- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:3.1.7-3.1.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-24
本段记述柏拉图在阿卡德米定居、服兵役并整合哲学体系的经历,并通过阿尔基摩斯的引述探讨其学说源自厄庇卡尔摩斯之说。
ἀλλὰ καθʼ Ὅμηρον φάναι1 〈περὶ〉 πάντων ἀνθρώπων Αἰγυπτίους ἰατροὺς εἶναι. διέγνω δὴ ὁ Πλάτων καὶ τοῖς Μάγοις συμμῖξαι· διὰ δὲ τοὺς τῆς Ἀσίας πολέμους ἀπέστη. ἐπανελθὼν δὲ εἰς Ἀθήνας διέτριβεν ἐν Ἀκαδημείᾳ. τὸ δʼ ἐστὶ γυμνάσιον προάστειον ἀλσῶδες ἀπό τινος ἥρωος ὀνομασθὲν Ἑκαδήμου, καθὰ καὶ Εὔπολις ἐν Ἀστρατεύτοις φησίν· "ἐν εὐσκίοις δρόμοισιν Ἑκαδήμου θεοῦ." ἀλλὰ καὶ ὁ Τίμων εἰς τὸν Πλάτωνα λέγων φησί· "τῶν πάντων δʼ ἡγεῖτο πλατίστακος, ἀλλʼ ἀγορητὴς ἡδυεπής, τέττιξιν ἰσογράφος, οἵ θʼ Ἑκαδήμου δένδρῳ ἐφεζόμενοι ὄπα λειριόεσσαν ἱᾶσιν."
并且如荷马所言,称埃及人在所有人中最通晓医道。柏拉图原本决意去结交东方贤士;但因亚洲的战事而作罢。他返回雅典后便在阿卡德米消磨岁月。这是一处林木葱郁的郊外体操场,以某位名为赫卡得摩斯的英雄命名,正如欧波利斯在《免役者》中所说: “在神明赫卡得摩斯荫翳丰茂的散步道上。” 此外蒂蒙论及柏拉图时亦云: “众人之首领乃是一条阔头鱼,却是一位辞令甜美的演说家,文采足与鸣蝉匹敌,那蝉群正栖于赫卡得摩斯的林木之上,吐露出如百合般柔美的鸣声。”
πρότερον γὰρ διὰ τοῦ ε Ἑκαδήμεια ἐκαλεῖτο. ὁ δʼ οὖν φιλόσοφος καὶ Ἰσοκράτει φίλος ἦν. καὶ αὐτῶν Πραξιφάνης ἀνέγραψε διατριβήν τινα περὶ ποιητῶν γενομένην ἐν ἀγρῷ παρὰ Πλάτωνι ἐπιξενωθέντος τοῦ Ἰσοκράτους. καὶ αὐτόν φησιν Ἀριστόξενος τρὶς ἐστρατεῦσθαι, ἅπαξ μὲν εἰς Τάναγραν, δεύτερον δὲ εἰς Κόρινθον, τρίτον ἐπὶ Δηλίῳ· ἔνθα καὶ ἀριστεῦσαι. μίξιν τε ἐποιήσατο τῶν τε Ἡρακλειτείων λόγων καὶ Πυθαγορικῶν καὶ Σωκρατικῶν· τὰ μὲν γὰρ αἰσθητὰ καθʼ Ἡράκλειτον, τὰ δὲ νοητὰ κατὰ Πυθαγόραν, τὰ δὲ πολιτικὰ κατὰ Σωκράτην ἐφιλοσόφει.
因为此处从前因带有字母ε而被称为赫卡得米亚。无论如何,这位哲学家与伊索克拉底也是挚友。普拉克西法涅斯曾记录了他们在乡村柏拉图宅邸中作为主宾款待伊索克拉底时所进行的一场关于诗人的讨论。阿里斯托克塞诺斯亦称他曾三度参军服役:一次去塔纳格拉,二次去科林斯,三次在德利翁;在当地他还荣获了勇冠三军的嘉奖。此外,他将赫拉克利特、毕达哥拉斯与苏格拉底的学说熔于一炉;因为对于可感事物他依循赫拉克利特从事哲学,对于可知事物依循毕达哥拉斯,对于城邦事务则依循苏格拉底。
Λέγουσι δέ τινες, ὧν ἐστι καὶ Σάτυρος, ὅτι Δίωνι ἐπέστειλεν εἰς Σικελίαν ὠνήσασθαι τρία βιβλία Πυθαγορικὰ παρὰ Φιλολάου μνῶν ἑκατόν. καὶ γὰρ ἐν εὐπορίᾳ, φασίν, ἦν παρὰ Διονυσίου λαβὼν ὑπὲρ τὰ ὀγδοήκοντα τάλαντα, ὡς καὶ Ὀνήτωρ φησὶν ἐν τῷ ἐπιγραφομένῳ εἰ χρηματιεῖται ὁ σοφός. πολλὰ δὲ καὶ παρʼ Ἐπιχάρμου τοῦ κωμῳδιοποιοῦ προσωφέληται τὰ πλεῖστα μεταγράψας, καθά φησιν Ἄλκιμος ἐν τοῖς πρὸς Ἀμύνταν, ἅ ἐστι τέτταρα. ἔνθα καὶ ἐν τῷ πρώτῳ φησὶ ταῦτα· “Φαίνεται δὲ καὶ Πλάτων πολλὰ τῶν Ἐπιχάρμου λέγων. σκεπτέον δέ· ὁ Πλάτων φησὶν αἰσθητὸν μὲν εἶναι τὸ μηδέποτε ἐν τῷ ποιῷ μηδὲ ποσῷ διαμένον ἀλλʼ ἀεὶ ῥέον καὶ μεταβάλλον,
有些人——萨图罗斯亦在其中——说他曾致信西西里的狄翁,让他以一百明那从菲洛拉俄斯处购得三本毕达哥拉斯派的著作。据传他家境殷实,曾从狄奥尼修斯处获得了八十多塔兰同,正如奥涅托尔在其题为《智者是否当求财》的著作中所述。 此外,喜剧作家厄庇卡尔摩斯亦令他获益匪浅,他抄录并采纳了其绝大部分观点,阿尔基摩斯在其致阿敏塔斯的四卷书简中便是如此记载的。他在第一卷中如是说道: “柏拉图显然也复述了厄庇卡尔摩斯的许多观点。应当看到:柏拉图称可感事物乃是绝不在性质或数量上常存、反而始终处于流变之中的事物,
ὡς ἐξ ὧν ἄν τις ἀνέλῃ τὸν ἀριθμόν, τούτων οὔτε ἴσων οὔτε τινῶν οὔτε ποσῶν οὔτε ποιῶν ὄντων2. ταῦτα δʼ ἐστὶν ὧν ἀεὶ γένεσις, οὐσία δὲ μηδέποτε πέφυκε. νοητὸν δὲ ἐξ οὗ μηθὲν ἀπογίνεται μηδὲ προσγίνεται. τοῦτο δʼ ἐστὶν ἡ τῶν ἀιδίων φύσις, ἣν ὁμοίαν τε καὶ τὴν αὐτὴν ἀεὶ συμβέβηκεν εἶναι. καὶ μὴν ὅ γε Ἐπίχαρμος περὶ τῶν αἰσθητῶν καὶ νοητῶν ἐναργῶς εἴρηκεν· " — ἀλλʼ ἀεί τοι θεοὶ παρῆσαν χὐπέλιπον οὐ πώποκα, τάδε δʼ ἀεὶ πάρεσθʼ ὁμοῖα διά τε τῶν αὐτῶν ἀεί. — ἀλλὰ λέγεται μὰν χάος πρᾶτον γενέσθαι τῶν θεῶν. — πῶς δέ κα; μὴ ἔχον γʼ ἀπὸ τίνος μηδʼ ἐς ὅ τι πρᾶτον μόλοι. — οὐκ ἄρʼ ἔμολε πρᾶτον οὐθέν; — οὐδὲ μὰ Δία δεύτερον,"
以致若有人从中抽去数目,这些事物便既非相等、亦非特定、更不具备数量或性质。这些事物始终处于生成之中,其本性绝非真实存在。而可知事物则是无物自其损减、亦无物向其增益之物。这正是永恒之物的本性,它向来保持相似且同一的状态。诚然,厄庇卡尔摩斯亦曾对可感事物与可知事物作出过明晰的论述: ‘ ——诸神始终现前,从未间断,这些事物亦始终相似,且历来通过相同之物而存续。 ——然而传说混沌乃是诸神中最先生成的。 ——这怎有可能?它既无从何处而来之端,亦无首先生入何处之所。 ——那么果真无物最先到来? ——指宙斯起誓,连第二到来的都绝无,
" τῶνδέ γε ὧν ἁμὲς νῦν ὧδε λέγομες ἀλλʼ ἀεὶ τάδʼ ἦν... αἰ πὸτ ἀριθμόν τις περισσόν, αἰ δὲ λῇς, πὸτ ἄρτιον, ποτθέμειν λῇ ψᾶφον ἢ καὶ τᾶν ὑπαρχουσᾶν λαβεῖν, ἦ δοκεῖ κά τοί γʼ ἔθʼ ωὑτὸς εἶμεν;—οὐκ ἐμίν γα κά. — οὐδὲ μὰν οὐδʼ αἰ ποτὶ μέτρον παχυαῖον ποτθέμειν λῇ τις ἕτερον μᾶκος ἢ τοῦ πρόσθʼ ἐόντος ἀποταμεῖν, ἔτι χʼ ὑπάρχοι κῆνο τὸ μέτρον; — οὐ γάρ. — ὧδε νῦν ὅρη καὶ τὸς ἀνθρώπως· ὁ μὲν γὰρ αὔξεθʼ, ὁ δέ γα μὰν φθίνει, ἐν μεταλλαγᾷ δὲ πάντες ἐντὶ πάντα τὸν χρόνον. ὃ δὲ μεταλλάσσει κατὰ φύσιν κοὔποκʼ ἐν ταὐτῷ μένει, ἕτερον εἴη κα τόδʼ 〈ἀ〉εὶ τῶ παρεξεστακότος3. καὶ τὺ δὴ κἀγὼ χθὲς ἄλλοι καί νυν ἄλλοι τελέθομες καὖθις ἄλλοι κοὔποχʼ ωὑτοὶ κατά 〈γα τοῦτον〉 τὸν λόγον."
至少在我们如今所论的这些事物之中;相反,这些事物向来如此存在…… 若有人企图给奇数——或依你之意给偶数——增添一枚棋子,或者从现存的棋子中取走一枚,难道在你看来它还会是原先的那一个吗? ——至少在我看来绝非如此。 ——再者,若有人企图给一肘的长度增加另一段长度,或是从先前的长度中截去一段,难道那尺度还会存在吗? ——当然不能。 ——如今且依此观照众人:一人在生长,另一人却在衰亡,一切人始终皆处于变易之中。那依其本性而变易且绝不止于同一状态之物,必将始终异于那变易前之物。你我昨日是一等人,如今又是另一等人,往后还将变为他人,依此论而言绝非同一。’”
- 3.1.7φάναι
承接前一语段末尾(§3.1.6)由转述动词(λέγεται 或 φασί)所引导的间接引语的不定式。逻辑主语承前指柏拉图(或上下文中的旅伴),化用了《奥德赛》4.231中的荷马句式。
- 3.1.10ὡς ἐξ ὧν ἄν τις ἀνέλῃ τὸν ἀριθμόν, τούτων οὔτε ἴσων οὔτε τινῶν οὔτε ποσῶν οὔτε ποιῶν ὄντων
由表示原因/解释的 ὡς 引导属格绝对结构(τούτων ... ὄντων)。前面的关系条件从句 ἐξ ὧν ἄν τις ἀνέλῃ τὸν ἀριθμόν 修饰 τούτων,以此解释为何可感事物一旦被抽离数量便不再具有同一性与确定性。
- 3.1.11ἕτερον εἴη κα τόδʼ 〈ἀ〉εὶ τῶ παρεξεστακότος
多里斯方言诗句。助词 κα 相当于雅典方言的 ἄν,与希求式 εἴη 连用表示潜势(“当始终是……”)。τῶ 相当于属格冠词 τοῦ,在形容词 ἕτερον 之后充当比较属格(“异于变易前之物”)。
