第欧根尼·拉尔修

哲人言行录

§3.1.67-3.1.72

关于灵魂不朽与宇宙生成的物理学学说

概述了柏拉图的物理学学说,包括灵魂的不朽与三分、宇宙灵魂的天文学结构、神与质料的两大本原、四元素的几何结构,以及单一、球形且不朽之宇宙的生成。

← 上一节下一节 →

Τὰ δὲ ἀρέσκοντα αὐτῷ ταῦτα ἦν. ἀθάνατον ἔλεγε τὴν ψυχὴν καὶ πολλὰ μεταμφιεννυμένην σώματα, ἀρχήν τε ἔχειν ἀριθμητικήν, τὸ δὲ σῶμα γεωμετρικήν· ὡρίζετο δὲ αὐτὴν ἰδέαν τοῦ πάντῃ διεστῶτος πνεύματος. αὐτοκίνητόν τε εἶναι καὶ τριμερῆ· τὸ μὲν γὰρ αὐτῆς λογιστικὸν μέρος περὶ τῇ κεφαλῇ καθιδρῦσθαι, τὸ δὲ θυμοειδὲς περὶ τῇ καρδίᾳ, τὸ δὲ ἐπιθυμητικὸν περὶ τὸν ὀμφαλὸν καὶ τὸ ἧπαρ συνίστασθαι.

他的主张如下。他认为灵魂是不朽的,并会穿上许多肉体;灵魂具有算术的原则,而肉体则具有几何的原则;他将灵魂定义为“在一切方向上延展之气息的形相(理念)”。他认为灵魂是自发运动的,并由三个部分构成:其理性部分安居于头部周围,激越部分在心脏周围,欲望部分则位于脐部与肝脏周围。

Περιέχειν δὲ ἐκ τοῦ μέσου διὰ παντὸς κύκλῳ τὸ σῶμα καὶ συνεστάναι ἐκ τῶν στοιχείων. διαιρεθεῖσάν τε κατὰ ἁρμονικὰ διαστήματα δύο κύκλους ποιεῖν συνημμένους, ὧν τὸν ἐντὸς κύκλον ἑξαχῆ τμηθέντα τοὺς ἅπαντας ἑπτὰ κύκλους ποιεῖν. καὶ τοῦτον μὲν κατὰ διάμετρον κινεῖσθαι ἐπʼ ἀριστερὰ ἔσωθεν, τὸν δὲ κατὰ πλευρὰν1 ἐπὶ τὰ δεξιά. διὸ καὶ κρατεῖν αὐτὸν ἕνα ὄντα· τὸν γὰρ ἕτερον ἔσωθεν διῃρῆσθαι. καὶ τὸν μὲν εἶναι ταὐτοῦ, τοὺς δὲ θατέρου, λέγων τὴν τῆς ψυχῆς κίνησιν εἶναι τὴν [δὲ] τοῦ ὅλου καὶ τὰς τῶν πλανωμένων φοράς.

灵魂从中心贯穿全体并环绕着肉体,且由各元素构成。它按照和声间隔被分割,形成了两个相连的圆环,其中内部的圆环在六处被切开,总共形成了七个圆环。这个内圆在内部沿对角线(黄道)向左运动,而另一个圆环则沿侧边(赤道)向右运动。因此,外圆因其保持为一而具有主导地位,因为另一个圆在内部已被分割。前者是“同一之圆”,而后者是“相异之圆”,他说灵魂的运动即是全宇宙的运转与行星的轨道。

Οὕτω δʼ ἐχούσης τῆς ἐκ μέσου τομῆς αὐτῇ προσαρμοζομένης πρὸς τὰ ἔσχατα2 γινώσκειν τε τὰ ὄντα καὶ ἐναρμόζειν διὰ τὸ ἔχειν ἐν αὑτῇ τὰ στοιχεῖα κατὰ ἁρμονίαν. καὶ γίνεσθαι δόξαν μὲν κατὰ τὸν θατέρου κύκλον ὀρθούμενον, ἐπιστήμην δὲ κατὰ τὸν ταὐτοῦ. δύο δὲ τῶν πάντων ἀπέφηνεν ἀρχάς, θεὸν καὶ ὕλην, ὃν καὶ νοῦν προσαγορεύει καὶ αἴτιον. εἶναι δὲ τὴν ὕλην ἀσχημάτιστον καὶ ἄπειρον, ἐξ ἧς γίνεσθαι τὰ συγκρίματα. ἀτάκτως δέ ποτε αὐτὴν κινουμένην ὑπὸ τοῦ θεοῦ φησιν εἰς ἕνα συναχθῆναι τόπον τάξιν ἀταξίας κρείττονα ἡγησαμένου.

由于从中心而出的分割呈现这种状态,在极端处与自身紧密贴合,因此灵魂既认识存在之物,又使之协调,这是因为它自身内部含有按照和声组成的元素。当“相异之圆”运转端正时便产生意见,而依“同一之圆”则产生知识。他提出了万物的两个本原:神与质料,他将神亦称为理智与原因。质料是无形相且无定规的,复合物即由它产生。它曾处于混乱的运动中,被神聚集到一处,因为神认为秩序优于混乱。

τραπέσθαι δὲ τὴν οὐσίαν ταύτην εἰς τὰ τέτταρα στοιχεῖα, πῦρ, ὕδωρ, ἀέρα, γῆν· ἐξ ὧν αὐτόν τε τὸν κόσμον καὶ τὰ ἐν αὐτῷ γεννᾶσθαι. μόνην δὲ τὴν γῆν ἀμετάβολον εἶναί φησι, νομίζων αἰτίαν τὴν τῶν σχημάτων διαφορὰν ἐξ ὧν σύγκειται. τῶν μὲν γὰρ ἄλλων ὁμογενῆ φησιν εἶναι τὰ σχήματαἅπαντα γὰρ ἐξ ἑνὸς συγκεῖσθαι τοῦ προμήκους τριγώνου3τῆς δὲ γῆς ἴδιον εἶναι τὸ σχῆμα· πυρὸς μὲν γὰρ εἶναι στοιχεῖον πυραμίδα, ἀέρος τὸ ὀκτάεδρον, ὕδατος τὸ εἰκοσάεδρον, γῆς δὲ κύβον. ὅθεν μήτε γῆν εἰς ταῦτα μεταβάλλειν, μήτε ταῦτα εἰς γῆν.

这一实体转变为四种元素:火、水、气、土;宇宙本身及其中的事物皆由它们生成。他说唯有土是不可转变的,他认为造成这种情况的原因在于构成土的形相的差异。因为他说其他元素的形相是同类的——全都是由同一种直角三角形构成的——而土的形相则是特有的:火的元素是四面体(棱锥),气是八面体,水是二十面体,而土是正方体。因此,土既不转变为这些元素,这些元素也不转变为土。

Οὐ διακεκρίσθαι δʼ εἰς τοὺς οἰκείους τόπους ἕκαστον, ὅτι περιφορὰ σφίγγουσα καὶ πρὸς τὸν μέσον συνάγουσα συγκρίνει τὰ μικρά, τὰ δὲ διακρίνει, τὰ μεγάλα. διόπερ τὰ εἴδη μεταβάλλοντα καὶ τοὺς τόπους μεταβάλλειν. Κόσμον τε εἶναι ἕνα γεννητόν, ἐπειδὴ καὶ αἰσθητός ἐστιν ὑπὸ θεοῦ κατεσκευασμένος· ἔμψυχόν τε εἶναι διὰ τὸ κρεῖττον εἶναι τοῦ ἀψύχου τὸ ἔμψυχον, τοῦτο δὲ δημιούργημα ὑποκεῖσθαι τοῦ βελτίστου αἰτίου. ἕνα τε αὐτὸν καὶ οὐκ ἄπειρον κατεσκευάσθαι, ὅτι καὶ τὸ ὑπόδειγμα ἓν ἦν ἀφʼ οὗ αὐτὸν ἐδημιούργησε· σφαιροειδῆ δὲ διὰ τὸ καὶ τὸν γεννήσαντα τοιοῦτον ἔχειν σχῆμα.

各元素没有完全分离到各自固有的区域,是因为圆周旋转在紧缩并向中心聚集的过程中,将小部分结合在一起,而将大部分分离开来。因此,它们在改变形态的同时也改变着位置。宇宙是单一的且是生成的,因为它既是可感的,又是由神构作的;它是有生命的,因为有生命之物优于无生命之物,而这一造物从属于最善的原因。它被构作为单一的而非无限的,因为神据以制作它的范型也是单一的;它是球形的,因为生成它的范型也拥有这样的形相。

ἐκεῖνον μὲν γὰρ περιέχειν τὰ ἄλλα ζῷα, τοῦτον δὲ τὰ σχήματα πάντων4. λεῖον δὲ καὶ οὐδὲν ὄργανον ἔχοντα κύκλῳ διὰ τὸ μηδεμίαν εἶναι χρῆσιν αὐτῶν. ἀλλὰ μὴν καὶ ἄφθαρτον διαμένειν τὸν κόσμον διὰ τὸ μὴ διαλύεσθαι εἰς τὸν θεόν. καὶ τῆς μὲν ὅλης γενέσεως αἴτιον εἶναι τὸν θεόν, ὅτι πέφυκεν ἀγαθοποιὸν εἶναι τὸ ἀγαθόν. τοῦ δὲ οὐρανοῦ τῆς γενέσεως τὸαἴτιον· τοῦ γὰρ καλλίστου τῶν γεννητῶν τὸ ἄριστον εἶναι τῶν νοητῶν αἴτιον. ὥστε ἐπεὶ τοιοῦτος θεός, ὅμοιος δὲ τῷ ἀρίστῳ οὐρανὸς κάλλιστός γε ὤν, οὐθενὶ ἂν ὅμοιος εἴη τῶν γεννητῶν ἀλλʼ τῷ θεῷ.

因为范型包容了其他的活物,而宇宙则包容了一切事物的形相。它是光滑的,周围没有任何器官,因为这些器官毫无用处。再者,宇宙得以保持不朽,乃是因为它不会消解回归于神。神是全部生成的原因,因为善的事物本性就是施善的。神也是天体生成的[原因];因为在生成之物中最美者,必然以可知之物中最善者为其原因。因此,既然神是如此本质,而天体由于最美而类似于最善者,那么天体就不会类似于任何生成之物,而唯独类似于神。

语法注4 条
  1. 3.1.68κατὰ διάμετρον ... κατὰ πλευρὰν

    基于柏拉图《蒂迈欧篇》36C的天文学与天球几何学对比。κατὰ διάμετρον 指沿对角线(黄道的倾斜运转),而 κατὰ πλευράν 指沿侧边(天赤道平行于球侧边的周日运转)。

  2. 3.1.69Οὕτω δʼ ἐχούσης τῆς ἐκ μέσου τομῆς αὐτῇ προσαρμοζομένης πρὸς τὰ ἔσχατα

    属格独立结构。τῆς ἐκ μέσου τομῆς 为逻辑主语,分词 προσαρμοζομένης 与之呼应。αὐτῇ 起反身代词作用(相当于 ἑαυτῇ),指灵魂带两端弯曲与自身贴合,呼应《蒂迈欧篇》36C的描述。

  3. 3.1.70τοῦ προμήκους τριγώνου

    指《蒂迈欧篇》53D–54B中构成火、气、水的基本单元“不等边直角三角形”(由长方形沿对角线切开而得的半正三角形)。相比之下,土由等腰直角三角形构成,因此土不能与其他三者互变。

  4. 3.1.72ἐκεῖνον μὲν γὰρ περιέχειν τὰ ἄλλα ζῷα, τοῦτον δὲ τὰ σχήματα πάντων

    指示代词的对照:ἐκεῖνον 指前节末尾提到的“生成者/范型(可知生命体)”,而 τοῦτον 指被造的可感宇宙。前者在可知界包容其他活物,后者在物理空间上包容万物的形状。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:3.1.67-3.1.72