第欧根尼·拉尔修

哲人言行录

§3.1.37-3.1.42

对话录撰作轶事、品行与去世及遗嘱

记述了柏拉图的著述风格、对话录撰作顺序与轶事,以及关于其节制和克制愤怒的言行,最后记载了他的去世、安葬以及载明遗产处分的遗嘱全文。

← 上一节下一节 →

Ἑαυτοῦ τε Πλάτων οὐδαμόθι τῶν ἑαυτοῦ συγγραμμάτων μνήμην πεποίηται ὅτι μὴ ἐν τῷ Περὶ ψυχῆς καὶ Ἀπολογίᾳ. φησὶ δʼ Ἀριστοτέλης τὴν τῶν λόγων ἰδέαν αὐτοῦ μεταξὺ ποιήματος εἶναι καὶ πεζοῦ λόγου. τοῦτον μόνον παραμεῖναι Πλάτωνι1 Φαβωρῖνός πού φησιν ἀναγινώσκοντι τὸν Περὶ ψυχῆς, τοὺς δʼ ἄλλους ἀναστῆναι πάντας. ἔνιοί τε φασὶν ὅτι Φίλιππος Ὀπούντιος τοὺς Νόμους αὐτοῦ μετέγραψεν ὄντας ἐν κηρῷ. τούτου δὲ καὶ τὴν Ἐπινομίδα φασὶν εἶναι. Εὐφορίων δὲ καὶ Παναίτιος εἰρήκασι πολλάκις ἐστραμμένην εὑρῆσθαι τὴν ἀρχὴν τῆς Πολιτείας. ἣν Πολιτείαν Ἀριστόξενός φησι πᾶσαν σχεδὸν ἐν τοῖς Πρωταγόρου γεγράφθαι Ἀντιλογικοῖς.

柏拉图本人在自己的著作中,除《论灵魂》和《申辩篇》之外,从未在任何地方提及自己。亚里士多德说他的论说风格介于诗歌与散文之间。法沃里努斯在某处说,柏拉图朗读《论灵魂》时,唯独此人〔亚里士多德〕坚持留到了最后,而其余所有人都起身离去。还有人说,奥普斯的腓力转写了他留在蜡板上的《法律篇》;人们亦将《厄庇诺米斯篇》归于这位腓力名下。欧福里翁和帕奈提乌斯则说,《理想国》的开篇被发现曾经历多次修改调整;而阿里斯托克塞诺斯声称,整部《理想国》几乎都曾写在普罗泰戈拉的《反驳集》中。

λόγος δὲ πρῶτον γράψαι αὐτὸν τὸν Φαῖδρον· καὶ γὰρ ἔχειν μειρακιῶδές τι τὸ πρόβλημα. Δικαίαρχος δὲ καὶ τὸν τρόπον τῆς γραφῆς ὅλον ἐπιμέμφεται ὡς φορτικόν. γοῦν Πλάτων λέγεται θεασάμενός τινα κυβεύοντα αἰτιάσασθαι· τοῦ δὲ εἰπόντος ὡς ἐπὶ μικροῖς, ἀλλὰ τό γʼ ἔθος, εἰπεῖν, οὐ μικρόν. ἐρωτηθεὶς εἰ ἀπομνημονεύματα αὐτοῦ ἔσται ὥσπερ τῶν πρότερον ἀπεκρίνατο· ὀνόματος δεῖ τυχεῖν πρῶτον, εἶτα πολλὰ ἔσται. εἰσελθόντος ποτὲ Ξενοκράτους εἶπε μαστιγῶσαι τὸν παῖδα· αὐτὸν γὰρ μὴ δύνασθαι διὰ τὸ ὠργίσθαι.

有传说称他最早写下的是《斐德若篇》;因为其论题确实带有些许少年稚气。然而迪凯阿库斯甚至谴责其整部作品的写作风格,指斥其低俗。 柏拉图在看到某人掷骰赌博时曾予以责备;那人说赌注很小,柏拉图便说: “然而习惯本身 并非小事。” 当被问及是否会像前人那样留下关于他的《回忆录》时,他回答道: “必须先赢得声誉,然后自然会有许多。” 有一次色诺克拉底走进来,柏拉图让他去鞭打那个仆人;因为他自己正处于盛怒之中,无法动手。

ἀλλὰ καὶ πρός τινα τῶν παίδων, μεμαστίγωσο ἄν2, εἶπεν, εἰ μὴ ὠργιζόμην. ἐφʼ ἵππου καθίσας εὐθέως κατέβη φήσας εὐλαβεῖσθαι μὴ ἱπποτυφίᾳ ληφθῇ. τοῖς μεθύουσι συνεβούλευε κατοπτρίζεσθαι· ἀποστήσεσθαι γὰρ τῆς τοιαύτης ἀσχημοσύνης. πίνειν δʼ εἰς μέθην οὐδαμοῦ πρέπον ἔλεγε πλὴν ἐν ταῖς ἑορταῖς τοῦ καὶ τὸν οἶνον δόντος θεοῦ. καὶ τὸ πολλὰ δὲ καθεύδειν ἀπήρεσκεν αὐτῷ. ἐν γοῦν τοῖς Νόμοις φησί· κοιμώμενος οὐδεὶς οὐδενὸς ἄξιος· εἶναί τε ἥδιον τῶν ἀκουσμάτων τὴν ἀλήθειαν· οἱ δὲ τὸ λέγειν τἀληθῆ. καὶ περὶ ἀληθεία δʼ ἐν τοῖς Νόμοις φησὶν οὕτως·

而且他还对其中一个仆人说: “若非我正在气头上, 你早就挨了鞭笞了。” 他骑上马后立刻跳了下来,说自己谨防被骑马的虚荣傲慢所俘获。他常劝告醉酒者去照镜子,因为这样他们就会戒除这般丑态。他还说,除赐予美酒之神明的节庆之外,在任何场合痛饮至醉都是不合时宜的。他也厌恶贪睡。至少在《法律篇》中他说: “沉睡之人毫无价值。” 他还认为,所能听到的事物中最令人愉悦的是真理;另有人则说是讲真话。关于真理,他在《法律篇》中亦如此说道:

καλὸν μὲν ἀλήθεια, ξένε, καὶ μόνιμον· ἔοικε μὴν οὐ ῥᾴδιονεἶναιπείθειν. ἀλλὰ καὶ ἠξίου μνημόσυνον αὑτοῦ λείπεσθαι ἐν φίλοις ἐν βιβλίοις· ἐξετόπιζε καὶ αὐτὸς τὰ πλεῖστα, καθά τινες φασί. Καὶ ἐτελεύτα μὲν ὃν εἴπομεν τρόπον Φιλίππου βασιλεύοντος ἔτος τρισκαιδέκατον, καθὰ καὶ Φαβωρῖνός φησιν Ἀπομνημονευμάτων τρίτῳ. ὑφʼ οὗ καὶ ἐπιτιμηθῆναί φησιν αὐτὸν Θεόπομπος3. Μυρωνιανὸς δʼ ἐν Ὁμοίοις φησὶ Φίλωνα παροιμίας μνημονεύειν περὶ τῶν Πλάτωνος φθειρῶν, ὡς οὕτως αὐτοῦ τελευτήσαντος.

“异乡人啊,真理固然美好且持久,然而要使人信服似乎并非易事。” 但他亦认为,自己的纪念物应当留在朋友之中或在书籍之中;正如某些人所言,他本人大多时间都在偏僻隐居之处度过。 他便以我们所说的方式离世,时值腓力国王在位第十三年,正如法沃里努斯在《回忆录》第三卷中所述。狄奥彭普斯说,柏拉图亦曾受到这位腓力的斥责。而缪罗尼亚诺斯在《相似录》中说,斐罗曾提及一句关于柏拉图之虱子的谚语,暗示他是由此而死的。

καὶ ἐτάφη ἐν τῇ Ἀκαδημείᾳ, ἔνθα τὸν πλεῖστον χρόνον διετέλεσε φιλοσοφῶν. ὅθεν καὶ Ἀκαδημαϊκὴ προσηγορεύθη ἀπʼ αὐτοῦ αἵρεσις. καὶ παρεπέμφθη πανδημεὶ πρὸς τῶν αὐτόθι διαθέμενος τοῦτον τὸν τρόπον·Τάδε κατέλιπε Πλάτων καὶ διέθετο·4 τὸ ἐν Ἰφιστιαδῶν χωρίον, γείτων βορρᾶθεν ὁδὸς ἐκ τοῦ Κηφισιᾶσιν ἱεροῦ, νοτόθεν τὸ Ἡράκλειον τὸ ἐν Ἰφιστιαδῶν, πρὸς ἡλίου δὲ ἀνιόντος Ἀρχέστρατος Φρεάρριος, πρὸς ἡλίου δὲ δυομένου Φίλιππος Χολλείδης· καὶ μὴ ἐξέστω τοῦτο μηδενὶ μήτε ἀποδόσθαι μήτε ἀλλάξασθαι, ἀλλʼ ἔστω Ἀδειμάντου τοῦ παιδίου εἰς τὸ δυνατόν·

他被安葬在阿卡德米,他在那里度过了大部分从事哲学探究的岁月;源自他的学派亦由此被称为阿卡德米派。当地所有民众为他送葬;他立下了如下遗嘱: “柏拉图留下并处分了以下财产:位于伊菲斯提阿代区的地产,其北邻为从凯菲西亚圣所引出的道路,南面是伊菲斯提阿代区的赫拉克勒斯神域,东面是普雷阿里奥伊区的阿尔克斯特拉托斯之地产,西面是霍莱代区的腓力之地产;任何人均不得出售或调换此地,而应尽可能归幼童阿德曼托斯所有;

καὶ τὸ ἐν Εἰρεσιδῶν χωρίον, παρὰ Καλλιμάχου ἐπριάμην, γείτων βορρᾶθεν Εὐρυμέδων Μυρρινούσιος, νοτόθεν δὲ Δημόστρατος Ξυπεταιών, πρὸς ἡλίου ἀνιόντος Εὐρυμέδων Μυρρινούσιος, πρὸς ἡλίου δυομένου Κηφισός. ἀργυρίου μνᾶς τρεῖς. φιάλην ἀργυρᾶν ἕλκουσαν ρξεʼ, κυμβίον ἄγον μεʼ, δακτύλιον χρυσοῦν καὶ ἐνώτιον χρυσοῦν ἄγοντα συνάμφω δʼ δραχμάς, ὀβολοὺς γʼ. Εὐκλείδης λιθοτόμος ὀφείλει μοι τρεῖς μνᾶς. Ἄρτεμιν ἀφίημι ἐλευθέραν. οἰκέτας καταλείπω Τύχωνα Βίκταν Ἀπολλωνίδην Διονύσιον.

以及位于埃雷西代区的地产,这是我从卡利马科斯处购得的,其北邻为米里努斯区的欧律墨顿,南面是克叙佩特区的德摩斯特拉托斯,东面是米里努斯区的欧律墨顿,西面是凯菲索斯河。银子三明那。重一百六十五德拉克马的银浅酒杯一只,重四十五德拉克马的酒杯一只,重四德拉克马三奥波尔的金戒指与金耳环共一对。石匠欧克利德斯欠我三明那。我释放阿耳忒弥斯为自由人。我留下的家奴为堤孔、比克塔斯、阿波罗尼德斯、狄奥尼修斯。

语法注4 条
  1. 3.1.37τοῦτον μόνον παραμεῖναι Πλάτωνι

    τοῦτον 为指示代名词,指代前句的主语 Ἀριστοτέλης(亚里士多德),意为“唯独此人〔亚里士多德〕留在柏拉图身旁”。该句叙述了在朗读会上唯有他一人坚持听完全程的轶事。

  2. 3.1.39μεμαστίγωσο ἄν

    过去完成时被动态第二人称单数 μεμαστίγωσο 连同小品词 ἄν,与未完成过去时构成的反事实条件从句 εἰ μὴ ὠργιζόμην(“若非我正在发怒”)相呼应。完成体/过去完成时凸显动作完成后状态的存续:“你早就已经挨了鞭笞了”。

  3. 3.1.40ὑφʼ οὗ καὶ ἐπιτιμηθῆναί φησιν αὐτὸν Θεόπομπος

    关系代词 οὗ 的先行词为紧邻的 Φιλíππου(马其顿国王腓力二世)。不定式短语 αὐτὸν ἐπιτιμηθῆναι 的主语 αὐτόν 指柏拉图。全句结构表明:“狄奥彭普斯称,他〔柏拉图〕亦曾受到这位〔腓力〕的斥责”。

  4. 3.1.41Τάδε κατέλιπε Πλάτων καὶ διέθετο·

    古希腊遗嘱的程式性开首语。主干动词 κατέλιπε καὶ διέθετο(“留下并处分”)直接支配后文宾格列举的各项财产名词短语(τὸ ... χωρίον、ἀργυρίου μνᾶς τρεῖς、φιάλην 等),其间交织着四至界限的说明句、限制转让的第三人称祈使句(μὴ ἐξέστω、ἔστω)以及遗嘱人第一人称的处分陈述。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:3.1.37-3.1.42