- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:3.1.79-3.1.83
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-24
在概述柏拉图关于神明、辩证法与来世的观点后,文本引述了亚里士多德所载柏拉图学派对善物、友爱、政制与正义的分类法。
οἴεται δὲ καὶ θεοὺς ἐφορᾶν τὰ ἀνθρώπινα καὶ δαίμονας εἶναι. ἔννοιάν τε καλοῦ πρῶτος ἀπεφήνατο τὴν ἐχομένην τοῦ ἐπαινετοῦ καὶ λογικοῦ καὶ χρησίμου καὶ πρέποντος καὶ ἁρμόττοντος· ἅπερ πάντα ἔχεσθαι τοῦ ἀκολούθου τῇ φύσει καὶ ὁμολογουμένου. Διελέξατο δὲ καὶ περὶ ὀνομάτων ὀρθότητος· ὥστε καὶ τὴν ἐπιστήμην τοῦ ὀρθῶς ἀποκρίνεσθαι καὶ ἐρωτᾶν πρῶτον αὐτὸν διασυστῆσαι κατακόρως χρησάμενον. ἐν δὲ τοῖς διαλόγοις καὶ τὴν δικαιοσύνην θεοῦ νόμον ὑπελάμβανεν ὡς ἰσχυροτέραν προτρέψαι1 τὰ δίκαια πράττειν, ἵνα μὴ καὶ μετὰ θάνατον δίκας ὑπόσχοιεν ὡς κακοῦργοι.
他还认为诸神监察人世之事,且存在着精灵(达伊蒙)。他也是第一个将“美”(高尚)的观念界定为与值得称赞者、合乎理性者、有益者、合宜者及和谐者相连者;而所有这些事物又都与顺应自然且协调一致者相连。 他还探讨了名称的正确性;因此,他也是第一个通过充分运用而系统确立了正确回答与提问之学问的人。在对话录中,他将正义视为神的律法,认为它在促使人们行正义之事方面更为有力,以免人们死后作为作恶者而遭受惩罚。
ὅθεν καὶ μυθικώτερος ἐνίοις ὑπελήφθη τοῖς συγγράμμασιν ἐγκαταμίξας τὰς τοιαύτας διηγήσεις, ὅπως διὰ † τοῦ ἀδήλου τρόπου τοῦ ἔχειν τὰ μετὰ τὸν θάνατον2 οὕτως ἀπέχωνται τῶν ἀδικημάτων. καὶ ταῦτα μὲν ἦν αὐτῷ τὰ ἀρέσκοντα. Διῄρει δέ, φησὶν Ἀριστοτέλης, καὶ τὰ πράγματα τοῦτον τὸν τρόπον. τῶν ἀγαθῶν ἐστι τὰ μὲν ἐν ψυχῇ, τὰ δὲ ἐν σώματι, τὰ δὲ ἐκτός· οἷον ἡ μὲν δικαιοσύνη καὶ ἡ φρόνησις καὶ ἡ ἀνδρεία καὶ ἡ σωφροσύνη καὶ τὰ τοιαῦτα ἐν ψυχῇ· τὸ δὲ κάλλος καὶ ἡ εὐεξία καὶ ἡ ὑγίεια καὶ ἡ ἰσχὺς ἐν σώματι· οἱ δὲ φίλοι καὶ ἡ τῆς πατρίδος εὐδαιμονία καὶ ὁ πλοῦτος ἐν τοῖς ἐκτός.
因此,因其在著作中掺杂了此类故事,他被某些人认为过于偏好神话;其目的在于通过死后境况的不明状态,使人们得以如此戒除不义行为。这些就是他所赞同的主张。 亚里士多德说,他还以如下方式区分诸事物。在善物中,有些在灵魂中,有些在肉体中,有些则属于外在事物:例如,正义、明智、勇敢、节制及类似品质在灵魂中;美貌、体态良好、健康与力量在肉体中;而朋友、祖国的繁荣与财富则属于外在事物。
Τῶν ἀγαθῶν ἄρα τρία εἴδη ἐστί· τὰ μὲν ἐν ψυχῇ, τὰ δὲ ἐν σώματι, τὰ δὲ ἐκτός. τῆς φιλίας τρία εἴδη· ἡ μὲν γὰρ αὐτῆς ἐστι φυσική, ἡ δὲ ἑταιρική, ἡ δὲ ξενική· φυσικὴν μὲν οὖν ταύτην λέγομεν, ἣν οἱ γονεῖς πρὸς τὰ ἔκγονα ἔχουσι καὶ οἱ συγγενεῖς πρὸς ἀλλήλους· ταύτης δὲ κεκλήρωται καὶ τἆλλα ζῷα. ἑταιρικὴν δὲ καλοῦμεν τὴν ἀπὸ συνηθείας γινομένην καὶ μηδὲν προσήκουσαν γένει, ἀλλʼ οἷον ἡ Πυλάδου πρὸς Ὀρέστην. ἡ δὲ ξενικὴ φιλία ἡ ἀπὸ συστάσεως καὶ διὰ γραμμάτων γινομένη πρὸς τοὺς ξένους. τῆς ἄρα φιλίας ἡ μέν ἐστι φυσική, ἡ δὲ ἑταιρική, ἡ δὲ ξενική· προστιθέασι δέ τινες τετάρτην ἐρωτικήν.
因此,善物有三种形式:灵魂中的、肉体中的以及外在的。友爱有三种形式:自然的、同伴的与主客相待的。我们所说的自然的友爱,即父母对子女以及亲属彼此之间的友爱;其他动物亦分有这种友爱。我们所说的同伴的友爱,即因习常交往而生、与血统毫无关联者,如皮拉得斯对俄瑞斯忒斯的友爱。主客友爱则是通过引荐与书信对异乡宾客产生的友爱。因此,友爱有自然的、同伴的与主客相待的三种;有些人还增加了第四种,即情爱的友爱。
Τῆς πολιτείας ἐστὶν εἴδη πέντε· τὸ μὲν γὰρ αὐτῆς ἐστι δημοκρατικόν, ἄλλο δὲ ἀριστοκρατικόν, τρίτον δὲ ὀλιγαρχικόν, τέταρτον βασιλικόν, πέμπτον τυραννικόν. δημοκρατικὸν μὲν οὖν ἐστιν, ἐν αἷς πόλεσι κρατεῖ τὸ πλῆθος3 καὶ τὰς ἀρχὰς καὶ τοὺς νόμους διʼ ἑαυτοῦ αἱρεῖται. ἀριστοκρατία δέ ἐστιν, ἐν ᾗ μήθʼ οἱ πλούσιοι μήθʼ οἱ πένητες μήθʼ οἱ ἔνδοξοι ἄρχουσιν, ἀλλʼ οἱ ἄριστοι τῆς πόλεως προστατοῦσιν. ὀλιγαρχία δέ ἐστιν, ὅταν ἀπὸ τιμημάτων αἱ ἀρχαὶ αἱρῶνται· ἐλάττους γάρ εἰσιν οἱ πλούσιοι τῶν πενήτων. τῆς δὲ βασιλείας ἡ μὲν κατὰ νόμον, ἡ δὲ κατὰ γένος ἐστίν. ἡ μὲν οὖν ἐν Καρχηδόνι κατὰ νόμον· πωλητὴ γάρ ἐστιν.
政制有五种形式:民主的、贵族的、寡头的、君主的与僭主的。民主政制即在那些城邦中民众掌握统治权并由自身选举官员与法律。贵族政制则是既非富人亦非穷人或显要掌权,而是城邦中最优秀的人居于领导地位。寡头政制是依据财产估价选举官员的情况;因为富人少于穷人。君主制中,一种是依法律的,另一种是依血统的。迦太基的君主制是依法律的,因为它是通过买卖获取的。
ἡ δὲ ἐν Λακεδαίμονι καὶ Μακεδονίᾳ κατὰ γένος· ἀπὸ γάρ τινος γένους ποιοῦνται τὴν βασιλείαν. τυραννὶς δέ ἐστιν, ἐν ᾗ παρακρουσθέντες ἢ βιασθέντες ὑπό τινος ἄρχονται. τῆς ἄρα πολιτείας ἡ μέν ἐστι δημοκρατία, ἡ δὲ ἀριστοκρατία, ἡ δὲ ὀλιγαρχία, ἡ δὲ βασιλεία, ἡ δὲ τυραννίς. Τῆς δὲ δικαιοσύνης ἐστὶν εἴδη τρία· ἡ μὲν γὰρ αὐτῆς ἐστι περὶ θεούς, ἡ δὲ περὶ ἀνθρώπους, ἡ δὲ περὶ τοὺς ἀποιχομένους. οἱ μὲν γὰρ θύοντες κατὰ νόμους καὶ τῶν ἱερῶν ἐπιμελούμενοι δῆλον ὅτι περὶ θεοὺς εὐσεβοῦσιν· οἱ δὲ δάνεια ἀποδιδόντες καὶ παραθήκας δικαιοπραγοῦσι περὶ ἀνθρώπους· οἱ δὲ τῶν μνημείων ἐπιμελούμενοι δῆλον ὅτι περὶ τοὺς ἀποιχομένους. τῆς ἄρα δικαιοσύνης ἡ μὲν πρὸς θεούς ἐστιν, ἡ δὲ πρὸς ἀνθρώπους, ἡ δὲ περὶ τοὺς ἀποιχομένους.
拉栖代梦(斯巴达)与马其顿的君主制则是依血统的,因为它们是从某个家族确立王位的。僭主政制则是人们受人欺骗或遭受强迫而被某人统治的形式。因此,政制有民主制、贵族制、寡头制、君主制与僭主制。正义有三种形式:一种是关乎诸神的,一种是关乎人的,一种是关乎逝者的。依照法律献祭并照管圣所的人,显然对诸神是虔敬的;偿还借款与归还寄托物的人,对人行正义之事;照料墓碑与纪念物的人,显然是对逝者行正义之事。因此,正义有对诸神的、对人的,以及关乎逝者的。
- 3.1.79ὡς ἰσχυροτέραν προτρέψαι
ἰσχυροτέραν 为与前面的 τὴν δικαιοσύνην 保持一致的阴性单数宾格形容词,与 ὡς 连用充当谓词性修饰,后接说明性/结果性不定词 προτρέψαι(“作为在劝导……方面更有力者”)。
- 3.1.80διὰ τοῦ ἀδήλου τρόπου τοῦ ἔχειν τὰ μετὰ τὸν θάνατον
该处抄本文字有争议(带有校勘十字标记)。在句法上,带冠词不定词短语 τοῦ ἔχειν τὰ μετὰ τὸν θάνατον 作 τρόπου 的属格定语,意为“借由死后之事如何存在的这种不明状态/方式”。
- 3.1.82ἐν αἷς πόλεσι κρατεῖ τὸ πλῆθος
先行词同化并入关系从句(incorporation):主句中省略的指示代词先行词(ἐν ταύταις ταῖς πόλεσιν)被吸收入从句作 πόλεσι,意为“在那些民众掌权的城邦中”。
