- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:3.1.50-3.1.54
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-24
在完成对柏拉图对话录依论题与风格的归类后,探讨了关于柏拉图是否确立教条的争论,阐明其如何借助四位代言人物表达见解,并解析了基于对立与基于推论相承的两种归纳法模式。
Οὐ λανθάνει δʼ ἡμᾶς ὅτι τινὲς ἄλλως διαφέρειν τοὺς διαλόγους φασί—λέγουσι γὰρ αὐτῶν τοὺς μὲν δραματικούς, τοὺς δὲ διηγηματικούς, τοὺς δὲ μεικτούς—ἀλλʼ ἐκεῖνοι μὲν τραγικῶς μᾶλλον ἢ φιλοσόφως τὴν διαφορὰν τῶν διαλόγων προσωνόμασαν. εἰσὶ δὲ τοῦ μὲν φυσικοῦ οἷον ὁ Τίμαιος· τοῦ δὲ λογικοῦ ὅ τε Πολιτικὸς καὶ ὁ Κρατύλος καὶ Παρμενίδης καὶ Σοφιστής· τοῦ δʼ ἠθικοῦ ἥ τε Ἀπολογία καὶ ὁ Κρίτων καὶ Φαίδων καὶ Φαῖδρος καὶ τὸ Συμπόσιον Μενέξενός τε καὶ Κλειτοφῶν καὶ Ἐπιστολαὶ καὶ Φίληβος Ἵππαρχος Ἀντερασταί· τοῦ δὲ πολιτικοῦ ἥ τε Πολιτεία καὶ οἱ Νόμοι καὶ ὁ Μίνως καὶ Ἐπινομὶς καὶ ὁ Ἀτλαντικός·
我们并非不知道有些人以别种方式区分对话录——因为他们将对话录分为戏剧性、叙述性与混合性——但这等人是以更接近悲剧而非哲学的方式来命名对话录的差异的。属于自然哲学类的,如《蒂迈欧篇》;属于逻辑学类的,有《政治家篇》《克拉底鲁篇》《巴曼尼得斯篇》与《智者篇》;属于伦理学类的,有《申辩篇》《克力同篇》《斐多篇》《斐德罗篇》《会饮篇》《墨涅克塞诺斯篇》《克里托芬篇》《书信集》《斐利布篇》《希帕库斯篇》与《争辩的爱人》;属于政治学类的,有《理想国》《法律篇》《米诺斯篇》《厄庇诺米斯篇》与《大西洋篇》(《克里提亚篇》)。
τοῦ δὲ μαιευτικοῦ Ἀλκιβιάδαι Θεάγης Λύσις Λάχης· τοῦ δὲ πειραστικοῦ Εὐθύφρων Μένων Ἴων Χαρμίδης Θεαίτητος· τοῦ δὲ ἐνδεικτικοῦ ὡς ὁ Πρωταγόρας· καὶ τοῦ ἀνατρεπτικοῦ Εὐθύδημος Γοργίας Ἱππίαι δύο. καὶ περὶ μὲν διαλόγου τί ποτέ ἐστι καὶ τίνες αὐτοῦ διαφοραί, 〈τοσαῦτα〉 ἀπόχρη λέγειν. Ἐπεὶ δὲ πολλὴ στάσις ἐστὶ καὶ οἱ μέν φασιν αὐτὸν δογματίζειν, οἱ δʼ οὔ, φέρε καὶ περὶ τούτου διαλάβωμεν. αὐτὸ τοίνυν τὸ δογματίζειν ἐστὶ δόγματα τιθέναι ὡς τὸ νομοθετεῖν νόμους τιθέναι. δόγματα δὲ ἑκατέρως καλεῖται, τό τε δοξαζόμενον καὶ ἡ δόξα αὐτή.
属于助产术式的,有两篇《阿尔喀比亚德篇》《泰阿革斯篇》《吕西斯篇》《拉凯斯篇》;属于试探式的,有《游叙弗伦篇》《美诺篇》《伊翁篇》《卡尔米德篇》《泰阿泰德篇》;属于演示性的,如《普罗泰戈拉篇》;属于颠覆式的,有《欧绪德谟篇》《高尔吉亚篇》以及两篇《希庇阿斯篇》。关于对话录究竟为何物及其分类差异,说这么多便已足够。然而,鉴于存在着极大的分歧,有人主张他确立教条,有人则说他不确立教条,来吧,让我们对此也加以辨析。所谓“确立教条”,就是制定教说,正如“立法”是制定法律一样。而“教条”在两重意义上被称谓:既指被持有的见解内容,又指见解本身。
Τούτων δὲ τὸ μὲν δοξαζόμενον πρότασίς ἐστιν, ἡ δὲ δόξα ὑπόληψις. ὁ τοίνυν Πλάτων περὶ μὲν ὧν κατείληφεν ἀποφαίνεται, τὰ δὲ ψευδῆ διελέγχει, περὶ δὲ τῶν ἀδήλων ἐπέχει. καὶ περὶ μὲν τῶν αὐτῷ δοκούντων ἀποφαίνεται διὰ τεττάρων προσώπων, Σωκράτους, Τιμαίου, τοῦ Ἀθηναίου ξένου, τοῦ Ἐλεάτου ξένου· εἰσὶ δʼ οἱ ξένοι οὐχ, ὥς τινες ὑπέλαβον, Πλάτων καὶ Παρμενίδης, ἀλλὰ πλάσματά ἐστιν ἀνώνυμα· ἐπεὶ καὶ τὰ Σωκράτους καὶ τὰ Τιμαίου λέγων Πλάτων δογματίζει1. περὶ δὲ τῶν ψευδῶν ἐλεγχομένους εἰσάγει οἷον Θρασύμαχον καὶ Καλλικλέα καὶ Πῶλον Γοργίαν τε καὶ Πρωταγόραν, ἔτι Ἱππίαν καὶ Εὐθύδημον καὶ δὴ καὶ τοὺς ὁμοίους.
在二者之中,被持有的见解内容是命题,而见解本身则是信念。因此,柏拉图对他所确知的事物发表断言,对虚妄的事物加以反驳,对不明朗的事物则悬置判断。关于他所认可的观点,他通过四个人物来陈述:苏格拉底、蒂迈欧、雅典异乡人以及厄利亚异乡人。这两位异乡人并非如某些人所猜想的那样是柏拉图和巴曼尼得斯,而是匿名的虚构人物;因为即便在述说苏格拉底和蒂迈欧的话语时,柏拉图也是在确立教条。而关于虚妄的事物,他引入被反驳的人,例如色拉叙马霍斯、卡利克勒斯、波罗斯、高尔吉亚、普罗泰戈拉,此外还有希庇阿斯、欧绪德谟以及与他们类似的人。
Ποιούμενος δὲ τὰς ἀποδείξεις πλείστῳ χρῆται τῷ τῆς ἐπαγωγῆς τρόπῳ, οὐ μὴν μονοτρόπῳ, ἀλλὰ διχῇ. ἔστι μὲν γὰρ ἐπαγωγὴ λόγος διά τινων ἀληθῶν τὸ ὅμοιον ἑαυτῷ ἀληθὲς οἰκείως ἐπιφέρων. δύο δὲ τῆς ἐπαγωγῆς εἰσι τρόποι, ὅ τε κατʼ ἐναντίωσιν καὶ ὁ ἐκ τῆς ἀκολουθίας. ὁ μὲν οὖν κατʼ ἐναντίωσίν ἐστιν ἐξ οὗ τῷ ἐρωτωμένῳ περὶ πᾶσαν ἀπόκρισιν ἀκολουθήσει τὸ ἐναντίον, οἷον· ὁ ἐμὸς πατὴρ τῷ σῷ πατρὶ ἤτοι ἕτερός ἐστιν ἢ ὁ αὐτός. εἰ μὲν οὖν ἕτερός ἐστι τοῦ ἐμοῦ πατρὸς ὁ σὸς πατήρ, πατρὸς ἕτερος ὢν οὐκ ἂν εἴη πατήρ2· εἰ δὲ ὁ αὐτός ἐστι τῷ ἐμῷ πατρί, ὁ αὐτὸς ὢν τῷ ἐμῷ πατρὶ ὁ ἐμὸς ἂν εἴη πατήρ.
在进行论证时,他最常使用归纳法,但这绝非单一方式,而是分作两种。因为归纳法是一种通过某些真实之物而顺理成章地引出与自身相似之真实之物的论说。归纳法有两种方式:一种基于对立,另一种基于推论相承。基于对立的方式是:对于被提问者而言,无论其如何回答,都会导致相反的结果,例如:“我的父亲对于你的父亲而言,要么是不同的人,要么是同一个人。如果你的父亲与我的父亲不同,既然与父亲不同,他就不会是父亲;但如果他与我的父亲是同一个人,既然与我的父亲相同,他就是我的父亲。”
καὶ πάλιν· εἰ μή ἐστι ζῷον ὁ ἄνθρωπος, λίθος ἂν εἴη ἢ ξύλον. οὐκ ἔστι δὲ λίθος ἢ ξύλον· ἔμψυχον γάρ ἐστι καὶ ἐξ αὑτοῦ κινεῖται· ζῷον ἄρα ἐστίν. εἰ δὲ ζῷόν ἐστι, ζῷον δὲ καὶ ὁ κύων καὶ ὁ βοῦς, εἴη ἂν καὶ ὁ ἄνθρωπος ζῷον 〈ὢν〉 καὶ κύων καὶ βοῦς. οὗτος μὲν ὁ τῆς ἐπαγωγῆς κατʼ ἐναντίωσιν καὶ μάχην τρόπος, ᾧ ἐχρῆτο οὐ πρὸς τὸ δογματίζειν, ἀλλὰ πρὸς τὸ διελέγχειν. ὁ δὲ τῆς ἀκολουθίας ἐστὶ διπλοῦς· ὁ μὲν τὸ ἐπὶ μέρους ζητούμενον διὰ τοῦ ἐπὶ μέρους ἀποδεικνύς, ὁ δὲ 〈διὰ〉 τοῦ καθόλου [διὰ τοῦ ἐπὶ μέρους]3. καὶ ἔστιν ὁ μὲν πρότερος ῥητορικός, ὁ δὲ δεύτερος διαλεκτικός. οἷον ἐν τῷ προτέρῳ ζητεῖται, εἰ ὅδε ἀπέκτεινεν. ἀπόδειξις τὸ εὑρῆσθαι αὐτὸν κατʼ ἐκεῖνον τὸν χρόνον ᾑμαγμένον.
又如:“如果人不是动物,他必定是石头或木头。但他既不是石头也不是木头,因为他具有生命且能自我运动;因此他是动物。但如果他是动物,而狗和牛也是动物,那么人既然是动物,也就成了狗和牛。”这就是基于对立与抵触的归纳方式,他使用它并非为了确立教条,而是为了进行反驳。而基于推论相承的方式则是双重的:一种通过个别事物来证明被探求的个别事物,另一种则是通过普遍事物来证明。前者属于修辞学,后者属于辩证法。例如在前者中,人们探求“此人是否杀了人”;论证则是“他在案发当时被发现浑身染血”。
- 3.1.52ἐπεὶ καὶ τὰ Σωκράτους καὶ τὰ Τιμαίου λέγων Πλάτων δογματίζει
在由ἐπεὶ引导的原因从句中,现在分词λέγων表示伴随状况或手段(“在述说……时/通过述说……”)。其论述焦点在于反驳将“异乡人”等同于柏拉图或巴曼尼得斯的观点:柏拉图正是通过苏格拉底和蒂迈欧的话语来确立自身教条的,因此异乡人同样只是匿名的虚构人物(πλάσματα ἀνώνυμα)。
- 3.1.53πατρὸς ἕτερος ὢν οὐκ ἂν εἴη πατήρ
反向归纳中作为示例的诡辩二难推理。在πατρὸς ἕτερος中,属格πατρὸς为分离或比较属格(“与父亲不同”)。此处的逻辑谬误在于概念偷换:从“与我的父亲不同(ἕτερος τοῦ ἐμοῦ πατρός)”偷换为“与作为类的‘父亲’不同”,从而荒谬地推导出“既然与父亲不同,他就不是父亲”。
- 3.1.54ὁ δὲ 〈διὰ〉 τοῦ καθόλου [διὰ τοῦ ἐπὶ μέρους]
基于对仗结构的文本校勘。与前句“通过个别事物证明被探求的个别事物”(τὸ ἐπὶ μέρους ζητούμενον διὰ τοῦ ἐπὶ μέρους ἀποδεικνύς)相对立,后半句应为“通过普遍事物[证明个别事物]”。此处删去抄本中重复传抄的[διὰ τοῦ ἐπὶ μέρους],并补入〈διὰ〉 τοῦ καθόλου,从而构成了修辞性与辩证性推论之间的准确对称。
