第欧根尼·拉尔修

哲人言行录

§3.1.23-3.1.29

第三次西西里之行与喜剧诗人的嘲讽及题辞诗

本节记述了柏拉图第三次前往西西里及回国后的生活、他在学术上的多项首创、同代人及喜剧诗人们对他的嘲讽,以及他为所爱之人阿斯忒尔和狄翁所作的题辞诗。

← 上一节下一节 →

Τρίτον ἦλθε διαλλαξων Δίωνα Διονυσίῳ· οὐ τυχὼν δὲ ἄπρακτος ἐπανῆλθεν εἰς τὴν πατρίδα. ἔνθα πολιτείας μὲν οὐχ ἥψατο, καίτοι πολιτικὸς ὢν ἐξ ὧν γέγραφεν. αἴτιον δὲ τὸ ἤδη τὸν δῆμον ἄλλοις πολιτεύμασιν ἐνειθίσθαι. φησὶ δὲ Παμφίλη ἐν τῷ πέμπτῳ καὶ εἰκοστῷ τῶν Ὑπομνημάτων ὡς Ἀρκάδες καὶ Θηβαῖοι Μεγάλην πόλιν οἰκίζοντες παρεκάλουν αὐτὸν νομοθέτην· δὲ μαθὼν ἴσον ἔχειν οὐ θέλοντας οὐκ ἐπορεύθη. λόγος ὅτι καὶ Χαβρίᾳ συνεῖπε τῷ στρατηγῷ φεύγοντι θανάτου1 μηδενὸς τῶν πολιτῶν τοῦτο πρᾶξαι βουληθέντος.

他第三次前往西西里是为了使狄翁与狄奥尼修斯和解;但他未能如愿,毫无建树地返回了祖国。在那里,尽管从其著述可以看出他具备政治才能,他却没有参与政治。其原因在于民众已经习惯了其他的政治体制。潘菲拉在其《备忘录》第二十五卷中说,当阿卡迪亚人和忒拜人建立大城(美格拉波利斯)时,曾恳请他去担任立法者;然而当他得知他们不愿实行平等时,便没有前往。另有传说,当哈布里阿斯将军因面临死罪而被起诉时,尽管公民中无一人愿为此挺身而出,柏拉图却为他辩护。

ὅτε καὶ ἀνιόντι αὐτῷ εἰς τὴν ἀκρόπολιν σὺν τῷ Χαβρίᾳ Κρωβύλος συκοφάντης ἀπαντήσας φησίν· ἄλλῳ συναγορεύσων ἥκεις, ἀγνοῶν ὅτι καὶ σὲ τὸ Σωκράτους κώνειον ἀναμένει; τὸν δὲ φάναι· καὶ ὅτε ὑπὲρ τῆς πατρίδος ἐστρατευόμην, ὑπέμενον τοὺς κινδύνους, καὶ νῦν ὑπὲρ τοῦ καθήκοντος διὰ φίλον ὑπομενῶ. Οὗτος πρῶτος ἐν ἐρωτήσει λόγον παρήνεγκεν, ὥς φησι Φαβωρῖνος ἐν ὀγδόῃ Παντοδαπῆς ἱστορίας. καὶ πρῶτος τὸν κατὰ τὴν ἀνάλυσιν τῆς ζητήσεως τρόπον εἰσηγήσατο Λεωδάμαντι τῷ Θασίῳ. καὶ πρῶτος ἐν φιλοσοφίᾳ ἀντίποδας ὠνόμασε καὶ στοιχεῖον καὶ διαλεκτικὴν καὶ ποιότητα καὶ τοῦ ἀριθμοῦ τὸν προμήκη καὶ τῶν περάτων τὴν ἐπίπεδον ἐπιφάνειαν καὶ θεοῦ πρόνοιαν.

当时,当他和哈布里阿斯一同登上卫城时,告密者克罗比洛斯迎面遇上他并说道: “你来是为了为别人辩护,难道不知苏格拉底的毒鸩也在等待着你吗?” 柏拉图答道: “当我为祖国出征时,我就曾忍受危险;如今为了尽对朋友的本分,我也将忍受危险。” 正如法沃里努斯在《杂史》第八卷中所说,他是第一个在问答中引入论辩的人。他也是第一个向萨索斯人莱奥达马斯阐述通过分析进行探究的方法的人。并且他是在哲学中第一个命名“对跖点”、“元素”、“辩证法”、“性质”、数字中的“长方形数”、界限中的“平面”以及“神之预见”的人。

Καὶ πρῶτος τῶν φιλοσόφων ἀντεῖπε πρὸς τὸν λόγον τὸν Λυσίου τοῦ Κεφάλου ἐκθέμενος αὐτὸν κατὰ λέξιν ἐν τῷ Φαίδρῳ. καὶ πρῶτος ἐθεώρησε τῆς γραμματικῆς τὴν δύναμιν. πρῶτός τε ἀντειρηκὼς σχεδὸν ἅπασι τοῖς πρὸ αὐτοῦ, ζητεῖται διὰ τί μὴ ἐμνημόνευσε Δημοκρίτου. τούτου φησὶ Νεάνθης Κυζικηνὸς εἰς Ὀλύμπια ἀνιόντος τοὺς Ἕλληνας ἅπαντας ἐπιστραφῆναι εἰς αὐτόν2· ὅτε καὶ Δίωνι συνέμιξε μέλλοντι στρατεύειν ἐπὶ Διονύσιον. ἐν δὲ τῷ πρώτῳ τῶν Ἀπομνημονευμάτων Φαβωρίνου φέρεται ὅτι Μιθραδάτης Πέρσης ἀνδριάντα Πλάτωνος ἀνέθετο εἰς τὴν Ἀκαδήμειαν καὶ ἐπέγραψε· Μιθραδάτης Ὀροντοβάτου Πέρσης Μούσαις εἰκόνα ἀνέθηκε Πλάτωνος, ἣν Σιλανίων ἐποίησε.

他还是哲学家中第一个反驳刻法洛斯之子吕西亚斯演说的人,并在《斐德若》中将其逐字逐句列出。他也是第一个考察语法效能的人。而且,尽管他是反驳了几乎所有前人的第一人,人们却探讨他为何从未提及德谟克利特。基齐库斯的涅安特斯说,当柏拉图前往奥林匹亚时,全希腊人都把目光转向了他;当时他还会晤了正准备讨伐狄奥尼修斯的狄翁。在法沃里努斯《回忆录》第一卷中记载,波斯人米特拉达梯在阿卡德米学园奉献了一座柏拉图雕像,并题刻道: “奥隆托巴特斯之子、波斯人米特拉达梯将西拉尼翁所作的柏拉图雕像奉献给缪斯诸女神。

Φησὶ δʼ Ἡρακλείδης ὅτι νέος ὢν οὕτως ἦν αἰδήμων καὶ κόσμιος ὥστε μηδέποτε ὀφθῆναι γελῶν ὑπεράγαν· τοιοῦτος δʼ ὢν ὅμως ἐσκώφθη καὶ αὐτὸς ὑπὸ τῶν κωμικῶν. Θεόπομπος γοῦν ἐν Ἡδυχάρει φησὶν οὕτως· "ἓν γάρ ἐστιν οὐδὲ ἕν, τὼ δὲ δύο μόλις ἕν ἐστιν, ὥς φησι Πλάτων." ἀλλὰ καὶ Ἀναξανδρίδης ἐν Θησεῖ· "ὅτε τὰς μορίας ἔτρωγεν ὡσπερεὶΠλάτων." ἀλλὰ καὶ Τίμων οὑτωσὶ παραγραμματίζων αὐτόν· "ὡς ἀνέπλασσε Πλάτωνπεπλασμένα θαύματα εἰδώς."

赫拉克利德斯说,他年轻时极为谦逊整饬,以致从未有人见他大笑过;然而尽管如此,他本人依然遭到了喜剧诗人们的嘲弄。特奥庞普斯在《享乐者》中便这样说道: “因为一甚至不是一, 而二正如柏拉图所说,勉强算是一。” 阿纳克桑德里德斯在《忒修斯》中亦云: “当时他正如柏拉图那样啃着神圣的橄榄果。” 还有蒂蒙这样利用谐音讽刺他: “正如柏拉图所虚构的那样,深晓编造之奇迹者。

Ἄλεξις Μεροπίδι· "εἰς καιρὸν ἥκεις· ὡς ἔγωγʼ ἀπορουμένη ἄνω κάτω τε περιπατοῦσʼ ὥσπερ Πλάτων σοφὸν οὐδὲν εὕρηκʼ, ἀλλὰ κοπιῶ τὰ σκέλη." καὶ ἐν Ἀγκυλίωνι· "λέγεις περὶ ὧν οὐκ οἶσθα· συγγενοῦ τρέχων Πλάτωνι καὶ γνώσῃ λίτρον καὶ κρόμμυον." Ἄμφις Ἀμφικράτει· "τὸ δʼ ἀγαθὸν τι ποτʼ ἐστίν, οὗ σὺ τυγχάνειν μέλλεις3 διὰ ταύτην, ἧττον οἶδα τοῦτʼ ἐγώ, δέσποτʼ, τὸ Πλάτωνος ἀγαθόν.πρόσεχε δή."

亚历克西斯在《墨洛皮斯》中写道: “你来得正是时候;因为我百思不解, 像柏拉图那样上上下下徘徊, 却一无所获,唯有双腿酸痛。” 又在《安库利翁》中写道: “你谈论着你所不知的事物;跑去 与柏拉图结交吧,你就会懂得纯碱与洋葱。” 安菲斯在《安菲克拉特斯》中写道: “善究竟为何物——你因她之故将要获得的那个东西, 主人啊,我对它的了解,比对柏拉图的善还要少。——请听好。

ἐν Δεξιδημίδῃ· " Πλάτων, ὡς οὐδὲν οἶσθα πλὴν σκυθρωπάζειν μόνον, ὥσπερ κοχλίας σεμνῶς ἐπηρκὼς τὰς ὀφρῦς." Κρατῖνος Ψευδυποβολιμαίῳ· "ἄνθρωπος εἶ δηλονότι καὶ ψυχὴν ἔχεις.κατὰ τὸν Πλάτωνʼ οὐκ οἶδαδʼ〉, ὑπονοῶ δʼ ἔχειν." Ἄλεξις Ὀλυμπιοδώρῳ· "σῶμα μὲν ὁμοῦ τὸ θνητὸν αὖον ἐγένετο, τὸ δʼ ἀθάνατον ἐξῇξε πρὸς τὸν ἀέρα.ταῦτʼ οὐ σχολὴ Πλάτωνος;" καὶ ἐν Παρασίτῳ· " μετὰ Πλάτωνος ἀδολεσχεῖν κατὰ μόνας." χλευάζει δʼ αὐτὸν καὶ Ἀναξίλας Βοτρυλίωνι καὶ Κίρκῃ καὶ Πλουσίαις.

在《德克西德米德斯》中: “柏拉图啊, 除了愁眉苦脸之外你一无所知, 庄重地耸起眉毛,犹如一只蜗牛。” 克拉提诺斯在《假冒之子》中写道: “你显然是人,且拥有灵魂。 ——依柏拉图之见我不得而知,但我猜想我是有的。” 亚历克西斯在《奥林匹奥多罗斯》中写道: “必死的躯体枯竭殆尽, 而不死的部分飞向了天空。 ——这难道不是柏拉图的学说吗?” 又在《食客》中写道: “或者与柏拉图单独喋喋不休。” 阿纳克西拉斯亦在《博特律利翁》、《喀耳刻》和《富女篇》中嘲弄他。

Ἀρίστιππος δʼ ἐν τῷ τετάρτῳ Περὶ παλαιᾶς τρυφῆς φησιν αὐτὸν Ἀστέρος μειρακίου τινὸς ἀστρολογεῖν συνασκουμένου ἐρασθῆναι, ἀλλὰ καὶ Δίωνος τοῦ προειρημένουἔνιοι καὶ Φαίδρου φασί—· δηλοῦν δὲ τὸν ἔρωτα αὐτοῦ τάδε τὰ ἐπιγράμματα, καὶ πρὸς αὐτοῦ γενέσθαι εἰς αὐτούς· "ἀστέρας εἰσαθρεῖς Ἀστὴρ ἐμός· εἴθε γενοίμην οὐρανός, ὡς πολλοῖς ὄμμασιν εἰς σὲ βλέπω." καὶ ἄλλο· "ἀστὴρ πρὶν μὲν ἔλαμπες ἐνὶ ζῳοῖσιν Ἑῷος, νῦν δὲ θανὼν λάμπεις Ἕσπερος ἐν φθιμένοις."

阿里斯蒂普斯在《论古代奢靡》第四卷中说,柏拉图爱上了一位同他一起研习天文学的名叫阿斯忒尔的少年,而且还爱上了前述的狄翁——有人说还有斐德若——;他的爱意表露在以下由他为他们所作的题辞中: “我的阿斯忒尔(星辰)啊,你仰望着繁星;但愿我化作 天空,好让我用无数双眼睛凝望着你。又有一首: “从前你在生者之中如晨星闪耀, 如今死后,你在亡魂之中如暮星生辉。

语法注3 条
  1. 3.1.23φεύγοντι θανάτου

    分词 φεύγοντι 在司法语境中意为“作为被告被起诉”,支配表示刑罚的属格 θανάτου(“被求处死刑”)。

  2. 3.1.25τούτου ... ἀνιόντος τοὺς Ἕλληνας ἅπαντας ἐπιστραφῆναι εἰς αὐτόν

    此处作为 φησί 的宾语从句使用了“带宾格的不定式”结构(以 τοὺς Ἕλληνας ἅπαντας 为逻辑主语,ἐπιστραφῆναι 为不定式),句首则置有表示时间的属格独立结构 τούτου ... ἀνιόντος(“当他上去时”)。

  3. 3.1.27οὗ σὺ τυγχάνειν μέλλεις

    关系代词 οὗ 因受动词不定式 τυγχάνειν(“获得”)的支配而采用属格形式,其先行词为前面的 τὸ ἀγαθόν。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:3.1.23-3.1.29