- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:3.1.94-3.1.98
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-24
本节列举修辞术的其余两种形式(颂赞与谴责)以及正确言说的四项条件,随后依次对恩惠、终结、能力、博爱和幸福的组成部分进行系统划分。
πέμπτον εἶδος ῥητορείας, ὅταν τις εὖ λέγῃ καὶ ἀποφαίνῃ καλὸν κἀγαθόν· τὸ δὴ τοιοῦτον εἶδος καλεῖται ἐγκώμιον. ἕκτον εἶδος, ὅταν τις ἀποφαίνῃ φαῦλον· τὸ δὲ τοιοῦτον εἶδος καλεῖται ψόγος. τῆς ἄρα ῥητορείας ἐστὶ τὸ μὲν ἐγκώμιον, τὸ δὲ ψόγος, τὸ δὲ προτροπή, τὸ δὲ ἀποτροπή, τὸ δὲ κατηγορία, τὸ δὲ ἀπολογία. Τὸ ὀρθῶς λέγειν διαιρεῖται εἰς τέτταρα· ἓν μὲν ἃ δεῖ λέγειν, ἓν δὲ ὅσα δεῖ λέγειν, τρίτον πρὸς οὓς δεῖ λέγειν, τέταρτον δὲ πηνίκα λέγειν δεῖ. ἃ μὲν οὖν δεῖ λέγειν, ἃ μέλλει συμφέρειν τῷ λέγοντι καὶ τῷ ἀκούοντι· τὸ δὲ ὅσα δεῖ λέγειν, μὴ πλείω μηδὲ ἐλάττω τῶν ἱκανῶν.
修辞术的第五种形式是,当有人称赞某人并证明其贤良德性时;这种形式被称为颂赞。第六种形式是,当有人证明某人低劣卑鄙时;这种形式被称为谴责。因此,修辞术有颂赞、谴责、劝勉、阻止、控告与辩护。 正确说话分为四个方面:其一为应当说什么,其二为应当说多少,其三为应当对谁说,其四为应当何时说。应当说的,是那些对说话者和听话者都将有益的事物。应当说多少,是既不多于也不少于所需的分量。
τὸ δὲ πρὸς οὓς δεῖ λέγειν, ἄν τε πρὸς πρεσβυτέρους [ἁμαρτάνοντας] διαλέγῃ, ἁρμόττοντας δεῖ τοὺς λόγους διαλέγεσθαι ὡς πρεσβυτέροις· ἄν τε πρὸς νεωτέρους, ἁρμόττοντας δεῖ λέγεσθαι ὡς νεωτέροις. πηνίκα δὲ λέγειν ἐστί, μήτε προτέρω μήτε ὑστέρω· εἰ δὲ μή, διαμαρτήσεσθαι καὶ οὐκ ὀρθῶς ἐρεῖν1. Ἡ εὐεργεσία διαιρεῖται εἰς τέτταρα· ἢ γὰρ χρήμασιν ἢ σώμασιν ἢ ταῖς ἐπιστήμαις ἢ τοῖς λόγοις. τοῖς μὲν οὖν χρήμασιν, ὅταν δεομένῳ παραβοηθήσῃ τις εἰς χρημάτων λόγον εὐπορῆσαι· τοῖς δὲ σώμασιν εὖ ποιοῦσιν ἀλλήλους, ὅταν παραγενόμενοι τυπτομένοις παραβοηθῶσιν·
应当对谁说是指:无论与年长者交谈,都必须用适合于年长者的方式言谈;抑或对年轻人,都必须用适合于年轻人的方式说话。应当何时说是指:既不过早亦不过晚;否则,便将犯错而无法正确言说。 恩惠(善行)分为四种:或凭借财物,或凭借身体,或凭借知识技术,或凭借言辞。凭借财物是指,当有人向匮乏者提供援助以使其在财物用度上富足时;凭借身体互相施惠是指,当有人亲临现场援助那些遭殴打的人时。
οἱ δὲ παιδεύοντες καὶ ἰατρεύοντες καὶ διδάσκοντες ἀγαθόν τι, οὗτοι δὲ ταῖς ἐπιστήμαις εὐεργετοῦσιν· ὅταν δʼ εἰσέλθωσιν εἰς δικαστήριον ἄλλος ὑπὲρ ἄλλου βοηθὸς καὶ λόγον τινὰ ἐπιεικῆ ὑπὲρ αὐτοῦ εἴπῃ, οὗτος δὴ λόγῳ εὐεργετεῖ. τῆς ἄρα εὐεργεσίας ἡ μέν ἐστι διὰ χρημάτων, ἡ δὲ διὰ σωμάτων, ἡ δὲ διὰ ἐπιστημῶν, τετάρτη διὰ λόγων. Διαιρεῖται τὸ τέλος τῶν πραγμάτων εἰς τέτταρα εἴδη· ἓν μὲν κατὰ νόμον τέλος τὰ πράγματα λαμβάνει, ὅταν ψήφισμα γένηται καὶ τοῦθʼ ὁ νόμος τελέσῃ· κατὰ φύσιν δὲ τέλος τὰ πράγματα λαμβάνει, ἥ τε ἡμέρα καὶ ὁ ἐνιαυτὸς καὶ αἱ ὧραι2. κατὰ τέχνην δὲ τέλος τὰ πράγματα λαμβάνει, οἷον ἡ οἰκοδομική· οἰκίαν γάρ τις ἐπιτελεῖ· καὶ ἡ ναυπηγική· πλοῖα γάρ.
从事教化、医治以及传授益事的人,乃是凭借知识技术施恩。当有人作为帮手为另一人步入法庭,并为其发表公正得体的辩词时,此人正是凭借言辞施恩。因此,恩惠有通过财物的、通过身体的、通过知识技术的,第四是依据言辞的。 事物的终结(完成)分为四种形式:其一,事物依法律达到终结,即当决议通过且法律使之完成时;事物依自然达到终结,如白天、年份与四季;事物依技术达到终结,例如建筑术,因为人借此完成房屋;造船术亦然,因为造就船舶。
κατὰ τύχην δὲ γίνεται τοῖς πράγμασι τέλος, ὅταν ἄλλως καὶ μὴ ὡς ὑπολαμβάνει τις ἀποβαίνῃ. τοῦ τέλους ἄρα τῶν πραγμάτων τὸ μὲν κατὰ νόμον, τὸ δὲ κατὰ φύσιν, τὸ δὲ κατὰ τέχνην, τὸ δὲ κατὰ τύχην ἐστίν. Ἡ δύναμις διαιρεῖται εἰς τέτταρα εἴδη· ἓν μὲν ὃ δυνάμεθα τῇ διανοίᾳ, λογίζεσθαι καὶ ὑπονοεῖν· ἕτερον δὲ τῷ σώματι, οἷον πορεύεσθαι καὶ διδόναι καὶ λαμβάνειν καὶ τὰ τοιαῦτα· τρίτον ὃ δυνάμεθα πλήθει στρατιωτῶν καὶ χρημάτων, ὅθεν καλεῖται πολλὴν δύναμιν ἔχων βασιλεύς· τετάρτη δὲ διαίρεσις δυνάμεως πάσχειν καὶ εὖ ποιεῖν καὶ κακῶς3· οἷον ἀρρωστεῖν καὶ παιδεύεσθαι δυνάμεθα καὶ ὑγιεῖς γίνεσθαι καὶ πάντα τὰ τοιαῦτα. τῆς ἄρα δυνάμεως ἡ μέν ἐστιν ἐν διανοίᾳ, ἡ δʼ ἐν τῷ σώματι, ἡ δʼ ἐν στρατοπέδῳ καὶ χρήμασιν, ἡ δʼ ἐν τῷ ποιεῖν καὶ πάσχειν.
事物依机运达到终结,是指当事情的发展有别于且不符合人们预料之时。因此,事物的终结有依法律的、依自然的、依技术的与依机运的。 能力(力量)分为四种形式:其一为我们凭借智力所能做到的,即计算与推度;其二为凭借身体所能做到的,例如行走、给予、接受以及所有此类事情;其三为我们凭借士兵与财物的众多所能做到的,国王正因此被称为拥有巨大力量者;第四种能力区分是受动,以及行为良好或恶劣:例如我们能够生病、受教育、恢复健康以及所有此类事情。因此,能力有存在于智力中的、存在于身体中的、存在于军队与财富中的,以及存在于作为与承受中的。
Τῆς φιλανθρωπίας ἐστὶν εἴδη τρία· ἓν μὲν διὰ τῆς προσηγορίας γινόμενον, οἷον ἐν οἷς τινες τὸν ἐντυχόντα πάντα προσαγορεύουσι καὶ τὴν δεξιὰν ἐμβάλλοντες χαιρετίζουσιν. ἄλλο εἶδος, ὅταν τις βοηθητικὸς ᾖ παντὶ τῷ ἀτυχοῦντι. ἕτερον εἶδός ἐστι τῆς φιλανθρωπίας, ἐν ᾧ τινες φιλοδειπνισταί εἰσι. τῆς ἄρα φιλανθρωπίας τὸ μέν ἐστι διὰ τοῦ προσαγορεύειν, τὸ δὲ διὰ τοῦ εὐεργετεῖν, τὸ δὲ διὰ τοῦ ἑστιᾶν καὶ φιλοσυνουσιάζειν. Ἡ εὐδαιμονία διαιρεῖται εἰς πέντε μέρη· ἡ μὲν γὰρ αὐτῆς ἐστιν εὐβουλία, ἕτερον δὲ εὐαισθησία καὶ ὑγίεια τοῦ σώματος, τρίτον εὐτυχία ἐν ταῖς πράξεσι, τέταρτον εὐδοξία παρὰ τοῖς ἀνθρώποις, πέμπτον εὐπορία χρημάτων καὶ τῶν εἰς τὸν βίον χρησίμων.
博爱(仁爱)有三种形式:其一是通过问候致意实现的,例如有些人向所遇见的每个人打招呼并伸出右手致意。另一种形式是,当有人乐于援助每一个不幸之人时。博爱的又一种形式,是有些人乐于宴请宾客。因此,博爱有通过打招呼致意的、通过行善施恩的,以及通过宴客亲睦交往的。 幸福分为五个部分:其一为良好的审谋,其二为身体感觉敏锐与健康,其三为在诸种事务中的幸运,其四为在世人中的美名,其五为财富以及生活所必需之物的充裕。
- 3.1.95εἰ δὲ μή, διαμαρτήσεσθαι καὶ οὐκ ὀρθῶς ἐρεῖν
将来时不定词 διαμαρτήσεσθαι 与 ἐρεῖν 在句中作为承接前文条件的间接引语结构,受隐含的言说或结果动词(如 φαμέν 或 συμβήσεται)支配,表示如果不遵循前述时机将导致的必然结果:“否则[便会]犯错而无法正确言说”。
- 3.1.96κατὰ φύσιν δὲ τέλος τὰ πράγματα λαμβάνει, ἥ τε ἡμέρα καὶ ὁ ἐνιαυτὸς καὶ αἱ ὧραι
主格名词短语 ἥ τε ἡμέρα καὶ ὁ ἐνιαυτὸς καὶ αἱ ὧραι 紧接在谓语部分之后,作为同位语或具象例示修饰主语 τὰ πράγματα,指明事物按自然实现终结的具体体现正是“白天、年份与四季”。
- 3.1.97τετάρτη δὲ διαίρεσις δυνάμεως πάσχειν καὶ εὖ ποιεῖν καὶ κακῶς
不定词短语 πάσχειν καὶ εὖ ποιεῖν καὶ κακῶς 作为说明性同位语(epexegetic infinitive)置于表语名词 διαίρεσις 之后,起到界定第四种能力划分内容的名词性作用,即“受动,以及行为良好或恶劣”。
