- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:3.1.43-3.1.49
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-24
柏拉图遗嘱的结尾与墓碑铭文被引述,其门徒(包括两名女性)的名录随后列出。紧接着作者致辞题献者,转而阐述柏拉图对话篇的起源、定义及其分类体系。
σκεύη 〈.....〉 τὰ γεγραμμένα, ὧν ἔχει ἀντίγραφα Δημήτριος. ὀφείλω δʼ οὐδενὶ οὐθέν. ἐπίτροποι Λεωσθένης Σπεύσιππος Δημήτριος Ἡγίας Εὐρυμέδων Καλλίμαχος Θράσιππος. Καὶ διέθετο μὲν οὕτως. ἐπεγράφη δʼ αὐτοῦ τῷ τάφῳ ἐπιγράμματα τάδε· πρῶτον· "σωφροσύνῃ προφέρων θνητῶν ἤθει τε δικαίῳ ἐνθάδε δὴ κεῖται θεῖος Ἀριστοκλέης· εἰ δέ τις ἐκ πάντων σοφίης μέγαν ἔσχεν ἔπαινον τοῦτον ἔχει πλεῖστον1 καὶ φθόνος οὐχ ἕπεται."
器具类〈……〉如清单所记,其副本由德米特里乌斯保管。我不欠任何人任何债务。遗嘱执行人为:莱奥斯泰内斯、斯珀西波斯、德米特里乌斯、赫吉阿斯、欧律墨顿、卡利马科斯、斯拉西波斯。” 他便是如此立下遗嘱的。其墓碑上刻有如下铭文。第一首: “在节制与正直品行上超越凡人, 神一般的阿里斯托克勒斯正长眠于此; 若有谁在所有人中获得了因智慧而得的崇高赞誉, 此人便以最高程度享此美名,且毫无嫉妒伴随。”
ἕτερον δέ· "γαῖα μὲν ἐν κόλπῳ κρύπτει τόδε σῶμα Πλάτωνος, ψυχὴ δʼ ἀθάνατον τάξιν ἔχει μακάρων υἱοῦ Ἀρίστωνος, τόν τις καὶ τηλόθι ναίων τιμᾷ ἀνὴρ ἀγαθὸς θεῖον ἰδόντα βίον." καὶ ἄλλο νεώτερον· "αἰετέ, τίπτε βέβηκας ὑπὲρ τάφον; ἦ τινος, εἰπέ, ἀστερόεντα θεῶν οἶκον ἀποσκοπέεις; —ψυχῆς εἰμι Πλάτωνος ἀποπταμένης ἐς Ὄλυμπον εἰκών, σῶμα δὲ 〈γῆ〉 γηγενὲς Ἀτθὶς ἔχει."
第二首: “大地固然将柏拉图的这具身躯隐匿于怀中, 然而灵魂却在受福者不死之行列中占有尊位, 这是阿里斯同之子的灵魂;纵然定居远方, 见证过其神圣一生的贤人亦将他敬奉尊崇。” 另有一首年代较晚的: “雄鹰啊,你因何驻足于墓冢之上?请告诉我, 你可是在为某人遥望着诸神繁星闪烁的居所? ——我是柏拉图飞往奥林匹斯之灵魂的 化身,而他源自大地的躯体则由阿提卡的大地留存。”
ἔστι καὶ ἡμέτερον οὕτως ἔχον· "καὶ πῶς εἰ μὴ Φοῖβος ἀνʼ Ἑλλάδα φῦσε Πλάτωνα, ψυχὰς ἀνθρώπων γράμμασιν ἠκέσατο; καὶ γὰρ ὁ τοῦδε γεγὼς Ἀσκληπιός ἐστιν ἰητὴρ σώματος, ὡς ψυχῆς ἀθανάτοιο Πλάτων." καὶ ἄλλο, ὡς ἐτελεύτα· "Φοῖβος ἔφυσε βροτοῖς Ἀσκληπιὸν ἠδὲ Πλάτωνα, τὸν μὲν ἵνα ψυχήν, τὸν δʼ ἵνα σῶμα σάοι. δαισάμενος δὲ γάμον πόλιν ἤλυθεν, ἣν ποθʼ ἑαυτῷ ἔκτισε καὶ δαπέδῳ Ζηνὸς ἐνιδρύσατο." καὶ τὰ μὲν ἐπιγράμματα ταῦτα.
亦有我们自己所作的一首,内容如下: “若非福玻斯为希腊全境孕育了柏拉图, 他何以能用著述医治人类的心灵? 因他所生的阿斯克勒庇俄斯是肉体的 医者,而柏拉图则是永生灵魂的医者。” 另有一首叙述他如何离世: “福玻斯为凡人孕育了阿斯克勒庇俄斯与柏拉图, 前者旨在拯救灵魂,后者旨在医治身躯。 而在同享婚宴之后,他便前往那座他曾为自己 建造、并奠基于宙斯圣地的城邦。” 铭文便至此为止。
Μαθηταὶ δʼ αὐτοῦ Σπεύσιππος Ἀθηναῖος, Ξενοκράτης Καλχηδόνιος, Ἀριστοτέλης Σταγειρίτης, Φίλιππος Ὀπούντιος, Ἑστιαῖος Περίνθιος, Δίων Συρακόσιος, Ἄμυκλος Ἡρακλεώτης, Ἔραστος καὶ Κορίσκος Σκήψιοι, Τιμόλαος Κυζικηνός, Εὐαίων Λαμψακηνός, Πύθων καὶ Ἡρακλείδης Αἴνιοι, Ἱπποθάλης καὶ Κάλλιππος Ἀθηναῖοι, Δημήτριος Ἀμφιπολίτης, Ἡρακλείδης Ποντικὸς καὶ ἄλλοι πλείους, σὺν οἷς καὶ γυναῖκες δύο Λασθένεια Μαντινικὴ καὶ Ἀξιοθέα Φλειασία ἣ καὶ ἀνδρεῖα ἠμπίσχετο, ὥς φησι Δικαίαρχος. ἔνιοι δὲ καὶ Θεόφραστον ἀκοῦσαί φασιν αὐτοῦ· καὶ Ὑπερίδην τὸν ῥήτορα Χαμαιλέων φησὶ καὶ Λυκοῦργον.
他的门徒有雅典人斯珀西波斯、迦克墩人克塞诺克拉底、斯塔吉拉人亚里士多德、奥普斯人腓力、佩林托斯人赫斯提埃乌斯、叙拉古人狄翁、赫拉克勒亚人阿米克罗斯、斯刻普西斯人埃拉斯托斯与科里斯科斯、基齐库斯人蒂莫拉奥斯、兰普萨库斯人欧埃翁、艾诺斯人皮同与赫拉克利德斯、雅典人希波塔勒斯与卡利波斯、安菲波利斯人德米特里乌斯、本都人赫拉克利德斯,以及其他许多人,其中还有两位女性:曼提尼亚的拉斯泰内亚,以及正如迪凯阿库斯所言身着男装的弗利乌斯的阿克西奥泰亚。亦有人说泰奥弗拉斯托斯曾听过他的讲学;卡麦良还说,演说家许佩里德斯与吕库尔戈斯也是他的弟子;
ὁμοίως Πολέμων ἱστορεῖ. καὶ Δημοσθένην Σαβῖνος λέγει Μνησίστρατον Θάσιον παρατιθέμενος ἐν δʼ Μελετητικῆς ὕλης· καὶ εἰκός ἐστι. Φιλοπλάτωνι δέ σοι δικαίως ὑπαρχούσῃ καὶ παρʼ ὁντινοῦν τὰ τοῦ φιλοσόφου δόγματα φιλοτίμως ζητούσῃ2 ἀναγκαῖον ἡγησάμην ὑπογράψαι καὶ τὴν φύσιν τῶν λόγων καὶ τὴν τάξιν τῶν διαλόγων καὶ τὴν ἔφοδον τῆς ἐπαγωγῆς, ὡς οἷόν τε στοιχειωδῶς καὶ ἐπὶ κεφαλαίων, πρὸς τὸ μὴ ἀμοιρεῖν αὐτοῦ τῶν δογμάτων τὴν περὶ τοῦ βίου συναγωγήν· γλαῦκα γὰρ εἰς Ἀθήνας, φασίν, εἰ δέῃ σοι τὰ κατʼ εἶδος διηγεῖσθαι3.
波勒蒙亦有同样的记载。萨比诺斯在其《修辞演练资料》第四卷中引述萨索斯人姆涅西斯特拉托斯的说法,称德摩斯梯尼亦是其弟子;这也是近乎情理的。 鉴于您当之无愧是一位热爱柏拉图之人,且比任何人都更加热切地探求这位哲学家的学说,我认为有必要尽可能基础而提纲挈领地勾勒出其论说的性质、对话篇的编排以及归纳法的方法,以免这部关于其生平的汇编缺失了他的学说;因为若是必须向您详细陈述各项细节,正如俗话所说,实乃‘向雅典运送猫头鹰’了。
Διαλόγους τοίνυν φασὶ πρῶτον γράψαι Ζήνωνα τὸν Ἐλεάτην· Ἀριστοτέλης δὲ ἐν πρώτῳ Περὶ ποιητῶν Ἀλεξαμενὸν Στυρέα ἢ Τήιον, ὡς καὶ Φαβωρῖνος ἐν Ἀπομνημονεύμασι. δοκεῖ δέ μοι Πλάτων ἀκριβώσας τὸ εἶδος καὶ τὰ πρωτεῖα δικαίως ἂν ὥσπερ τοῦ κάλλους οὕτω καὶ τῆς εὑρέσεως ἀποφέρεσθαι4. ἔστι δὲ διάλογος 〈λόγοσ〉 ἐξ ἐρωτήσεως καὶ ἀποκρίσεως συγκείμενος περί τινος τῶν φιλοσοφουμένων καὶ πολιτικῶν μετὰ τῆς πρεπούσης ἠθοποιίας τῶν παραλαμβανομένων προσώπων καὶ τῆς κατὰ τὴν λέξιν κατασκευῆς. διαλεκτικὴ δʼ ἐστὶ τέχνη λόγων, διʼ ἧς ἀνασκευάζομέν τι ἢ κατασκευάζομεν ἐξ ἐρωτήσεως καὶ ἀποκρίσεως τῶν προσδιαλεγομένων.
人们说最早撰写对话体作品的是厄利亚人芝诺;然而亚里士多德在《论诗人》第一卷中说,如法沃里努斯在《回忆录》中所记,是斯图拉人或忒奥斯人亚历克萨墨诺斯。但在我看来,柏拉图完善了这一体裁,理所当然应当不论在辞章之美还是在形式首创上都拔得头筹。所谓对话体,是围绕某一哲学或政治论题,由问答构成,并伴有被引入人物之得体性格刻画与讲究措辞修辞的言说。而辩证法是一门论辩艺术,我们借助它,通过对话双方的问答来反驳或确立某一观点。
Τοῦ δὴ 〈δια〉λόγου τοῦ Πλατωνικοῦ δύʼ εἰσὶν ἀνωτάτω χαρακτῆρες, ὅ τε ὑφηγητικὸς καὶ ὁ ζητητικός. διαιρεῖται δὲ ὁ ὑφηγητικὸς εἰς ἄλλους δύο χαρακτῆρας, θεωρηματικόν τε καὶ πρακτικόν. καὶ τῶν ὁ μὲν θεωρηματικὸς εἰς τὸν φυσικὸν καὶ λογικόν, ὁ δὲ πρακτικὸς εἰς τὸν ἠθικὸν καὶ πολιτικόν. τοῦ δὲ ζητητικοῦ καὶ αὐτοῦ δύο εἰσὶν οἱ πρῶτοι χαρακτῆρες, ὅ τε γυμναστικὸς καὶ ἀγωνιστικός. καὶ τοῦ μὲν γυμναστικοῦ μαιευτικός τε καὶ πειραστικός, τοῦ δὲ ἀγωνιστικοῦ ἐνδεικτικὸς καὶ ἀνατρεπτικός.
柏拉图的对话体作品最高分为两大风格类型:指导性与探究性。指导性又分为另外两种风格类型:理论性与实践性。其中理论性分为自然哲学与逻辑学,实践性分为伦理学与政治学。探究性自身亦有两种首要风格类型:练习性与争辩性。练习性衍生出助产术式与试探式,争辩性则衍生出演示性与颠覆式。
- 3.1.43εἰ δέ τις ἐκ πάντων σοφίης μέγαν ἔσχεν ἔπαινον / τοῦτον ἔχει πλεῖστον
前件条件从句中的先行词(τις … ἔπαινον)由后件主句的指示代词(τοῦτον)复指的关联句式。τοῦτον 复指 μέγαν ἔπαινον 作为 ἔχει πλεῖστον 的宾语,意为“此人以最高程度享此赞誉”。
- 3.1.47Φιλοπλάτωνι δέ σοι δικαίως ὑπαρχούσῃ καὶ παρʼ ὁντινοῦν τὰ τοῦ φιλοσόφου δόγματα φιλοτίμως ζητούσῃ
阴性单数与格分词 ὑπαρχούσῃ 和 ζητούσῃ 与人称代词与格 σοι 一致,明确表明本书在此处的题献对象是一位女性。介词短语 παρʼ ὁντινοῦν 具有比较级含义(“胜过任何人”),修饰分词 ζητούσῃ。
- 3.1.47γλαῦκα γὰρ εἰς Ἀθήνας, φασίν, εἰ δέῃ σοι τὰ κατʼ εἶδος διηγεῖσθαι
希腊谚语“向雅典运送猫头鹰”(多此一举、班门弄斧)的省略表达。短语 γλαῦκα εἰς Ἀθήνας 省略了诸如 κομίζειν 之类的动词以及系词 ἂν εἴη,与后文条件从句 εἰ δέῃ 构成潜在假设结构,意为“若须向您详述细节,正如俗语所说,无异于多此一举”。
- 3.1.48δοκεῖ δέ μοι Πλάτων ἀκριβώσας τὸ εἶδος καὶ τὰ πρωτεῖα δικαίως ἂν ὥσπερ τοῦ κάλλους οὕτω καὶ τῆς εὑρέσεως ἀποφέρεσθαι
动词 δοκεῖ 的人称句构(δοκεῖ μοι Πλάτων ... ἂν ἀποφέρεσθαι)。主格名词 Πλάτων 作主语,分词 ἀκριβώσας 与之同格;ἄν 搭配不定词 ἀποφέρεσθαι 构成潜在不定词结构,相当于潜在语气(“在我看来,柏拉图理所当然应当获得……”)。
