- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:3.1.30-3.1.36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-24
文中引述了托名于柏拉图的献给狄翁、青年、女性及历史事件的若干题辞,继而叙述了他与莫隆、色诺芬、安提斯泰尼、苏格拉底、阿里斯蒂普斯及埃斯基涅斯等同辈人之间的竞争与嫌隙。
εἰς δὲ τὸν Δίωνα ὧδε· "δάκρυα μὲν Ἑκάβῃ τε καὶ Ἰλιάδεσσι γυναιξὶ Μοῖραι ἐπέκλωσαν δὴ τότε γεινομέναις, σοὶ δέ, Δίων, ῥέξαντι καλῶν ἐπινίκιον ἔργων δαίμονες εὐροίας ἐλπίδας ἐξέχεαν1. κεῖσαι δʼ εὐρυχόρῳ ἐν πατρίδι τίμιος ἀστοῖς, ὦ ἐμὸν ἐκμήνας θυμὸν ἔρωτι Δίων."
献给狄翁的诗如下: “命运诸神在赫卡柏和伊利昂妇人们诞生之时, 便确实为她们纺下了眼泪; 但狄翁啊,对于成就了崇高伟业之凯旋的你, 神明却倾泻并冲走了一帆风顺的希望。 你躺在宽阔的祖国之中,受城邦公民尊崇, 狄翁啊,你曾以爱恋使我的心狂乱。”
τοῦτο καὶ ἐπιγεγράφθαι φησὶν ἐν Συρακούσαις ἐπὶ τῷ τάφῳ. Ἀλλὰ καὶ Ἀλέξιδος, φασίν, ἐρασθεὶς καὶ Φαίδρου, καθὰ προείρηται, τοῦτον ἐποίησε τὸν τρόπον· "νῦν, ὅτε μηδὲν Ἄλεξις ὅσον μόνον εἶφʼ ὅτι καλός2, ὦπται καὶ πάντῃ πᾶς τις ἐπιστρέφεται, θυμέ, τί μηνύεις κυσὶν ὀστέον; εἶτʼ ἀνιήσῃ ὕστερον; οὐχ οὕτω Φαῖδρον ἀπωλέσαμεν;" ἔχειν τε Ἀρχεάνασσαν, εἰς ἣν καὶ αὐτὴν οὕτω ποιῆσαι· "Ἀρχεάνασσαν ἔχω τὴν ἐκ Κολοφῶνος ἑταίραν, ἧς καὶ ἐπὶ ῥυτίδων ἕζετο δριμὺς ἔρως. ἆ δειλοὶ νεότητος ἀπαντήσαντες ἐκείνης πρωτοπλόου, διʼ ὅσης ἤλθετε πυρκαϊῆς."
据说这首诗亦被刻在叙拉古他的墓碑上。 又据说他也爱上了阿莱克西斯和斐德若,如前所述,并作了如下诗句: “如今,当阿莱克西斯仅仅说了声美丽而别无其他时, 他便引人注视,各处人人都转过头来看他。 心啊,你为何向狗出示骨头?难道事后 还要自寻痛苦吗?我们难道不正是这样失去了斐德若吗?” 据说他还占有阿耳刻阿纳萨,并为她作诗如下: “我拥有阿耳刻阿纳萨,这位来自科洛丰的名妓, 连她的皱纹上也曾盘踞着炽烈的爱神。 啊,遭遇她青年时代初航的可怜人们, 你们经历了何等猛烈的大火啊!”
ἀλλὰ καὶ εἰς Ἀγάθωνα· "τὴν ψυχὴν Ἀγάθωνα φιλῶν ἐπὶ χείλεσιν εἶχον· ἦλθε γὰρ ἡ τλήμων ὡς διαβησομένη." καὶ ἄλλο· "τῷ μήλῳ βάλλω σε· σὺ δʼ εἰ μὲν ἑκοῦσα φιλεῖς με, δεξαμένη τῆς σῆς παρθενίης μετάδος, εἰ δʼ ἄρʼ ὃ μὴ γίγνοιτο νοεῖς, τοῦτʼ αὐτὸ λαβοῦσα σκέψαι τὴν ὥρην ὡς ὀλιγοχρόνιος." 〈καὶ ἄλλο〉· "μῆλον ἐγώ. βάλλει με φιλῶν σέ τις· ἀλλʼ ἐπίνευσον Ξανθίππη· κἀγὼ καὶ σὺ μαραινόμεθα."
又献给阿伽通: “亲吻阿伽通时,我的灵魂就在唇边; 因为这可怜之物涌上前来,犹如将要跨越而去。” 又有一首: “我把苹果掷向你;你若真心自愿爱我, 收下它,分予我你的少女贞洁; 但若你想着那但愿不要发生之事,就拿上这果实, 看看青春的盛年是多么短暂。” 又有一首: “我是一个苹果。一个爱你的人将我投向你;点头答应吧, 克珊狄庇;因为我与你都在凋零。”
Φασὶ δὲ καὶ τὸ εἰς τοὺς Ἐρετριέας τοὺς σαγηνευθέντας αὐτοῦ εἶναι· "Εὐβοίης γένος εἰμὲν Ἐρετρικόν, ἄγχι δὲ Σούσων κείμεθα· φεῦ, γαίης ὅσσον ἀφʼ ἡμετέρης." κἀκεῖνο· "ἁ Κύπρις Μούσαισι· κοράσια, τὰν Ἀφροδίταν τιμᾶτʼ ἢ τὸν Ἔρωτʼ ὔμμιν ἐφοπλίσομαι. αἱ Μοῦσαι ποτὶ Κύπριν· Ἄρει τὰ στωμύλα ταῦτα· ἡμῖν οὐ πέτεται τοῦτο τὸ παιδάριον." καὶ ἄλλο· "χρυσὸν ἀνὴρ εὑρὼν ἔλιπεν βρόχον· αὐτὰρ ὁ χρυσὸν ὃν λίπεν οὐχ εὑρὼν ἧψεν ὃν εὗρε βρόχον."
据说那首关于被网罗捕捉的埃雷特里亚人的题诗也是他作的: “我们是优卑亚埃雷特里亚的后裔,躺在苏萨 附近;唉,离我们的本土何其遥远!” 还有这一首: “塞浦路斯女神对缪斯诸女神说: 少女们,敬奉阿佛洛狄忒吧, 否则我将武装厄洛斯去对付你们。 缪斯诸女神对塞浦路斯女神说: 留着这套饶舌之言去对阿瑞斯说吧; 这个小顽童可飞不到我们这里来。” 又有一首: “一个寻获黄金的人留下绳套走了;而那个没能找到 自己留下的黄金的人,却系上了他所找到的绳套。”
Ἀλλά τοι Μόλων ἀπεχθῶς ἔχων πρὸς αὐτόν, οὐ τοῦτο, φησί, θαυμαστὸν εἰ Διονύσιος ἐν Κορίνθῳ, ἀλλʼ εἰ Πλάτων ἐν Σικελίᾳ. ἔοικε δὲ καὶ Ξενοφῶν πρὸς αὐτὸν ἔχειν οὐκ εὐμενῶς. ὥσπερ γοῦν διαφιλονεικοῦντες τὰ ὅμοια γεγράφασι, Συμπόσιον, Σωκράτους ἀπολογίαν, τὰ ἠθικὰ ἀπομνημονεύματα — εἶθʼ ὁ μὲν Πολιτείαν, ὁ δὲ Κύρου παιδείαν. καὶ ἐν τοῖς Νόμοις ὁ Πλάτων πλάσμα φησὶν εἶναι τὴν παιδείαν αὐτοῦ· μὴ γὰρ εἶναι Κῦρον τοιοῦτον — ἀμφότεροί τε Σωκράτους μνημονεύοντες, ἀλλήλων οὐδαμοῦ, πλὴν Ξενοφῶν Πλάτωνος ἐν τρίτῳ Ἀπομνημονευμάτων.
然而莫隆对他怀有敌意,说道: “狄奥尼修斯在科林斯并不足为奇,柏拉图在西西里才令人惊异。” 色诺芬似乎也对他不甚友善。至少他们仿佛竞争似地写了相似的作品:《会饮篇》、《苏格拉底的申辩》、伦理性的《回忆录》——继而一人作《理想国》,另一人作《居鲁士的教育》。并且柏拉图在《法律篇》中说色诺芬的居鲁士教育纯属虚构,因为居鲁士根本不是那样的人——两人都提及苏格拉底,却从未提及彼此,唯独色诺芬在《回忆录》第三卷中提到了柏拉图。
λέγεται δʼ ὅτι καὶ Ἀντισθένης μέλλων ἀναγινώσκειν τι τῶν γεγραμμένων αὐτῷ παρεκάλεσεν αὐτὸν παρατυχεῖν. καὶ πυθομένου, τί μέλλει ἀναγινώσκειν, εἶπεν ὅτι περὶ τοῦ μὴ εἶναι ἀντιλέγειν· τοῦ δʼ εἰπόντος· πῶς οὖν σὺ περὶ αὐτοῦ τούτου γράφεις; καὶ διδάσκοντος ὅτι περιτρέπεται3, ἔγραψε διάλογον κατὰ Πλάτωνος Σάθωνα ἐπιγράψας· ἐξ οὗ διετέλουν ἀλλοτρίως ἔχοντες πρὸς ἀλλήλους. φασὶ δὲ καὶ Σωκράτην ἀκούσαντα τὸν Λύσιν ἀναγινώσκοντος Πλάτωνος Ἡράκλεις, εἰπεῖν, ὡς πολλά μου καταψεύδεθʼ ὁ νεανίσκος. οὐκ ὀλίγα γὰρ ὧν οὐκ εἴρηκε Σωκράτης γέγραφεν ἁνήρ.
又传说安提斯泰尼正准备朗诵自己的某篇著述时,邀请柏拉图出席。当柏拉图问他打算朗诵什么时,他回答说是关于“不可反驳”的;柏拉图随即说道: “那么你自己为何还要就这件事情著述呢?” 并指出该论点陷入自我反驳,于是安提斯泰尼写了一篇反对柏拉图的对话录,题名为《萨同》;从此两人一直相互疏远反目。据说苏格拉底听柏拉图朗诵《吕西斯篇》时,说道: “赫拉克勒斯啊, 这年轻人以我的名义撒了多少谎啊!” 因为这个人记下了不少苏格拉底从未说过的话。
Εἶχε δὲ φιλέχθρως ὁ Πλάτων καὶ πρὸς Ἀρίστιππον. ἐν γοῦν τῷ Περὶ ψυχῆς διαβάλλων αὐτόν φησιν ὅτι οὐ παρεγένετο Σωκράτει τελευτῶντι, ἀλλʼ ἐν Αἰγίνῃ ἦν καὶ σύνεγγυς. καὶ πρὸς Αἰσχίνην δέ τινα φιλοτιμίαν εἶχε, φασίν, ὅτι δή περ καὶ αὐτὸς εὐδοκίμει παρὰ Διονυσίῳ. ὃν ἐλθόντα διʼ ἀπορίαν ὑπὸ μὲν Πλάτωνος παροφθῆναι, ὑπὸ δʼ Ἀριστίππου συσταθῆναι. τούς τε λόγους οὓς Κρίτωνι περιτέθεικεν ἐν τῷ δεσμωτηρίῳ περὶ τῆς φυγῆς συμβουλεύοντι, φησὶν Ἰδομενεὺς εἶναι Αἰσχίνου· τὸν δʼ ἐκείνῳ περιθεῖναι διὰ τὴν πρὸς τοῦτον δυσμένειαν4.
柏拉图对阿里斯蒂普斯也怀有敌意。至少在《论灵魂》中毁谤他,说他在苏格拉底临终时并未在场,虽在附近却留在了埃癸那。据说他对埃斯基涅斯亦怀有某种妒忌心,因为后者在狄奥尼修斯那里也深得器重。埃斯基涅斯因困顿前去投奔时,遭到了柏拉图的怠慢,却受到了阿里斯蒂普斯的引荐。而且伊多墨纽斯说,在监狱中劝告苏格拉底逃跑时赋予克力同的那些言论,原本属于埃斯基涅斯;柏拉图却因对后者的怨恨而将其安在了克力同身上。
- 3.1.30δαίμονες εὐροίας ἐλπίδας ἐξέχεαν
εὐροίας 为形容词 εὔροος(顺畅流淌的)的阴性宾格复数,修饰 ἐλπίδας。动词 ἐξέχεαν(倾倒)在此作隐喻用,意为“使顺遂的希望付诸东流”。虽然形态上 εὐροίας 亦可视为名词 εὔροια(顺畅)的单数属格,但在挽歌格韵律与搭配上,将其视作修饰 ἐλπίδας 的形容词更为自然贴切。
- 3.1.31ὅτε μηδὲν Ἄλεξις ὅσον μόνον εἶφʼ ὅτι καλός
成语结构 μηδὲν ὅσον μόνον 意为“除了……之外别无其他、仅仅……”。动词 εἶφʼ(εἶπε 之省略)的主语在语法上既可指代说话者(“当我仅说了句阿莱克西斯真美”),也可指阿莱克西斯本人。结合后文对自心的责备(“心啊,你为何向狗出示骨头?”),理解为说话者后悔自己随口赞叹了阿莱克西斯的美貌最为连贯。
- 3.1.35καὶ διδάσκοντος ὅτι περιτρέπεται
διδάσκοντος 为属格绝对结构,承接前面的 τοῦ δʼ εἰπόντος,其逻辑主语为柏拉图。动词 περιτρέπεται(中被动态)是论辩及哲学专门术语,意为“(论点)自身颠覆、自相矛盾、陷入自毁”(即“不可能反驳”这一命题本身便自相矛盾)。
- 3.1.36τὸν δʼ ἐκείνῳ περιθεῖναι διὰ τὴν πρὸς τοῦτον δυσμένειαν
需理清指示代词的指代关系:宾格主语 τὸν 指柏拉图;ἐκείνῳ 指前文提到的克利同;πρὸς τοῦτον 中的 τοῦτον 则指埃斯基涅斯。整句结构意为:“柏拉图因对埃斯基涅斯的恶意,而将这些言论安在了克利同身上”。
