← 第欧根尼·拉尔修

哲人言行录

§3.1.89-3.1.93

美的区分与灵魂三分说及统治形态的分类

本段论述了出身高贵的第四种形式(个人品德)与美的三种区分,随后阐明了灵魂三分说、四主德的功用、五种统治模式以及修辞术的前四种类型。

← 上一节下一节 →

ἄλλο εἶδος, ἐὰν αὐτός τις ᾖ γεννάδας τὴν ψυχὴν καὶ μεγαλόψυχος· καὶ τοῦτον εὐγενῆ φασι· καὶ τῆς γε εὐγενείας αὕτη κρατίστη. τῆς ἄρα εὐγενείας τὸ μὲν ἀπὸ προγόνων ἐπιεικῶν, τὸ δὲ δυναστῶν, τὸ δὲ ἐνδόξων, τὸ δʼ ἀπὸ τῆς αὐτοῦ καλοκαγαθίας. Τὸ κάλλος διαιρεῖται εἰς τρία· ἓν μὲν γὰρ αὐτοῦ ἐστιν ἐπαινετόν, οἷον ἡ διὰ τῆς ὄψεως εὐμορφία· ἄλλο δὲ χρηστικόν, οἷον ὄργανον καὶ οἰκία καὶ τὰ τοιαῦτα πρὸς χρῆσίν ἐστι καλά· τὸ δὲ πρὸς νόμους καὶ ἐπιτηδεύματα καὶ τὰ τοιαῦτα, 〈ἃ〉 πρὸς ὠφέλειάν ἐστι καλά. τοῦ ἄρα κάλλους τὸ μέν ἐστι πρὸς ἔπαινον, τὸ δὲ πρὸς χρῆσιν, τὸ δὲ πρὸς ὠφέλειαν.

另一种形式是,若某人自身在心灵上高贵且气度宏大;人们称这样的人也是出身高贵;而在各种出身高贵中,这正是最优秀的一种。因此,出身高贵有出自正直祖先的、出自统治者的、出自名门显贵的,以及出自自身贤良德性的。 美分为三种:其一值得称赞,例如由视觉所见的外貌秀美;其二属于实用,例如器物、房舍及类似物品在用途上是美的;其三关于法律、习俗及类似事物,在有益性上是美的。因此,美有面向赞扬的、面向实用的与面向有益性的。

Ἡ ψυχὴ διαιρεῖται εἰς τρία· τὸ μὲν γὰρ αὐτῆς ἐστι λογιστικόν, τὸ δὲ ἐπιθυμητικόν, τὸ δὲ θυμικόν. τούτων δὲ τὸ μὲν λογιστικόν ἐστιν αἴτιον τοῦ βουλεύεσθαί τε καὶ λογίζεσθαι καὶ διανοεῖσθαι καὶ πάντων τῶν τοιούτων· τὸ δʼ ἐπιθυμητικὸν μέρος ἐστὶ τῆς ψυχῆς αἴτιον τοῦ ἐπιθυμεῖν φαγεῖν καὶ τοῦ πλησιάσαι καὶ τῶν τοιούτων πάντων. τὸ δὲ θυμικὸν μέρος αἴτιόν ἐστι τοῦ θαρρεῖν καὶ ἥδεσθαι καὶ λυπεῖσθαι καὶ ὀργίζεσθαι. τῆς ἄρα ψυχῆς ἐστι τὸ μὲν λογιστικόν, τὸ δὲ ἐπιθυμητικόν, τὸ δὲ θυμικόν. Τῆς τελείας ἀρετῆς εἴδη τέτταρα· ἓν μὲν φρόνησις, ἓν δὲ δικαιοσύνη, ἄλλο δʼ ἀνδρεία, τέταρτον σωφροσύνη.

灵魂分为三个部分:其一是理性部分,其二是欲望部分,其三是激情部分。在这些部分中,理性部分是深思熟虑、推理、思考以及所有此类活动的原因(依据);灵魂的欲望部分是渴望进食、交合以及所有此类事物的原因;激情部分则是勇毅、愉悦、悲伤与发怒的原因。因此,灵魂有理性部分、欲望部分与激情部分。 完满的德性有四种形式:其一是明智,其一是正义,另一是勇敢,第四是节制。

τούτων ἡ μὲν φρόνησις αἰτία τοῦ πράττειν ὀρθῶς τὰ πράγματα· ἡ δὲ δικαιοσύνη τοῦ ἐν ταῖς κοινωνίαις καὶ τοῖς συναλλάγμασι δικαιοπραγεῖν· ἡ δὲ ἀνδρεία τοῦ ἐν τοῖς κινδύνοις καὶ φοβεροῖς μὴ ἐξίστασθαι ποιεῖν, ἀλλὰ μένειν1· ἡ δὲ σωφροσύνη τοῦ κρατεῖν τῶν ἐπιθυμιῶν καὶ ὑπὸ μηδεμιᾶς ἡδονῆς δουλοῦσθαι, ἀλλὰ κοσμίως ζῆν. τῆς ἀρετῆς ἄρα τὸ μέν ἐστι φρόνησις, ἄλλο δικαιοσύνη, τρίτον ἀνδρεία, τέταρτον σωφροσύνη. Ἡ ἀρχὴ διαιρεῖται εἰς μέρη πέντε· ἓν μὲν εἰς τὸ κατὰ νόμον, ἓν δὲ εἰς τὸ κατὰ φύσιν, ἓν δὲ εἰς τὸ κατὰ ἔθος, τέταρτον εἰς τὸ κατὰ γένος, πέμπτον δὲ κατὰ βίαν.

在这些德性中,明智是正确行事的原因;正义是在共同体往来与契约交易中行事公道的原因;勇敢是在危险与可畏之境中令人不退缩、反而坚定坚守的原因;节制则是克制欲望、不为任何快乐所奴役并过有秩序的生活的原因。因此,德性有明智、正义、第三是勇敢、第四是节制。 统治(权力)分为五个部分:其一依据法律,其一依据自然,其一依据习俗,第四依据宗族门第,第五依据强力。

οἱ μὲν οὖν ἐν ταῖς πόλεσιν ἄρχοντες ὑπὸ τῶν πολιτῶν ἐπὰν αἱρεθῶσι, κατὰ νόμον ἄρχουσιν· οἱ δὲ κατὰ φύσιν, οἱ ἄρρενες, οὐ μόνον ἐν τοῖς ἀνθρώποις, ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις ζῴοις· ἐπὶ πολὺ γὰρ πανταχοῦ τὰ ἄρρενα τῶν θηλειῶν ἄρχει. ἡ δὲ τοῦ κατὰ ἔθος ἀρχὴ τοιαύτη ἐστίν, οἵαν οἱ παιδαγωγοὶ τῶν παίδων ἄρχουσι2 καὶ οἱ διδάσκαλοι τῶν φοιτώντων. κατὰ γένος δὲ ἀρχὴ τοιαύτη τις λέγεται, οἵαν οἱ Λακεδαιμόνιοι βασιλεῖς ἄρχουσιν· ἀπὸ γὰρ γένους τινὸς ἡ βασιλεία. καὶ ἐν Μακεδονίᾳ δὲ τὸν αὐτὸν τρόπον ἄρχουσι· καὶ γὰρ ἐκεῖ ἀπὸ γένους ἡ βασιλεία καθίσταται. οἱ δὲ βιασάμενοι ἢ παρακρουσάμενοι ἄρχουσιν ἀκόντων τῶν πολιτῶν· ἡ τοιαύτη ἀρχὴ κατὰ βίαν λέγεται εἶναι. τῆς ἀρχῆς ἄρα ἐστὶ τὸ μὲν κατὰ νόμον, τὸ δὲ κατὰ φύσιν, τὸ δὲ κατὰ ἔθος, τὸ δὲ κατὰ γένος, τὸ δὲ κατὰ βίαν.

城邦中的执政者凡由公民选出者,皆依据法律实行统治;依据自然统治者则是雄性(男性),不仅在人类中,亦在其他动物中如此;因为大体在一切地方,雄性都统治雌性。依据习俗的统治,如同家庭养育师对儿童的管领、教师对学童的管领。依据门第的统治,则指如拉刻代蒙(斯巴达)王室那样的统治;因为王位源自特定家族。在马其顿人们也以同样方式实行统治;因为那里的王权亦根据血统而确立。那些凭借暴力或欺诈,违背公民意愿而统治者,此类统治被称为依据强力。因此,统治有依法律的、依自然的、依习俗的、依门第的与依强力的。

Τῆς ῥητορείας εἴδη ἐστὶν ἕξ. ὅταν μὲν γὰρ κελεύωσι πολεμεῖν ἢ συμμαχεῖν πρός τινα, καλεῖται τὸ τοιοῦτον εἶδος προτροπή. ὅταν δʼ ἀξιῶσι μὴ πολεμεῖν 〈ἢ〉 μὴ συμμαχεῖν, ἀλλʼ ἡσυχίαν ἄγειν, τὸ τοιοῦτον εἶδός ἐστιν ἀποτροπή. τρίτον εἶδος τῆς ῥητορείας, ὅταν τις φάσκῃ ἀδικεῖσθαι ὑπό τινος καὶ πολλῶν κακῶν αἴτιον ἀποφαίνῃ· τὸ δὴ τοιοῦτον εἶδος κατηγορία ὀνομάζεται. τέταρτον εἶδος τῆς ῥητορείας [ἀπολογία καλεῖται], ὅταν ἀποφαίνῃ αὑτὸν μηθὲν ἀδικοῦντα μήτε ἄλλο ἄτοπον μηθὲν πράττοντα· τὸ δὲ τοιοῦτον ἀπολογίαν καλοῦσι.

修辞术有六种形式。当劝导人们对某方开战或结盟时,这种形式被称为劝勉。当主张不对某方开战或不结盟、而是保持安宁时,这种形式是阻止。修辞术的第三种形式是,当有人宣称受到某人的不公对待并证明对方是诸多祸患的始作俑者时;这种形式被称为控告。修辞术的第四种形式是,当有人表明自己未行任何不义、亦未做任何不当之事时;人们称这种形式为辩护。

语法注2 条
  1. 3.1.91τοῦ ἐν τοῖς κινδύνοις καὶ φοβεροῖς μὴ ἐξίστασθαι ποιεῖν, ἀλλὰ μένειν

    核心是由 αἰτία 所支配的属格定冠词不定词 τοῦ ποιεῖν,使役动词 ποιεῖν 进而统辖两个不定词 μὴ ἐξίστασθαι(不退缩)与 μένειν(坚守)作为其宾语补足成分,构成“令人在危险和恐惧中不退缩、反而坚守之原因”的使役结构。

  2. 3.1.92οἵαν οἱ παιδαγωγοὶ τῶν παίδων ἄρχουσι

    关系代词 οἵαν 作为 ἄρχουσι 的同族宾格(或内向宾格,呼应前文先行词 ἀρχή),与表示统治对象的属格 τῶν παίδων 并存(“如家庭教师对儿童所施行的那种统治”)。后文的 οἱ διδάσκαλοι τῶν φοιτώντων 以及 οἵαν οἱ Λακεδαιμόνιοι βασιλεῖς ἄρχουσιν 均属于相同的句法配置。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:3.1.89-3.1.93