第欧根尼·拉尔修

哲人言行录

§3.1.1-3.1.6

柏拉图的世系出身与早年游历

本段叙述了柏拉图追溯至梭伦与科德罗斯的世系、其诞生的传说、生卒年代的不同说法、早年所受教育与得名缘由,以及他焚毁诗作师从苏格拉底,并在其死后游历各地的经历。

← 上一节下一节 →

Πλάτων, Ἀρίστωνος καὶ Περικτιόνης Πωτώνης,— Ἀθηναῖος, ἥτις τὸ γένος ἀνέφερεν εἰς Σόλωνα. τούτου γὰρ ἦν ἀδελφὸς Δρωπίδης, οὗ Κριτίας, οὗ Κάλλαισχρος, οὗ Κριτίας τῶν τριάκοντα καὶ Γλαύκων, οὗ Χαρμίδης καὶ Περικτιόνη, ἧς καὶ Ἀρίστωνος Πλάτων, ἕκτος ἀπὸ Σόλωνος. δὲ Σόλων εἰς Νηλέα καὶ Ποσειδῶνα ἀνέφερε τὸ γένος. φασὶ δὲ καὶ τὸν πατέρα αὐτοῦ ἀνάγειν εἰς Κόδρον τὸν Μελάνθου, οἵτινες ἀπὸ Ποσειδῶνος ἱστοροῦνται κατὰ Θρασύλον.

柏拉图是阿里斯同与珀里克提俄涅(或作珀托涅)之子,雅典人,其母将世系追溯至梭伦。因为梭伦有一兄弟德罗庇得斯,德罗庇得斯生克里提阿斯,克里提阿斯生卡莱斯克罗斯,卡莱斯克罗斯生三十僭主之一的克里提阿斯与格劳孔;格劳孔生卡尔米德斯与珀里克提俄涅,由珀里克提俄涅与阿里斯同生柏拉图,为梭伦的第六代后裔。而梭伦又将世系追溯至涅琉斯与波塞冬。他们还说柏拉图的父亲也追溯至墨兰托斯之子科德罗斯,据斯拉苏罗斯记载,这些人也被传为波塞冬的后代。

Σπεύσιππος δʼ ἐν τῷ ἐπιγραφομένῳ Πλάτωνος περιδείπνῳ καὶ Κλέαρχος ἐν τῷ Πλάτωνος ἐγκωμίῳ καὶ Ἀναξιλαΐδης ἐν τῷ δευτέρῳ Περὶ φιλοσόφων φασίν, ὡς Ἀθήνησιν ἦν λόγος, ὡραίαν οὖσαν τὴν Περικτιόνην βιάζεσθαι τὸν Ἀρίστωνα καὶ μὴ τυγχάνειν1· παυόμενόν τε τῆς βίας ἰδεῖν τὴν τοῦ Ἀπόλλωνος ὄψιν· ὅθεν καθαρὰν γάμου φυλάξαι ἕως τῆς ἀποκυήσεως. Καὶ γίνεται Πλάτων, ὥς φησιν Ἀπολλόδωρος ἐν Χρονικοῖς, ὀγδόῃ καὶ ὀγδοηκοστῇ Ὀλυμπιάδι, Θαργηλιῶνος ἑβδόμῃ, καθʼ ἣν Δήλιοι τὸν Ἀπόλλωνα γενέσθαι φασί. τελευτᾷ δὲὥς φησιν Ἕρμιππος, ἔν γάμοις δειπνῶντῷ πρώτῳ ἔτει τῆς ὀγδόης καὶ ἑκατοστῆς Ὀλυμπιάδος, βιοὺς ἔτος ἓν πρὸς τοῖς ὀγδοήκοντα.

斯珀乌西波斯在其题为《柏拉图的追悼宴》的著作中、克勒阿科斯在《柏拉图颂》中、阿那克西莱得斯在《论哲学家》第二卷中皆称,据雅典当地的传说,珀里克提俄涅正当韶华之年,阿里斯同欲对其施以强暴却未能得逞;在停止施暴之后,他见到了阿波罗的显圣之象,因此保持她免于婚姻结合,直至分娩。 正如阿波罗多罗斯在《编年史》中所言,柏拉图生于第八十八届奥林匹亚期,萨尔格利昂月第七日,提洛人称阿波罗正是在这一天诞生。据赫尔米波斯所述,他在出席一场婚宴进餐时去世,时值第一百零八届奥林匹亚期的第一年,享年八十一岁。

Νεάνθης δέ φησιν αὐτὸν τεττάρων καὶ ὀγδοήκοντα τελευτῆσαι ἐτῶν. ἔστιν οὖν Ἰσοκράτους νεώτερος ἔτεσιν ἕξ· μὲν γὰρ ἐπὶ Λυσιμάχου, Πλάτων δὲ ἐπὶ Ἀμεινίου γέγονεν, ἐφʼ οὗ Περικλῆς ἐτελεύτησεν. ἦν δὲ τῶν δήμων Κολλυτεύς, ὥς φησιν Ἀντιλέων ἐν δευτέρῳ Περὶ χρόνων. καὶ ἐγεννήθη κατά τινας ἐν Αἰγίνῃἐν τῇ Φειδιάδου οἰκίᾳ τοῦ Θάλητος, ὥς φησι Φαβωρῖνος ἐν Παντοδαπῇ ἱστορίᾳτοῦ πατρὸς αὐτοῦ μετὰ καὶ ἄλλων πεμφθέντος κληρούχου καὶ ἐπανελθόντος εἰς Ἀθήνας, ὁπόθʼ ὑπὸ Λακεδαιμονίων ἐξεβλήθησαν βοηθούντων Αἰγινήταις. ἀλλὰ καὶ ἐχορήγησεν Ἀθήνησι Δίωνος ἀναλίσκοντος, ὥς φησιν Ἀθηνόδωρος ἐν ηʼ Περιπάτων.

而涅安忒斯则说他享年八十四岁。因此他比伊索克拉底年轻六岁;因为伊索克拉底生于吕西马科斯任执政官之时,而柏拉图生于阿梅尼亚斯任期内,正是在此人任期内伯里克利去世。正如安提勒翁在《论年代》第二卷中所述,他属于科吕托斯区。另据某些人所言,如法沃里努斯在《杂史》中所说,由于他的父亲与其他殖民分地者一同被派往埃癸那岛,居于泰勒斯之子斐狄阿得斯的宅邸,并在援助埃癸那人的拉刻代蒙人将其驱逐时返回雅典,因此柏拉图出生于埃癸那岛。此外,如阿忒诺多罗斯在《散步》第八卷中所说,在狄翁出资赞助时,他亦曾在雅典担任歌队领队之役。

ἔσχε δʼ ἀδελφοὺς Ἀδείμαντον καὶ Γλαύκωνα καὶ ἀδελφὴν Πωτώνην, ἐξ ἧς ἦν Σπεύσιππος. Καὶ ἐπαιδεύθη μὲν γράμματα παρὰ Διονυσίῳ, οὗ καὶ μνημονεύει ἐν τοῖς Ἀντερασταῖς. ἐγυμνάσατο δὲ παρὰ Ἀρίστωνι τῷ Ἀργείῳ παλαιστῇ· ἀφʼ οὗ καὶ Πλάτων διὰ τὴν εὐεξίαν μετωνομάσθη, πρότερον Ἀριστοκλῆς ἀπὸ τοῦ πάππου καλούμενος [ὄνομα], καθά φησιν Ἀλέξανδρος ἐν Διαδοχαῖς. ἔνιοι δὲ διὰ τὴν πλατύτητα τῆς ἑρμηνείας οὕτως ὀνομασθῆναι· ὅτι πλατὺς ἦν τὸ μέτωπον, ὥς φησι Νεάνθης. εἰσὶ δʼ οἳ καὶ παλαῖσαί φασιν αὐτὸν Ἰσθμοῖ, καθὰ καὶ Δικαίαρχος ἐν πρώτῳ Περὶ βίων,

他有阿得曼托斯与格劳孔两位兄弟,以及一位姊妹珀托涅,斯珀乌西波斯即出自此姊妹。 他在狄奥尼修斯门下受初等教育,在《竞爱篇》中他也提及了此人。他在阿尔戈斯摔跤手阿里斯同指导下锻炼体魄;因其体魄健壮,遂由该人改名为柏拉图,如亚历山大在《继承史》中所述,他原先以祖父之名被称为阿里斯托克勒斯。另有人说,他是由于文风的开阔宏大而得此名;抑或是如涅安忒斯所说,因其额头宽广。还有人称他曾在地峡运动会上参加摔跤比赛,如狄凯阿尔科斯在《论生活》第一卷中亦有所述;

καὶ γραφικῆς ἐπιμεληθῆναι καὶ ποιήματα γράψαι, πρῶτον μὲν διθυράμβους, ἔπειτα καὶ μέλη καὶ τραγῳδίας. ἰσχνόφωνός τε, φασίν, ἦν, ὡς καὶ Τιμόθεός φησιν Ἀθηναῖος ἐν τῷ Περὶ βίων. λέγεται δʼ ὅτι Σωκράτης ὄναρ εἶδε κύκνου νεοττὸν ἐν τοῖς γόνασιν ἔχειν2, ὃν καὶ παραχρῆμα πτεροφυήσαντα ἀναπτῆναι ἡδὺ κλάγξαντα· καὶ μεθʼ ἡμέραν Πλάτωνα αὐτῷ συστῆναι, τὸν δὲ τοῦτον εἰπεῖν εἶναι τὸν ὄρνιν. Ἐφιλοσόφει δὲ τὴν ἀρχὴν ἐν Ἀκαδημείᾳ, εἶτα ἐν τῷ κήπῳ τῷ παρὰ τὸν Κολωνόν, ὥς φησιν Ἀλέξανδρος ἐν Διαδοχαῖς, καθʼ Ἡράκλειτον. ἔπειτα μέντοι μέλλων ἀγωνιεῖσθαι τραγῳδίᾳ πρὸ τοῦ Διονυσιακοῦ θεάτρου Σωκράτους ἀκούσας κατέφλεξε τὰ ποιήματα εἰπών· "Ἥφαιστε, πρόμολʼ ὧδε· Πλάτων νύ τι σεῖο χατίζει."

并且他曾潜心于绘画,创作诗歌,先是作酒神颂,继而作抒情诗与悲剧。据传他嗓音纤细,雅典人提摩太在其《论生活》中亦作此言。相传苏格拉底在梦中见一只雏天鹅置于自己的双膝之上,它立时长出羽翼,鸣声悦耳地飞扬而起;次日柏拉图被引介给他,苏格拉底便称此人正是那只飞鸟。 他起初在阿卡德米从事哲学,继而如亚历山大在《继承史》中依赫拉克利特派学说所述,在科罗诺斯旁的园林中研习。然而后来,正当他准备在狄奥尼索斯剧场前以悲剧参赛之际,听了苏格拉底的谈话,便烧毁了自己的诗作,并说道: “赫淮斯托斯,且临于此;柏拉图如今有求于汝。

τοὐντεῦθεν δὴ γεγονώς, φασίν, εἴκοσιν ἔτη διήκουσε Σωκράτους· ἐκείνου δʼ ἀπελθόντος προσεῖχε Κρατύλῳ τε τῷ Ἡρακλειτείῳ καὶ Ἑρμογένει τῷ τὰ Παρμενίδου φιλοσοφοῦντι. εἶτα γενόμενος ὀκτὼ καὶ εἴκοσιν ἔτη, καθά φησιν Ἑρμόδωρος, εἰς Μέγαρα πρὸς Εὐκλείδην σὺν καὶ ἄλλοις τισὶ Σωκρατικοῖς ὑπεχώρησεν. ἔπειτα εἰς Κυρήνην ἀπῆλθε πρὸς Θεόδωρον τὸν μαθηματικόν· κἀκεῖθεν εἰς Ἰταλίαν πρὸς τοὺς Πυθαγορικοὺς Φιλόλαον καὶ Εὔρυτον. ἔνθεν τε εἰς Αἴγυπτον παρὰ τοὺς προφήτας· οὗ φασι καὶ Εὐριπίδην αὐτῷ συνακολουθῆσαι καὶ αὐτόθι νοσήσαντα πρὸς τῶν ἱερέων ἀπολυθῆναι3 τῇ διὰ θαλάττης θεραπείᾳ· ὅθεν που καὶ εἰπεῖν· "θάλασσα κλύζει πάντα τἀνθρώπων κακά."

自此,据说他在年满二十岁时成为苏格拉底的门人。苏格拉底去世后,他从学于赫拉克利特派的克拉底鲁,以及依从巴门尼德学说从事哲学的赫尔墨根尼。其后在二十八岁时,如赫尔墨多罗斯所言,他同其他若干苏格拉底门人一起退往墨加拉投奔欧几里得。随后他前往昔兰尼投奔数学家塞奥多洛斯;又从该地前往意大利投奔毕达哥拉斯派的菲洛拉俄斯与欧律托斯。此后又前往埃及投奔祭司;据说欧里庇得斯亦与他同行,欧里庇得斯在当地患病后,被祭司们以海水疗法治愈;据推测他大概由此吟出了此句: “沧海涤尽人间万般苦。

语法注3 条
  1. 3.1.2ὡραίαν οὖσαν τὴν Περικτιόνην βιάζεσθαι τὸν Ἀρίστωνα καὶ μὴ τυγχάνειν

    这是由 φασίν 引出的间接引语中的“宾格加不定式”结构。不定式 βιάζεσθαι 的逻辑主语是宾格 τὸν Ἀρίστωνα,而 ὡραίαν οὖσαν τὴν Περικτιόνην 则是作为直接宾语前置。

  2. 3.1.5ὄναρ εἶδε κύκνου νεοττὸν ἐν τοῖς γόνασιν ἔχειν

    由动词 εἶδε 支配的宾格加不定式结构。不定式 ἔχειν 的逻辑主语与主句主语(苏格拉底)相同,因此被省略;宾格 κύκνου νεοττόν 是 ἔχειν 的宾语(即“梦见自己双膝上有一只雏天鹅”)。

  3. 3.1.6αὐτόθι νοσήσαντα πρὸς τῶν ἱερέων ἀπολυθῆναι

    宾格分词 νοσήσαντα 与前文中的宾格 Εὐριπίδην 一致,表明在当地染病并被祭司们治愈的是与柏拉图同行的欧里庇得斯,而非柏拉图本人。紧随其后引用的诗句正出自欧里庇得斯的剧作(《伊菲革涅亚在陶里克》),亦证实了这一点。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:3.1.1-3.1.6