← 第欧根尼·拉尔修

哲人言行录

§3.1.99-3.1.104

幸福要素与技艺及善恶区分与对立关系

本段详述了幸福要素的具体界定、技艺的三分法(准备、加工、使用)、善的四种类别、现存事物的分类(善、恶、中性)、善政与不法各自的三种情形,以及三种对立关系(善与恶相对、恶与恶相对、中性与中性相对)。

← 上一节下一节 →

ἡ μὲν εὐβουλία γίνεται ἐκ παιδείας καὶ ἐκ τοῦ πολλῶν ἔμπειρον γενέσθαι· ἡ δὲ εὐαισθησία ἐκ τῶν τοῦ σώματος μερῶν, οἷον ἐάν τις ὀφθαλμοῖς ὁρᾷ καὶ τοῖς ὠσὶν ἀκούῃ καὶ τῇ ῥινὶ καὶ τῷ στόματι αἰσθάνηται ὧν δεῖ αἰσθάνεσθαι· τὸ δὴ τοιοῦτον εὐαισθησία. ἡ δὲ εὐτυχία, ὅταν ἐφʼ ἃ σκοπεῖ πράξῃ κατʼ ὀρθὸν ἃ δεῖ πράττειν τὸν σπουδαῖον2. εὐδοξία δʼ ἐστὶν ὅταν τις εὖ ἀκούῃ1· εὐπορία δʼ ἐστὶν ὅταν τις πρὸς τὰς ἐν τῷ βίῳ χρήσεις οὕτως ἔχῃ ὥστε καὶ φίλους εὖ ποιῆσαι καὶ φιλοτίμως καὶ εὐπόρως ἀπολειτουργῆσαι. ᾧ δὲ ὑπάρχει ταῦτα πάντα, οὗτός ἐστιν εὐδαίμων τελέως. τῆς ἄρα εὐδαιμονίας ἐστὶ τὸ μὲν εὐβουλία, τὸ δὲ εὐαισθησία καὶ ὑγίεια τοῦ σώματος, τὸ δὲ εὐτυχία, τὸ δὲ εὐδοξία, τὸ δὲ εὐπορία.

良好的审谋源于教育和对诸多事物的经验积累。感觉敏锐源于身体各部位,例如人若用眼睛观看,用耳朵倾听,用鼻子和嘴巴感知应当感知的事物,此种状态即为感觉敏锐。幸运是指,当一个人朝着所求的目标,正确地实行了贤者所应当做的事情之时。美名是指一个人享有善誉(受人称颂)之时。充裕是指一个人在生活所需方面处境宽裕,以至于既能善待友人,又能体面且慷慨地承担公共捐输。兼备所有这些条件的人,乃是完全幸福的。因此,幸福包含良好的审谋、身体感觉敏锐与健康、幸运、美名以及充裕。

Αἱ τέχναι εἰς τρία διαιροῦνται· ἡ μὲν πρώτη, ἡ δὲ δευτέρα, ἡ δὲ τρίτη. πρώτη μὲν οὖν ἡ μεταλλευτικὴ καὶ ὑλοτομική· παρασκευαστικαὶ γάρ εἰσιν. ἡ δὲ χαλκευτικὴ καὶ ἡ τεκτονικὴ μετασχηματιστικαί εἰσιν· ἐκ μὲν γὰρ τοῦ σιδήρου ἡ χαλκευτικὴ ὅπλα ποιεῖ, ἡ δὲ τεκτονικὴ ἐκ τῶν ξύλων αὐλοὺς καὶ λύρας. ἡ δὲ χρηστική3, οἷον ἱππικὴ τοῖς χαλινοῖς χρῆται, ἡ πολεμικὴ τοῖς ὅπλοις, ἡ μουσικὴ τοῖς αὐλοῖς καὶ τῇ λύρᾳ. τῆς τέχνης ἄρα τρία εἴδη ἐστί· τὸ μέν τι πρῶτον, τὸ δέ τι δεύτερον, τὸ δέ τι τρίτον.

技艺分为三类:第一种、第二种和第三种。第一种是采矿术和伐木术,因为它们属于准备性(材料采办)的。锻铁术与木工术属于形态改变(加工制作)的:因为锻铁术由铁制成武器,木工术由木材制成笛子与里拉琴。使用性技艺例如:骑术使用马勒,军事术使用武器,音乐艺术使用笛子与里拉琴。因此,技艺有三种形式:第一种、第二种和第三种。

Τὸ ἀγαθὸν εἰς τέτταρα γένη διαιρεῖται· ὧν ἓν μὲν λέγομεν εἶναι τὸν τὴν ἀρετὴν ἔχοντα ἰδίᾳ ἀγαθόν· ἄλλο δὲ αὐτὴν τὴν ἀρετὴν καὶ τὴν δικαιοσύνην λέγομεν ἀγαθὸν εἶναι· τρίτον δέ, οἷον σιτία καὶ γυμνάσια τὰ πρόσφορα καὶ φάρμακα· τέταρτον δέ φαμεν εἶναι ἀγαθόν, οἷον αὐλητικὴν καὶ ὑποκριτικὴν καὶ τὰ τοιαῦτα. ἀγαθοῦ ἄρα τέτταρα εἴδη ἐστί· τὸ μὲν τὸ τὴν ἀρετὴν ἔχειν, ἕτερον δὲ αὐτὴ ἡ ἀρετή, τρίτον δὲ σιτία καὶ γυμνάσια τὰ ὠφέλιμα· τέταρτον δὲ αὐλητικὴν καὶ ὑποκριτικὴν καὶ ποιητικὴν ἀγαθὸν λέγομεν εἶναι.

善分为四个属:其中之一我们称为个别而言具备德性的人;另一者我们称为德性本身和正义;第三种例如合宜的食物、体操锻炼与药物;第四种我们称之为善的,例如笛子演奏术、戏剧表演术以及诸如此类之事。因此,善有四种形式:具备德性、德性本身、有益的食物与锻炼,第四是我们称笛子演奏术、表演术与诗艺为善。

τῶν ὄντων τὰ μέν ἐστι κακά, τὰ δὲ ἀγαθά, τὰ δὲ οὐδέτερα. τούτων κακὰ μὲν ταῦτα λέγομεν, τὰ δυνάμενα βλάπτειν ἀεί, οἷον ἀκρισίαν καὶ ἀφροσύνην καὶ ἀδικίαν καὶ τὰ τοιαῦτα· τὰ δὲ τούτοις ἐναντία ἀγαθά ἐστι. τὰ δὲ ἐνίοτε μὲν ὠφελεῖν, ἐνίοτε δὲ βλάπτειν—οἷον τὸ περιπατεῖν καὶ τὸ καθῆσθαι καὶ ἐσθίειν—〈ἢ〉 ὅλως μήτε ὠφελῆσαι μήτε βλάψαι δυνάμενα, ταῦτα γοῦν οὔτε ἀγαθὰ οὔτε κακά ἐστι. τῶν ἄρα ὄντων τὰ μὲν ἀγαθά, τὰ δὲ κακά, τὰ δʼ οὐδέτερα τούτων.

在现存事物中,有些是恶的,有些是善的,有些是中性的(不分善恶的)。其中,我们把那些始终能够造成伤害的事物称为恶,例如缺乏辨别力、愚蠢、不义以及诸如此类之事;与这些相反的事物则是善。而那些有时有益有时有害的事物——例如漫步、坐着和进食——或者完全既不能致益也不能致害者,这些至少既非善亦非恶。因此,在现存事物中,有些是善,有些是恶,有些则是介于二者之间的中性之物。

Εὐνομία διαιρεῖται εἰς τρία· ἓν μέν, ἐὰν ὦσιν οἱ νόμοι σπουδαῖοι, εὐνομίαν φαμὲν εἶναι· ἕτερον δέ, ἐὰν τοῖς κειμένοις νόμοις ἐμμένωσιν οἱ πολῖται, καὶ τοῦτό φαμεν εὐνομίαν εἶναι· τρίτον δέ, ἐὰν μὴ ὄντων τῶν νόμων κατὰ ἔθη καὶ ἐπιτηδεύματα χρηστῶς πολιτεύωνται, καὶ τοῦτο εὐνομίαν προσαγορεύομεν· τῆς εὐνομίας ἄρα ἓν μέν ἐστι νόμους σπουδαίους εἶναι· ἄλλο δέ, ἐὰν τοῖς οὖσι νόμοις ἐμμένωσι· τρίτον δέ, ἐὰν ἔθεσι καὶ ἐπιτηδεύμασι χρηστοῖς πολιτεύωνται. Διαιρεῖται ἡ ἀνομία εἰς τρία· ὧν ἓν μέν ἐστιν, ἐὰν ὦσιν οἱ νόμοι μοχθηροὶ καὶ πρὸς ξένους καὶ πρὸς πολίτας·

善政(良法良治)分为三种:其一,如果法律是优秀的,我们称之为善政;其二,如果公民遵守现存的法律,我们也称之为善政;其三,如果在没有成文法律的情况下,人们按照习俗与日常惯例良好地治理城邦,我们也称此为善政。因此,善政包含:法律优秀、人们遵从现存法律,以及依循良好的习俗与惯例治理城邦。不法(违法乱纪)分为三种:其中之一是,如果法律无论对于外邦人还是对于公民都是恶劣的;

ἕτερον δέ, ἐὰν τοῖς ὑπάρχουσι μὴ πείθωνται· ἄλλο δέ, ἐὰν ὅλως μηδεὶς ᾖ νόμος. τῆς ἄρα ἀνομίας ἓν μέν ἐστι τὸ μοχθηροὺς εἶναι τοὺς νόμους· ἄλλο δέ, ἐὰν τοῖς οὖσι μὴ πείθωνται· τρίτον δέ, ἐὰν μηδεὶς ᾖ νόμος. Τὰ ἐναντία διαιρεῖται εἰς τρία· οἷον ἀγαθὰ κακοῖς ἐναντία φαμὲν εἶναι, ὡς τὴν δικαιοσύνην τῇ ἀδικίᾳ καὶ τὴν φρόνησιν τῇ ἀφροσύνῃ καὶ τὰ τοιαῦτα. κακὰ δὲ κακοῖς ἐναντία ἐστίν, οἷον ἡ ἀσωτία τῇ ἀνελευθερίᾳ καὶ τὸ ἀδίκως στρεβλοῦσθαι τῷ δικαίως στρεβλοῦσθαι4· καὶ τὰ τοιαῦτα κακὰ κακοῖς ἐναντία ἐστί. τὸ δὲ βαρὺ τῷ κούφῳ καὶ τὸ ταχὺ τῷ βραδεῖ καὶ τὸ μέλαν τῷ λευκῷ ὡς οὐδέτερα οὐδετέροις ἐναντία ἐστίν.

其二为,人们不服从现存的法律;其三为,如果根本没有任何法律。因此,不法包含:法律恶劣、不服从现存法律,以及不存在任何法律。对立物分为三种:例如我们说善与恶相对立,如同正义对立于不义、明智对立于愚妄以及此类事物。恶与恶也相对立,例如挥霍对立于吝啬,非义地遭受严刑拷打对立于正当地遭受严刑拷打;诸如此类的恶互相对立。而重对立于轻,快对立于慢,黑对立于白,乃是作为中性事物与中性事物相对立。

语法注4 条
  1. 3.1.99εὖ ἀκούῃ

    动词 ἀκούω 搭配副词 εὖ 的惯用被动表达,意为“获得良好声誉”或“受人好评/称赞”。

  2. 3.1.99ἐφʼ ἃ σκοπεῖ πράξῃ κατʼ ὀρθὸν ἃ δεῖ πράττειν τὸν σπουδαῖον

    双重关系词结构:介词短语引导的关系分句 ἐφʼ ἅ(“针对其所追求的目标”)作状语,其后紧接着的关系分句 ἃ δεῖ πράττειν τὸν σπουδαῖον(“贤者应当做的事”)充当主句动词 πράξῃ 的直接宾语。

  3. 3.1.100ἡ δὲ χρηστική

    阴性形容词省略了名词 τέχνη。它指的是在材料准备性技艺(παρασκευαστική)和加工形变技艺(μετασχηματιστική)之后的第三种阶段,即实际使用器具的使用性技艺(χρηστική)。

  4. 3.1.104τὸ ἀδίκως στρεβλοῦσθαι τῷ δικαίως στρεβλοῦσθαι

    带定冠词的被动不定词通过与格形成对立。因受拷问包含肉体创伤与痛苦,两者本身均被视作恶(κακά),但因一者属无端横遭的不义之恶,另一者属依法受惩的苦难之恶,二者从而构成了“恶与恶相对立”的例证。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:3.1.99-3.1.104