- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:3.1.12-3.1.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-24
阿尔基摩斯引用厄庇卡尔摩斯的诗句,试图证明柏拉图关于可感与可知之区分以及理念论皆剽窃自前者,并以厄庇卡尔摩斯预言后世仿效者的诗句作结。
Ἔτι φησὶν ὁ Ἄλκιμος καὶ ταυτί· “φασὶν οἱ σοφοὶ τὴν ψυχὴν τὰ μὲν διὰ τοῦ σώματος αἰσθάνεσθαι οἷον ἀκούουσαν, βλέπουσαν, τὰ δʼ αὐτὴν καθʼ αὑτὴν ἐνθυμεῖσθαι μηδὲν τῷ σώματι χρωμένην· διὸ καὶ τῶν ὄντων τὰ μὲν αἰσθητὰ εἶναι, τὰ δὲ νοητά. ὧν ἕνεκα καὶ Πλάτων ἔλεγεν, ὅτι δεῖ τοὺς συνιδεῖν τὰς τοῦ παντὸς ἀρχὰς ἐπιθυμοῦντας1 πρῶτον μὲν αὐτὰς καθʼ αὑτὰς διελέσθαι τὰς ἰδέας, οἷον ὁμοιότητα καὶ μονάδα καὶ πλῆθος καὶ μέγεθος καὶ στάσιν καὶ κίνησιν· δεύτερον αὐτὸ καθʼ αὑτὸ τὸ
阿尔基摩斯还记述了以下内容: “哲人们说,灵魂对于某些事物是通过肉体来感知的,例如通过听和看;而对于另一些事物则是凭其自身去思想,完全不借助肉体。因此在存在之物中,一部分是可感的,另一部分是可知的。基于这些缘故,柏拉图也曾说,凡渴望通晓万物本原的人,首先必须辨析自在的理念本身,例如相似性、一、多、大小、静止与运动;其次,必须设定自在的
καλὸν καὶ ἀγαθὸν καὶ δίκαιον καὶ τὰ τοιαῦτα ὑποθέσθαι· τρίτον τῶν ἰδεῶν συνιδεῖν ὅσαι πρὸς ἀλλήλας εἰσίν, οἷον ἐπιστήμην ἢ μέγεθος ἢ δεσποτείαν 〈ἐνθυμουμένους ὅτι τὰ παρʼ ἡμῖν διὰ τὸ μετέχειν ἐκείνων ὁμώνυμα ἐκείνοις ὑπάρχει· λέγω δὲ οἷον δίκαια μὲν ὅσα τοῦ δικαίου, καλὰ δὲ ὅσα τοῦ καλοῦ〉. ἔστι δὲ τῶν εἰδῶν ἓν ἕκαστον ἀίδιόν τε καὶ νόημα καὶ πρὸς τούτοις ἀπαθές. [διὸ καί φησιν ἐν τῇ φύσει τὰς ἰδέας ἑστάναι καθάπερ παραδείγματα, τὰ δʼ ἄλλα ταύταις ἐοικέναι τούτων ὁμοιώματα καθεστῶτα.] ὁ τοίνυν Ἐπίχαρμος περί τε τοῦ ἀγαθοῦ καὶ περὶ τῶν ἰδεῶν οὕτω λέγει·
美、善、正义以及诸如此类的事物;第三,必须通晓诸理念中彼此相对者究竟有多少,例如知识、大小或主仆关系〈要考虑到我们身边的诸事物乃因分有那些理念而与它们同名;我的意思是,凡分有正义者皆为正义之物,凡分有美者皆为美之物〉。而且,每一种形相都是永恒的、思理的对象,此外还是不受动的。[因此他亦称理念作为范本确立于自然之中,其余事物则因作为其肖像而与它们相似。] 于是,厄庇卡尔摩斯论及善与理念时如此说道:
" ἆρʼ ἔστιν αὔλησίς τι πρᾶγμα; — πάνυ μὲν οὖν. — ἄνθρωπος οὖν αὔλησίς ἐστιν; — οὐθαμῶς. — φέρʼ ἴδω, τί δʼ αὐλητάς; τίς εἶμέν τοι δοκεῖ; ἄνθρωπος; ἢ οὐ γάρ; — πάνυ μὲν οὖν. — οὐκ οὖν δοκεῖς οὕτως ἔχειν 〈κα〉 καὶ περὶ τἀγαθοῦ; τὸ μὲν ἀγαθόν τι πρᾶγμʼ εἶμεν καθʼ αὕθʼ, ὅστις δέ κα εἰδῇ μαθὼν τῆνʼ, ἀγαθὸς ἤδη γίγνεται. ὥσπερ γάρ ἐστʼ αὔλησιν αὐλητὰς μαθὼν ἢ ὄρχησιν ὀρχηστάς τις ἢ πλοκεὺς πλοκάν, ἢ πᾶν γʼ ὁμοίως τῶν τοιούτων ὅ τι τὺ λῇς, οὔ χʼ αὑτὸς εἴη χἀ τέχνα, τεχνικός γα μάν2."
‘ ——吹笛之术是否是一桩实存之事? ——正是如此。 ——那么人是吹笛之术吗? ——绝非如此。 ——且容我看看:那么吹笛者又是什么?在你看来他究竟是谁?是一个人吗?还是不是? ——正是如此。 ——难道你不认为关于善也是如此吗?善本身固然是自在的一桩实存之事,而无论谁通过学习通晓了它,便立刻成为善人。因为正如吹笛者是通晓吹笛之术的人,舞者是通晓舞蹈的人,织工是通晓编织的人,或者在你愿意列举的一切此类事物中皆完全相似,其人与技艺本身虽非同一,但他终究是一位掌握技艺之人。’
Πλάτων ἐν τῇ περὶ τῶν ἰδεῶν ὑπολήψει φησίν, εἴπερ ἐστὶ μνήμη, τὰς ἰδέας ἐν τοῖς οὖσιν ὑπάρχειν διὰ τὸ τὴν μνήμην ἠρεμοῦντός τινος καὶ μένοντος εἶναι· μένειν δὲ οὐδὲν ἕτερον ἢ τὰς ἰδέας. ιτίνα γὰρ ἂν τρόπον,ʼ φησί, ιδιεσῴζετο τὰ ζῷα μὴ τῆς ἰδίας ἐφαπτόμενα3 καὶ πρὸς τοῦτο τὸν νοῦν φυσικὸν εἰληφότα; νῦν δὲ μνημονεύει τῆς ὁμοιότητός τε καὶ τροφῆς, ὁποία τις ἐστὶν αὐτοῖς, ἐνδεικνύμενα διότι πᾶσι τοῖς ζῴοις ἔμφυτός ἐστιν ἡ τῆς ὁμοιότητος θεωρία· διὸ καὶ τῶν ὁμοφύλων αἰσθάνεται.ʼ πῶς οὖν ὁ Ἐπίχαρμος;
柏拉图在其关于理念的见解中称,若确有回忆存在,则理念必存在于实在之中,因为回忆乃是对某种静止且常存之物的回忆;而除了理念之外绝无他物常存。‘因为,’他说道,‘如果动物未曾把握其本己的形相,且未曾为此目的禀赋天然的理智,它们又怎能保全自身呢?但事实上,它们既能记取相似性,又能记取对自身何等适宜的食粮,这表明对相似性的观照乃是所有动物生而具有的;因此它们亦能感知同族。’那么厄庇卡尔摩斯又是如何说的呢?
" Εὔμαιε, τὸ σοφόν ἐστιν οὐ καθʼ ἓν μόνον, ἀλλʼ ὅσσα περ ζῇ, πάντα καὶ γνώμαν ἔχει. καὶ γὰρ τὸ θῆλυ τᾶν ἀλεκτορίδων γένος, αἰ λῇς καταμαθεῖν ἀτενές, οὐ τίκτει τέκνα ζῶντʼ, ἀλλʼ ἐπῴζει καὶ ποιεῖ ψυχὰν ἔχειν. τὸ δὲ σοφὸν ἁ φύσις τόδʼ οἶδεν ὡς ἔχει μόνα· πεπαίδευται γὰρ αὐταύτας ὕπο." καὶ πάλιν· " θαυμαστὸν οὐδὲν ἁμὲ ταῦθʼ οὕτω λέγειν καὶ ἁνδάνειν αὐτοῖσιν αὐτοὺς καὶ δοκεῖν καλὼς πεφύκειν· καὶ γὰρ ἁ κύων κυνὶ κάλλιστον εἶμεν φαίνεται καὶ βοῦς βοΐ, ὄνος δʼ ὄνῳ κάλλιστον, ὗς δέ θην ὑί."
‘ 欧迈俄斯啊,智慧并不单单属于某一种族, 凡是有生命之物,皆有明辨之心。 因为母鸡的族类, 你若愿专注细察,它并非生出活蹦乱跳的 雏鸟,而是孵化它们并使其拥有灵魂。 这智慧究竟如何,唯有自然本身通晓; 因为她是受教于自身的。’ 又云: ‘ 我们如此言说这些事,并取悦于自身, 自以为生得俊美,这丝毫不足为奇; 因为在狗看来狗乃是最美之物,牛在牛眼中, 驴在驴眼中最美,而猪在猪眼中无疑亦复如是。’
Καὶ ταῦτα μὲν καὶ τὰ τοιαῦτα διὰ τῶν τεττάρων βιβλίων παραπήγνυσιν ὁ Ἄλκιμος παρασημαίνων τὴν ἐξ Ἐπιχάρμου Πλάτωνι περιγινομένην ὠφέλειαν. ὅτι δʼ οὐδʼ αὐτὸς Ἐπίχαρμος ἠγνόει τὴν αὑτοῦ σοφίαν, μαθεῖν ἐστι κἀκ τούτων ἐν οἷς τὸν ζηλώσοντα προμαντεύεται· " ὡς δʼ ἐγὼ δοκέω, —δοκέων γὰρ σάφα ἴσαμι4 τοῦθʼ ὅτι τῶν ἐμῶν μνάμα ποκʼ ἐσσεῖται λόγων τούτων ἔτι. καὶ λαβών τις αὐτὰ περιδύσας τὸ μέτρον ὃ νῦν ἔχει, εἷμα δοὺς καὶ πορφυροῦν λόγοισι ποικίλας καλοῖς δυσπάλαιστος ὢν τὸς ἄλλως εὐπαλαίστους ἀποφανεῖ."
阿尔基摩斯在全书四卷中便贯穿罗列了这些以及诸如此类的事例,以此指明柏拉图从厄庇卡尔摩斯处所获的裨益。至于厄庇卡尔摩斯本人并非不通晓自己的智慧,从以下这几行预言有人将效仿他的诗句中亦可得知: ‘ 如我所料——因我如此思量,便明晓此理, 我的这些言辞必将永远留有纪念。 某人将取用它们,剥去它们如今所具有的格律, 给它们披上紫袍,用华美的辞藻加以修饰, 自居为不可战胜之摔跤手,而使其余众人皆沦为易于击倒之辈。’
- 3.1.12δεῖ τοὺς συνιδεῖν τὰς τοῦ παντὸς ἀρχὰς ἐπιθυμοῦντας
在非人称动词 δεῖ 所引导的不定式结构中,带有冠词的现在分词短语 τοὺς ... ἐπιθυμοῦντας 作其后三个并列不定式 διελέσθαι、ὑποθέσθαι 与 συνιδεῖν 的逻辑主语(宾格主语)。
- 3.1.14οὔ χʼ αὑτὸς εἴη χἀ τέχνα, τεχνικός γα μάν
多利斯方言形式 οὔ χʼ 相当于 οὐκ ἄν,χἀ 相当于 καὶ ἡ。潜在祈愿语气(ἄν ... εἴη)表明人本身与技艺本身并非同一(οὔ χʼ αὑτὸς εἴη χἀ τέχνα),后半句 τεχνικός γα μάν 则省略了系动词,指该人终究是一位具备该技艺之人。
- 3.1.15μὴ τῆς ἰδίας ἐφαπτόμενα
带有否定词 μή 的分词短语相当于与过去事实相反的虚拟条件从句(相当于 εἰ μή 搭配过去直陈式,与 εἰληφότα 并列),依附于主句的未实现结果 διεσῴζετο ἄν:“假若未曾触及本己的形相……”。此处 ἰδίας 通作 ἰδέας(理念、形相)。
- 3.1.17δοκέων γὰρ σάφα ἴσαμι
在插入句(δοκέων γὰρ ...)中,分词 δοκέων(多利斯方言,相当于 δοκῶν)承接前文的 ὡς δʼ ἐγὼ δοκέω 并带有让步或限定意味:“虽说是揣想,我却明晰地知晓”。ἴσαμι 为多利斯方言现在直陈式第一人称单数,相当于雅典方言的 οἶδα。
