- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:3.1.55-3.1.60
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-24
本节阐释了辩证法式的归纳法及其在《斐多篇》中的实例,并以悲剧三位演员的发展为喻说明柏拉图引入辩证法完成哲学。随后列举了色拉绪洛斯将柏拉图对话录编排为九组四联剧的分类体系及其双重题名与体裁属性。
ῥητορικὸς δʼ ἐστὶν ὁ τρόπος τῆς ἐπαγωγῆς οὗτος, ἐπειδὴ καὶ ἡ ῥητορικὴ περὶ τὰ ἐπὶ μέρους, οὐ τὰ καθόλου τὴν πραγματείαν ἔχει. ζητεῖ γὰρ οὐ περὶ αὐτοῦ τοῦ δικαίου, ἀλλὰ τῶν ἐπὶ μέρους δικαίων. ὁ δὲ ἕτερός ἐστι διαλεκτικός, προαποδειχθέντος τοῦ καθόλου διὰ τῶν ἐπὶ μέρους1. οἷον ζητεῖται, εἰ ἡ ψυχὴ ἀθάνατος καὶ εἰ ἐκ τῶν τεθνεώτων οἱ ζῶντες· ὅπερ ἀποδείκνυται ἐν τῷ Περὶ ψυχῆς διά τινος καθολικοῦ, ὅτι ἐκ τῶν ἐναντίων τὰ ἐναντία. καὶ αὐτὸ δὲ τὸ καθόλου κατασκευάζεται ἔκ τινων ὄντων ἐπὶ μέρους· οἷον ὅτι τὸ καθεύδειν ἐκ τοῦ ἐγρηγορέναι καὶ ἀνάπαλιν καὶ τὸ μεῖζον ἐκ τοῦ μικροτέρου καὶ ἀνάπαλιν. τούτῳ δὲ ἐχρῆτο εἰς τὴν τῶν ἑαυτῷ δοκούντων κατασκευήν.
这种归纳方式是修辞学式的,因为修辞学的研究也是关乎个别事物,而非普遍事物;它探求的不是正义本身,而是个别的正义之事。另一种方式则是辩证法式的,是在通过个别事物预先证明了普遍事物之后进行的。例如,人们探求“灵魂是否不朽”以及“生者是否由死者产生”;这一论题在《论灵魂》(《斐多篇》)中是通过一个普遍命题得到证明的,即相反之物产生自相反之物。而这个普遍命题本身,又是从某些个别的实在事物中建构起来的,例如:睡眠产生自清醒,反之亦然;较大产生自较小,反之亦然。他使用这种方式来确立自己认可的见解。
Ὥσπερ δὲ τὸ παλαιὸν ἐν τῇ τραγῳδίᾳ πρότερον μὲν μόνος ὁ χορὸς διεδραμάτιζεν, ὕστερον δὲ Θέσπις ἕνα ὑποκριτὴν ἐξεῦρεν ὑπὲρ τοῦ διαναπαύεσθαι τὸν χορὸν καὶ δεύτερον Αἰσχύλος, τὸν δὲ τρίτον Σοφοκλῆς καὶ συνεπλήρωσεν τὴν τραγῳδίαν, οὕτως καὶ τῆς φιλοσοφίας ὁ λόγος πρότερον μὲν ἦν μονοειδὴς ὡς ὁ φυσικός, δεύτερον δὲ Σωκράτης προσέθηκε τὸν ἠθικόν, τρίτον δὲ Πλάτων τὸν διαλεκτικὸν καὶ ἐτελεσιούργησε τὴν φιλοσοφίαν. Θράσυλος δέ φησι καὶ κατὰ τὴν τραγικὴν τετραλογίαν ἐκδοῦναι αὐτὸν τοὺς διαλόγους, οἷον ἐκεῖνοι τέτρασι δράμασιν ἠγωνίζοντο2 — Διονυσίοις, Ληναίοις, Παναθηναίοις, Χύτροις — ὧν τὸ τέταρτον ἦν Σατυρικόν· τὰ δὲ τέτταρα δράματα ἐκαλεῖτο τετραλογία.
正如古时在悲剧中,最初只是歌队独自演剧,后来忒斯庇斯为使歌队得到休整而发明了一位演员,埃斯库罗斯加了第二位,索福克勒斯加了第三位并使悲剧臻于完备;同样,哲学的论述最初也是单一形式的,如自然哲学,接着苏格拉底增添了伦理学,第三则是柏拉图增添了辩证法,从而使哲学达于圆满。色拉绪洛斯说,柏拉图甚至按照悲剧四联剧的方式出版了他的对话录;就像诗人以四部剧作参赛一样——在狄奥尼索斯节、勒奈亚节、泛雅典娜节和罐头节上——其中第四部是萨堤洛斯剧;而这四部剧作就被称为四联剧。
Εἰσὶ τοίνυν, φησίν, οἱ πάντες αὐτῷ γνήσιοι διάλογοι ἓξ καὶ πεντήκοντα, τῆς μὲν Πολιτείας εἰς δέκα διαιρουμένης — ἣν καὶ εὑρίσκεσθαι σχεδὸν ὅλην παρὰ Πρωταγόρᾳ ἐν τοῖς Ἀντιλογικοῖς φησι Φαβωρῖνος ἐν Παντοδαπῆς ἱστορίας δευτέρῳ -τῶν δὲ Νόμων εἰς δυοκαίδεκα. τετραλογίαι δὲ ἐννέα, ἑνὸς βιβλίου χώραν ἐπεχούσης τῆς Πολιτείας καὶ ἑνὸς τῶν Νόμων3. πρώτην μὲν οὖν τετραλογίαν τίθησι τὴν κοινὴν ὑπόθεσιν ἔχουσαν· παραδεῖξαι γὰρ βούλεται ὁποῖος ἂν εἴη ὁ τοῦ φιλοσόφου βίος. διπλαῖς τε χρῆται ταῖς ἐπιγραφαῖς καθʼ ἑκάστου τῶν βιβλίων, τῇ μὲν ἀπὸ τοῦ ὀνόματος, τῇ δὲ ἀπὸ τοῦ πράγματος.
因此他说,柏拉图全部的真作对话录共有五十六篇,《理想国》被分为十卷——法沃里努斯在《杂史》第二卷中称,该篇几乎整部都可以见于普罗泰戈拉的《反驳论》中——《法律篇》分为十二卷。由于《理想国》占一部书的地位,《法律篇》亦占一部,故共有九组四联剧。于是,他把具有共同主题的一组列为第一组四联剧;因为他意图展示哲学家的生活究竟应当是怎样的。他对每一部书都采用了双重题名,其一取自人名,其二取自题材(事理)。
ταύτης τῆς τετραλογίας, ἥτις ἐστὶ πρώτη, ἡγεῖται Εὐθύφρων ἢ περὶ ὁσίου· ὁ διάλογος δʼ ἐστὶ πειραστικός· δεύτερος Ἀπολογία Σωκράτους, ἠθικός· τρίτος Κρίτων ἢ περὶ πρακτέου, ἠθικός· τέταρτος Φαίδων ἢ περὶ ψυχῆς, ἠθικός. δευτέρα τετραλογία, ἧς ἡγεῖται Κρατύλος ἢ περὶ ὀρθότητος ὀνομάτων, λογικός· Θεαίτητος ἢ περὶ ἐπιστήμης, πειραστικός· Σοφιστὴς ἢ περὶ τοῦ ὄντος, λογικός· Πολιτικὸς ἢ περὶ βασιλείας, λογικός. τῆς τρίτης ἡγεῖται Παρμενίδης ἢ περὶ ἰδεῶν, λογικός· Φίληβος ἢ περὶ ἡδονῆς, ἠθικός· Συμπόσιον ἢ περὶ ἀγαθοῦ, ἠθικός· Φαῖδρος ἢ περὶ ἔρωτος, ἠθικός.
作为第一组的这一四联剧中,居首的是《游叙弗伦篇,或论虔敬》,该对话录是试探式的;第二是《苏格拉底的申辩》,伦理式的;第三是《克力同篇,或论应当行之事》,伦理式的;第四是《斐多篇,或论灵魂》,伦理式的。第二组四联剧由《克拉底鲁篇,或论名称的正确性》居首,逻辑式的;《泰阿泰德篇,或论知识》,试探式的;《智者篇,或论存在》,逻辑式的;《政治家篇,或论王道》,逻辑式的。第三组由《巴曼尼得斯篇,或论理念》居首,逻辑式的;《斐利布篇,或论快乐》,伦理式的;《会饮篇,或论善》,伦理式的;《斐德罗篇,或论爱》,伦理式的。
Τῆς τετάρτης ἡγεῖται Ἀλκιβιάδης ἢ περὶ ἀνθρώπου φύσεως, μαιευτικός· Ἀλκιβιάδης δεύτερος ἢ περὶ εὐχῆς, μαιευτικός· Ἵππαρχος ἢ φιλοκερδής, ἠθικός· Ἀντερασταὶ ἢ περὶ φιλοσοφίας, ἠθικός. τῆς πέμπτης ἡγεῖται Θεάγης ἢ περὶ φιλοσοφίας, μαιευτικός· Χαρμίδης ἢ περὶ σωφροσύνης, πειραστικός· Λάχης ἢ περὶ ἀνδρείας, μαιευτικός· Λύσις ἢ περὶ φιλίας, μαιευτικός. τῆς ἕκτης ἡγεῖται Εὐθύδημος ἢ ἐριστικός, ἀνατρεπτικός· Πρωταγόρας ἢ σοφισταί, ἐνδεικτικός· Γοργίας ἢ περὶ ῥητορικῆς, ἀνατρεπτικός· Μένων ἢ περὶ ἀρετῆς, πειραστικός.
第四组由《阿尔喀比亚德篇,或论人的本性》居首,助产术式的;《阿尔喀比亚德后篇,或论祈祷》,助产术式的;《希帕库斯篇,或好利者》,伦理式的;《争辩的爱人,或论哲学》,伦理式的。第五组由《泰阿革斯篇,或论哲学》居首,助产术式的;《卡尔米德篇,或论节制》,试探式的;《拉凯斯篇,或论勇敢》,助产术式的;《吕西斯篇,或论友谊》,助产术式的。第六组由《欧绪德谟篇,或好争论者》居首,颠覆式的;《普罗泰戈拉篇,或智者们》,演示式的;《高尔吉亚篇,或论修辞学》,颠覆式的;《美诺篇,或论美德》,试探式的。
τῆς ἑβδόμης ἡγοῦνται Ἱππίαι δύο — α′ ἢ περὶ τοῦ καλοῦ, β′ ἢ περὶ τοῦ ψεύδους -ἀνατρεπτικοί· Ἴων ἢ περὶ Ἰλιάδος, πειραστικός· Μενέξενος ἢ ἐπιτάφιος, ἠθικός. τῆς ὀγδόης ἡγεῖται Κλειτοφῶν ἢ προτρεπτικός, ἠθικός· Πολιτεία ἢ περὶ δικαίου, πολιτικός· Τίμαιος ἢ περὶ φύσεως, φυσικός· Κριτίας ἢ Ἀτλαντικός, ἠθικός. τῆς ἐνάτης ἡγεῖται Μίνως ἢ περὶ νόμου, πολιτικός· Νόμοι ἢ περὶ νομοθεσίας, πολιτικός· Ἐπινομὶς ἢ νυκτερινὸς σύλλογος ἢ φιλόσοφος, πολιτικός· Ἐπιστολαὶ τρεισκαίδεκα, ἠθικαί —
第七组由两篇《希庇阿斯篇》居首——第一篇《或论美》,第二篇《或论虚假》——颠覆式的;《伊翁篇,或论伊利亚特》,试探式的;《墨涅克塞诺斯篇,或悼词》,伦理式的。第八组由《克里托芬篇,或劝勉》,伦理式的;《理想国,或论正义》,政治式的;《蒂迈欧篇,或论自然》,自然哲学式的;《克里提亚篇,或大西洋篇》,伦理式的。第九组由《米诺斯篇,或论法律》居首,政治式的;《法律篇,或论立法》,政治式的;《厄庇诺米斯篇,或夜间会议,或哲学家》,政治式的;十三封《书信集》,伦理式的——
- 3.1.55προαποδειχθέντος τοῦ καθόλου διὰ τῶν ἐπὶ μέρους
属格独立结构,说明前一节(§54)所述辩证归纳法的成立条件。与直接由个别推导个别的修辞学归纳相对照,此处的复合前缀 προ- 表示时间与逻辑上的在先性,即必须先通过若干个别事例确立起普遍原理,进而以此普遍原理去论证所探求的命题。
- 3.1.56οἷον ἐκεῖνοι τέτρασι δράμασιν ἠγωνίζοντο
连词性 οἷον 在此作副词性说明,具体解释前面的短语 κατὰ τὴν τραγικὴν τετραλογίαν(“依悲剧四联剧的方式”)。代词主语 ἐκεῖνοι(“那些人”)在语境中回指悲剧诗人们。与格 τέτρασι δράμασιν 表示竞赛的手段/形式,而节日名称(Διονυσίοις 等)则是表示时间的与格。
- 3.1.57ἑνὸς βιβλίου χώραν ἐπεχούσης τῆς Πολιτείας καὶ ἑνὸς τῶν Νόμων
属格独立结构,并列连接了《理想国》与《法律篇》两个主语。熟语 χώραν ἐπέχειν 意为“占有……的位置/资格”,支配属格 ἑνὸς βιβλίου(“一部书的地位”)。在语法和逻辑上,这解释了为何56篇作品能纳入9组四联剧(36个单元)的编排,即把多卷本的《理想国》与《法律篇》各折算为一个单位作品。
