- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:3.1.61-3.1.66
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-24
本段列举了柏拉图书信的细目、文法学者阿里斯托芬的三联剧编目、阅读顺序的诸种主张及伪作篇目,随后论述了柏拉图词汇的多义性与对立表达、对其文本的三重阐释法、写本所用的校勘符号以及早期的借阅情形。
ἐν αἷς ἔγραφεν εὖ πράττειν1, Ἐπίκουρος δὲ εὖ διάγειν, Κλέων χαίρειν — πρὸς Ἀριστόδημον μία, πρὸς Ἀρχύταν δύο, πρὸς Διονύσιον τέτταρες, πρὸς Ἑρμίαν καὶ Ἔραστον καὶ Κορίσκον μία, πρὸς Λεωδάμαντα μία, πρὸς Δίωνα μία, πρὸς Περδίκκαν μία, πρὸς τοὺς Δίωνος οἰκείους δύο. καὶ οὗτος μὲν οὕτω διαιρεῖ καί τινες. Ἔνιοι δέ, ὧν ἐστι καὶ Ἀριστοφάνης ὁ γραμματικός, εἰς τριλογίας ἕλκουσι τοὺς διαλόγους,
在这些书信中,他的致候辞写为“祝你安好”,而伊壁鸠鲁写为“祝你生活美好”,克里昂写为“祝你欢欣”——致阿里斯托德谟一篇,致阿尔库塔斯两篇,致狄奥尼修斯四篇,致赫米亚斯、厄拉斯特斯与科里斯库斯一篇,致莱奥达马斯一篇,致狄翁一篇,致珀尔狄卡斯一篇,致狄翁亲属两篇。他(色拉绪洛斯)及某些人便是如此划分的。但另有一些人,其中包括文法学者阿里斯托芬,将这些对话录归入三联剧,
καὶ πρώτην μὲν τιθέασιν ἧς ἡγεῖται Πολιτεία Τίμαιος Κριτίας· δευτέραν Σοφιστὴς Πολιτικὸς Κρατύλος· τρίτην Νόμοι Μίνως Ἐπινομίς· τετάρτην Θεαίτητος Εὐθύφρων Ἀπολογία· πέμπτην Κρίτων Φαίδων Ἐπιστολαί. τὰ δʼ ἄλλα καθʼ ἓν καὶ ἀτάκτως. ἄρχονται δὲ οἱ μέν, ὡς προείρηται, ἀπὸ τῆς Πολιτείας· οἱ δʼ ἀπὸ Ἀλκιβιάδου τοῦ μείζονος· οἱ δʼ ἀπὸ Θεάγους· ἔνιοι δὲ Εὐθύφρονος· ἄλλοι Κλειτοφῶντος· τινὲς Τιμαίου· οἱ δʼ ἀπὸ Φαίδρου· ἕτεροι Θεαιτήτου· πολλοὶ δὲ 〈ἀπʼ〉 Ἀπολογίας τὴν ἀρχὴν ποιοῦνται. νοθεύονται δὲ τῶν διαλόγων ὁμολογουμένως Μίδων ἢ Ἱπποτρόφος, Ἐρυξίας ἢ Ἐρασίστρατος, Ἀλκύων, Ἀκέφαλοι ἢ Σίσυφος, Ἀξίοχος, Φαίακες, Δημόδοκος, Χελιδών, Ἑβδόμη, Ἐπιμενίδης· ὧν ἡ Ἀλκυὼν Λέοντός τινος εἶναι δοκεῖ, καθά φησι Φαβωρῖνος ἐν τῷ πέμπτῳ τῶν Ἀπομνημονευμάτων.
并列出第一组以《理想国》《蒂迈欧篇》《克里提亚篇》居首;第二组为《智者篇》《政治家篇》《克拉底鲁篇》;第三组为《法律篇》《米诺斯篇》《厄庇诺米斯篇》;第四组为《泰阿泰德篇》《游叙弗伦篇》《苏格拉底的申辩》;第五组为《克力同篇》《斐多篇》《书信集》。其余的篇目则单独列出,毫无固定次序。正如前文所说,有人从《理想国》开始阅读;有人从《阿尔喀比亚德前篇》开始;有人从《泰阿革斯篇》开始;有人从《游叙弗伦篇》开始;另有人从《克里托芬篇》开始;有人从《蒂迈欧篇》开始;有人从《斐德罗篇》开始;另有人从《泰阿泰德篇》开始;更有许多人以《申辩》作为起点。在对话录中被公认为伪作的有:《米东,或养马者》,《厄律克西亚斯,或埃拉西斯特拉图》,《翠鸟》,《无头者,或西绪福斯》,《阿克西奥库斯》,《淮阿客斯》,《德谟多库斯》,《燕子》,《第七篇》,《埃庇米尼得斯》;其中《翠鸟》似乎是某位莱翁的作品,正如法沃里努斯在《回忆录》第五卷中所说的那样。
Ὀνόμασι δὲ κέχρηται ποικίλοις πρὸς τὸ μὴ εὐσύνοπτον εἶναι τοῖς ἀμαθέσι τὴν πραγματείαν2· ἰδιαίτατα μὲν σοφίαν ἡγεῖται εἶναι τὴν τῶν νοητῶν καὶ ὄντως ὄντων ἐπιστήμην, ἥν φησι περὶ θεὸν καὶ ψυχὴν σώματος κεχωρισμένην. ἰδίᾳ δὲ σοφίαν καὶ τὴν φιλοσοφίαν καλεῖ, ὄρεξιν οὖσαν τῆς θείας σοφίας. κοινῶς δὲ λέγεται παρʼ αὐτῷ σοφία καὶ ἡ πᾶσα ἐμπειρία, οἷον ὅταν σοφὸν λέγῃ τὸν δημιουργόν. χρῆται δὲ καὶ ἐπὶ διαφερόντως σημαινομένων τοῖς αὐτοῖς ὀνόμασιν. ὁ γοῦν φαῦλος λέγεται παρʼ αὐτῷ καὶ ἐπὶ τοῦ ἁπλοῦ, ὡς καὶ παρὰ Εὐριπίδῃ ἐν Λικυμνίῳ φέρεται ἐπὶ τοῦ Ἡρακλέους οὑτωσί· "φαῦλον, ἄκομψον, τὰ μέγιστʼ ἀγαθόν, πᾶσαν ἐν ἔργῳ περιταμνόμενον σοφίαν, λέσχης ἀτρίβωνα."
他使用多样的词汇,以使他的整个理论体系不致被无知之辈轻易一眼看穿:在最严格的本义上,他认为“智慧”是对可知且真实存在之物的认识,他说这关乎神和脱离了肉体的灵魂;而在特定的意义上,他也将哲学称为“智慧”,因它是对神圣智慧的渴望;在一般的意义上,一切实践经验在他那里也被称为“智慧”,例如他称工匠为“有智慧的”。他还对含义不同的事物使用相同的词语。例如在他那里,“平凡的(phaulos)”一词也被用于“朴实无华”,正如欧里庇得斯在《李库谟纽斯》中论及赫拉克勒斯时所载:‘平凡,不加修饰,至善之人,在行动中削去一切浮华智慧,于高谈阔论上生疏不熟。’
χρῆται δὲ ὁ Πλάτων ἐνίοτε αὐτῷ καὶ ἐπὶ τοῦ κακοῦ· ἔστι δʼ ὅτε καὶ ἐπὶ τοῦ μικροῦ. πολλάκις δὲ καὶ διαφέρουσιν ὀνόμασιν ἐπὶ τοῦ αὐτοῦ σημαινομένου χρῆται. τὴν γοῦν ἰδέαν καὶ εἶδος ὀνομάζει καὶ γένος καὶ παράδειγμα καὶ ἀρχὴν καὶ αἴτιον. χρῆται δὲ καὶ ταῖς ἐναντίαις φωναῖς ἐπὶ τοῦ αὐτοῦ. τὸ γοῦν αἰσθητὸν καὶ ὂν καλεῖ καὶ μὴ ὄν· ὂν μὲν διὰ τὸ γένεσιν αὐτοῦ εἶναι, μὴ ὂν δὲ διὰ τὴν συνεχῆ μεταβολήν. καὶ τὴν ἰδέαν οὔτε κινούμενον οὔτε μένον3· καὶ ταὐτὸ καὶ ἓν καὶ πολλά. τὸ δʼ αὐτὸ καὶ ἐπὶ πλειόνων εἴθισται ποιεῖν.
但柏拉图有时也用它来表示“坏”,有时也用来表示“小”。他也常常对同一个含义使用不同的词语。例如理念,他称之为“形相(eidos)”、“属(genos)”、“范型(paradeigma)”、“始基(arche)”和“原因(aition)”。他对同一事物还会使用相反的表达。例如可感之物,他既称其为“存在”,又称其为“非存在”:称其为“存在”是因它具有生成,称其为“非存在”则是因其处于不断的变化中。对于理念,他也称其为“既非运动亦非静止”,又称其为“同一”且“既是一又是多”。而在更多的事物上,他也习惯于采取同样的做法。
Ἔστι δὲ ἡ ἐξήγησις αὐτοῦ τῶν λόγων τριπλῆ· πρῶτον μὲν γὰρ ἐκδιδάξαι χρὴ ὅ τι ἐστὶν ἕκαστον τῶν λεγομένων· ἔπειτα, τίνος εἵνεκα λέλεκται, πότερα κατὰ προηγούμενον ἢ ἐν εἰκόνος μέρει, καὶ 〈εἰ〉 εἰς δογμάτων κατασκευὴν ἢ εἰς ἔλεγχον τοῦ προσδιαλεγομένου· τὸ δὲ τρίτον, εἰ ὀρθῶς λέλεκται. Ἐπεὶ δὲ καὶ σημεῖά τινα τοῖς βιβλίοις αὐτοῦ παρατίθενται, φέρε καὶ περὶ τούτων τι εἴπωμεν. Χῖ λαμβάνεται πρὸς τὰς λέξεις καὶ τὰ σχήματα καὶ ὅλως τὴν Πλατωνικὴν συνήθειαν· διπλῆ πρὸς τὰ δόγματα καὶ τὰ ἀρέσκοντα Πλάτωνι·
对他言论的阐释有三重:首先,必须讲明所说各项究竟是什么;其次,必须讲明它是为了何种目的而说的,是依本义而言还是作为比喻的一部分,以及是为了确立教义还是为了驳斥对话者;第三,则是所说的是否正确。既然他的书中也附有某些校订符号,那么就让我们也谈谈这些符号吧。“希腊字母希(Χ)”用于词句、修辞手法以及整个柏拉图的惯用语;“双尖号(›)”用于教义和柏拉图所赞同的主张;
Χῖ περιεστιγμένον πρὸς τὰς ἐκλογὰς καὶ καλλιγραφίας· διπλῆ περιεστιγμένη πρὸς τὰς ἐνίων διορθώσεις· ὀβελὸς περιεστιγμένος πρὸς τὰς εἰκαίους ἀθετήσεις· ἀντίσιγμα περιεστιγμένον πρὸς τὰς διττὰς χρήσεις καὶ μεταθέσεις τῶν γραφῶν· κεραύνιον πρὸς τὴν ἀγωγὴν τῆς φιλοσοφίας· ἀστερίσκος πρὸς τὴν συμφωνίαν τῶν δογμάτων· ὀβελὸς πρὸς τὴν ἀθέτησιν. τὰ μὲν σημεῖα ταῦτα καὶ τὰ βιβλία τοσαῦτα· ἅπερ Ἀντίγονός φησιν ὁ Καρύστιος ἐν τῷ Περὶ Ζήνωνος νεωστὶ ἐκδοθέντα εἴ τις ἤθελε διαναγνῶναι, μισθὸν ἐτέλει τοῖς κεκτημένοις4.
“加点希(·Χ·)”用于精选段落和优美文体;“加点双尖号”用于某些人所作的校正;“加点批注线(标枪线)”用于草率的剔除;“加点反西格马”用于双重用法和异文倒置;“闪电符”用于哲学流派的引导;“星号”用于教义的一致;“批注线(标枪线)”用于剔除伪作。这些便是符号,书卷数目亦如上述;卡里斯图斯的安提戈努斯在《芝诺传》中说,当这些书刚出版时,若有人想要通读,须向藏书者支付报酬。
- 3.1.61ἐν αἷς ἔγραφεν εὖ πράττειν
动词 ἔγραφεν 直接接问候语 εὖ πράττειν 作为宾语。在接下来的小句(Ἐπίκουρος δὲ εὖ διάγειν, Κλέων χαίρειν)中,动词 ἔγραφε(ν) 均承前省略。
- 3.1.63πρὸς τὸ μὴ εὐσύνοπτον εἶναι τοῖς ἀμαθέσι τὴν πραγματείαν
介词 πρός 加上带冠词的不定式(τὸ ... εἶναι)构成目的结构。不定式的逻辑主语是宾格短语 τὴν πραγματείαν(论述/理论体系),εὐσύνοπτον 为表语形容词,与格 τοῖς ἀμαθέσι 为关涉或判定与格(对于无知者而言)。
- 3.1.64καὶ τὴν ἰδέαν οὔτε κινούμενον οὔτε μένον
承接前文省略了动词 καλεῖ(称作),以宾格 τὴν ἰδέαν 为直接宾语,中性单数分词短语 οὔτε κινούμενον οὔτε μένον 作为双宾格结构中的宾语补足语(将理念抽象地作中性表述)。随后的 καὶ ταὐτὸ καὶ ἓν καὶ πολλά 亦同为补足语。
- 3.1.66ἅπερ Ἀντίγονός φησιν ὁ Καρύστιος ἐν τῷ Περὶ Ζήνωνος νεωστὶ ἐκδοθέντα εἴ τις ἤθελε διαναγνῶναι, μισθὸν ἐτέλει τοῖς κεκτημένοις
关系代名词 ἅπερ(中性复数宾格,先行词为上文的 τὰ βιβλία)被提前置于句首,充当条件从句内不定式 διαναγνῶναι(通读)的逻辑宾语。分词 νεωστὶ ἐκδοθέντα 作时间分词用(“刚出版时”)。全句骨干为 Ἀντίγονός φησιν(安提戈努斯说),后接过去真实/一般条件句(εἴ τις ἤθελε ... μισθὸν ἐτέλει)。
