν ὁμοιομερῆ, τὰ δὲ ἀνομοιομερῆ. ἀμερῆ μὲν οὖν ἐστιν ὅσα μὴ ἔχει διαίρεσιν μηδὲ ἔκ τινος σύγκειται, οἷον ἥ τε μονὰς καὶ ἡ στιγμὴ καὶ ὁ φθόγγος· μεριστὰ δὲ ὅσα ἔκ τινος σύγκειται, οἷον αἵ τε συλλαβαὶ καὶ συμφωνίαι καὶ ζῷα καὶ ὕδωρ καὶ χρυσός.
声音分为两种:其一是有生命的,其一是无生命的。有生命的是动物的叫声,无生命的是音调与回响。在有生命的声音中,一种是可成文的(分节的),另一种是不可成文的(非分节的)。可成文的是人类的声音,不可成文的是其他动物的声音。因此,声音一种是有生命的,另一种是无生命的。 在现存事物中,有些是可分的,有些是不可分的。在这些可分事物中,有些是同质部分的(均质的),有些是异质部分的(非均质的)。不可分的事物是指所有不具分割性且不从任何事物合成之物,例如单子、点和单音;可分的事物是指所有从某种事物合成之物,例如音节、协和音、动物、水和黄金。
ὁμοιομερῆ ὅσα ἐξ ὁμοίων σύγκειται καὶ μηδὲν διαφέρει τὸ ὅλον τοῦ μέρους εἰ μὴ τῷ πλήθει, οἷον τὸ ὕδωρ καὶ τὸ χρυσίον καὶ πᾶν τὸ χυτὸν καὶ τὸ τοιοῦτον. ἀνομοιομερῆ δὲ ὅσα ἐξ ἀνομοίων μερῶν σύγκειται, οἷον οἰκία καὶ τὰ τοιαῦτα. τῶν ὄντων ἄρα τὰ μέν ἐστι μεριστά, τὰ δὲ ἀμερῆ· τῶν δὲ μεριστῶν τὰ μὲν ὁμοιομερῆ, τὰ δὲ ἀνομοιομερῆ. Τῶν ὄντων τὰ μέν ἐστι καθʼ ἑαυτά, τὰ δὲ πρός τι λέγεται. τὰ μὲν οὖν καθʼ ἑαυτὰ λεγόμενά ἐστιν ὅσα ἐν τῇ ἑρμηνείᾳ μηδενὸς προσδεῖται· ταῦτα δʼ ἂν εἴη οἷον ἄνθρωπος, ἵππος καὶ τἆλλα ζῷα.
同质部分的事物是指所有由相似部分合成、且整体与部分除数量外毫无差异之物,例如水、黄金、一切可熔流之物及此类事物。异质部分的事物是指所有由相异部分合成之物,例如房屋及此类事物。因此,现存事物中有些是可分的,有些是不可分的;在可分事物中,有些是同质部分的,有些是异质部分的。 在现存事物中,有些是就其自身而言的(绝对的),有些是相对于某物而言的(相对的)。就其自身而言的事物,是指在其表述中无需外加任何说明之物;这些例如人、马以及其他动物。
τούτων γὰρ οὐδὲν διʼ ἑρμηνείας χωρεῖ3. τῶν δὲ πρός τι λεγομένων ὅσα προσδεῖταί τινος ἑρμηνείας, οἷον τὸ μεῖζόν τινος καὶ τὸ θᾶττόν τινος καὶ τὸ κάλλιον καὶ τὰ τοιαῦτα· τό τε γὰρ μεῖζον ἐλάττονός ἐστι μεῖζον καὶ τὸ θᾶττόν τινός ἐστι 〈θᾶττον〉. τῶν ὄντων ἄρα τὰ μὲν αὐτὰ καθʼ αὑτὰ λέγεται, τὰ δὲ πρός τι. ὧδε καὶ τὰ πρῶτα διῄρει κατὰ τὸν Ἀριστοτέλην. Γέγονε δὲ καὶ ἄλλος Πλάτων φιλόσοφος Ῥόδιος, μαθητὴς Παναιτίου, καθά φησι Σέλευκος ὁ γραμματικὸς ἐν πρώτῳ Περὶ φιλοσοφίας· καὶ ἄλλος, περιπατητικός, μαθητὴς Ἀριστοτέλους· καὶ ἕτερος Πραξιφάνους· καὶ ὁ τῆς ἀρχαίας κωμῳδίας ποιητής.
因为这些事物都不需要通过相对的限定说明来成立。而相对于某物而言的事物,是指所有需要某种限定说明之物,例如比某物更大、比某物更快、更美以及诸如此类之物;因为更大者乃是相对于更小者而言更大,更快者乃是相对于某物而言更快。因此,在现存事物中,有些是就其自身而言,有些是相对于某物而言。据亚里士多德所言,他也正是这样划分最初诸范畴的。 此外,还有另一位柏拉图,是罗得岛的哲学家,帕奈提乌斯的门徒,正如文法学家塞琉古在《论哲学》第一卷中所述;还有另一位逍遥派哲学家,是亚里士多德的门徒;另有一位是普拉克西法奈斯的门徒;以及那位古喜剧诗人柏拉图。
- 3.1.105οὔτε σχεῖν οὔτε μετασχεῖν ἐστιν
非人称动词 ἔστι 后接不定式,相当于 ἔξεστι,表否定可能意义(“既无法占有也无法分有”)。此句是对前文 ὅσα μήτε μετασχεῖν μήτε σχεῖν ἐνδέχεται 的换言重述。
- 3.1.106ἀποφαίνειν τείχη ἀσθενῆ
不定式 ἀποφαίνειν 起实质上的名词作用(“明示……”),在主系词省略的结构中,与前句的名词 παραδείγματα(范例)以及后句具有劝诫意义的 μὴ ἀδικεῖν 构成平行列举关系。
- 3.1.109διʼ ἑρμηνείας χωρεῖ
动词 χωρεῖ 与介词 διά 连用接属格,意为“通过附加解释/限定说明而进行(成立)”。它呼应了前文的 ἐν τῇ ἑρμηνείᾳ μηδενὸς προσδεῖται(在表述中无需外加任何说明),说明自足实体在语义上不依赖相对项的自立性。
