第欧根尼·拉尔修

哲人言行录

§3.1.18-3.1.22

索弗隆的影响与西西里之行的危机

本段记述了柏拉图借鉴索弗隆的著作以及他前往西西里的航程:第一次渡航时他与僭主狄奥尼修斯一世发生冲突,险被卖为奴隶而幸得安尼克里斯赎救;第二次渡航再次遇险,最终凭阿尔库塔斯的书信得以获救。

← 上一节下一节 →

Δοκεῖ δὲ Πλάτων καὶ τὰ Σώφρονος τοῦ μιμογράφου βιβλία ἠμελημένα πρῶτος εἰς Ἀθήνας διακομίσαι καὶ ἠθοποιῆσαι πρὸς αὐτόν· καὶ εὑρεθῆναι ὑπὸ τῇ κεφαλῇ αὐτοῦ. τρὶς δὲ πέπλευκεν εἰς Σικελίαν· πρῶτον μὲν κατὰ θέαν τῆς νήσου καὶ τῶν κρατήρων, ὅτε καὶ Διονύσιος Ἑρμοκράτους τύραννος ὢν ἠνάγκασεν ὥστε συμμῖξαι αὐτῷ. δὲ διαλεγόμενος περὶ τυραννίδος καὶ φάσκων ὡς οὐκ ἔστι τὸ τοῦ κρείττονος συμφέρον αὐτὸμόνον, εἰ μὴ καὶ ἀρετῇ διαφέροι, προσέκρουσεν αὐτῷ. ὀργισθεὶς γὰρ οἱ λόγοι σου, φησί, γεροντιῶσι, καὶ ὅς· σοῦ δέ γε τυραννιῶσιν1.

柏拉图似乎也是第一个将摹拟剧作家索弗隆那些被忽视的著作带到雅典,并依仿他来进行人物性格塑造的人;据说这些著作甚至是在他的枕下被发现的。他曾三次航行前往西西里:第一次是为了观赏该岛和火山喷口,当时赫摩克拉底之子狄奥尼修斯正身为僭主,强迫柏拉图与他交谈。然而柏拉图在谈及僭主政治时,声称强者的利益若不在德性上超群绝伦,其本身绝非充分,从而触怒了他。因为狄奥尼修斯恼怒地说道: “你的话充斥着老迈昏庸之气,”而柏拉图回答道: “而你的话则充斥着僭主霸道之气。

ἐντεῦθεν ἀγανακτήσας τύραννος πρῶτον μὲν ἀνελεῖν ὥρμησεν αὐτόν· εἶτα παρακληθεὶς ὑπὸ Δίωνος καὶ Ἀριστομένους τοῦτο μὲν οὐκ ἐποίησε, παρέδωκε δὲ αὐτὸν Πόλλιδι τῷ Λακεδαιμονίῳ κατὰ καιρὸν διὰ πρεσβείαν ἀφιγμένῳ ὥστε ἀποδόσθαι. κἀκεῖνος ἀγαγὼν αὐτὸν εἰς Αἴγιναν ἐπίπρασκεν· ὅτε καὶ Χάρμανδρος Χαρμανδρίδου ἐγράψατο αὐτῷ δίκην θανάτου κατὰ τὸν παρʼ αὐτοῖς τεθέντα νόμον, τὸν πρῶτον ἐπιβάντα Ἀθηναίων τῇ νήσῳ ἄκριτον ἀποθνῄσκειν2. ἦν δʼ αὐτὸς θεὶς τὸν νόμον, καθά φησι Φαβωρῖνος ἐν Παντοδαπῇ ἱστορίᾳ. εἰπόντος δέ τινος, ἀλλὰ κατὰ παιδιάν, φιλόσοφον εἶναι τὸν ἐπιβάντα, ἀπέλυσαν. ἔνιοι δέ φασι παραχθῆναι αὐτὸν εἰς τὴν ἐκκλησίαν καὶ τηρούμενον μηδʼ ὁτιοῦν φθέγξασθαι, ἑτοίμως δὲ ἐκδέξασθαι τὸ συμβαῖνον· οἱ δὲ ἀποκτεῖναι μὲν αὐτὸν οὐ διέγνωσαν, πωλεῖν δὲ ἔκριναν τῷ τρόπῳ τῶν αἰχμαλώτων.

僭主由此大为恼怒,起初意图将他处死;随后因狄翁和阿里斯托墨涅斯的劝阻而未曾下手,但将他交给恰好因出使而前来的斯巴达人波利斯,以便将其卖掉。波利斯把他带到埃癸娜岛出卖。当时,哈尔曼德里德斯之子哈尔曼德罗斯根据他们中间设立的法律——即凡雅典人中最先踏上该岛者不经审判一律处死——对他提起了死罪诉讼。正如法沃里努斯在《杂史》中所言,哈尔曼德罗斯本人正是立此法之人。然而有人带着戏谑口吻说踏上该岛的是一位哲学家,他们便将他释放了。但也有人说,他被押解到公民大会上,虽被拘押却一言不发,坦然等待降临的命运;众人决议不处死他,但判定按照战俘的方式将他卖掉。

Λυτροῦται δὴ αὐτὸν κατὰ τύχην παρὼν Ἀννίκερις Κυρηναῖος εἴκοσι μνῶνοἱ δὲ τριάκοντακαὶ ἀναπέμπει Ἀθήναζε πρὸς τοὺς ἑταίρους. οἱ δʼ εὐθὺς τἀργύριον ἐξέπεμψαν· ὅπερ οὐ προσήκατο εἰπὼν μὴ μόνους ἐκείνους ἀξίους εἶναι Πλάτωνος κήδεσθαι. ἔνιοι δὲ καὶ Δίωνα ἀποστεῖλαί φασι τὸ ἀργύριον καὶ τὸν μὴ προσέσθαι, ἀλλὰ καὶ κηπίδιον αὐτῷ τὸ ἐν Ἀκαδημείᾳ πρίασθαι. τὸν μέντοι Πόλλιν λόγος ὑπό τε Χαβρίου ἡττηθῆναι καὶ μετὰ ταῦτα ἐν Ἑλίκῃ καταποντωθῆναι τοῦ δαιμονίου μηνίσαντος διὰ τὸν φιλόσοφον, ὡς καὶ Φαβωρῖνός φησιν ἐν πρώτῳ τῶν Ἀπομνημονευμάτων.

适逢在场的昔兰尼人安尼克里斯以二十个明那——亦有人说是三十个——将他赎出,并送回雅典他的同伴那里。同伴们随即送来赎金;他却没有收下,说并非只有他们才配关照柏拉图。亦有人说狄翁也送来了钱,但他不肯接受,而是为柏拉图买下了阿卡德米学园的那处小园子。然而据传波利斯被哈布里阿斯击败,此后在赫利克溺死,这是神明因那位哲学家的缘故降下的愤怒,正如法沃里努斯在《回忆录》第一卷中所述。

οὐ μὴν ἡσύχαζεν Διονύσιος· μαθὼν δὲ ἐπέστειλε Πλάτωνι μὴ κακῶς ἀγορεύειν αὐτόν. καὶ ὃς ἀντεπέστειλε μὴ τοσαύτην αὐτῷ σχολὴν εἶναι ὥστε Διονυσίου μεμνῆσθαι. Δεύτερον πρὸς τὸν νεώτερον ἧκε Διονύσιον αἰτῶι γῆν καὶ ἀνθρώπους τοὺς κατὰ τὴν πολιτείαν αὐτοῦ ζησομένους· δὲ καίπερ ὑποσχόμενος οὐκ ἐποίησεν. ἔνιοι δέ φασι καὶ κινδυνεῦσαι αὐτὸν ὡς ἀναπείθοντα Δίωνα καὶ Θεοδόταν ἐπὶ τῇ τῆς νήσου ἐλευθερίᾳ· ὅτε καὶ Ἀρχύτας αὐτὸν Πυθαγορικὸς γράψας ἐπιστολὴν πρὸς Διονύσιον παρῃτήσατο καὶ διέσωσεν εἰς Ἀθήνας. ἔστι δὲ ἐπιστολὴ ἥδε·Ἀρχύτας Διονυσίῳ ὑγιαίνειν.

狄奥尼修斯却并未安分;他得知此事后致信柏拉图,叫他不要说自己的坏话。柏拉图回信说,自己还没有闲暇到要去记挂狄奥尼修斯的地步。 柏拉图第二次前往年轻的狄奥尼修斯那里,向他请求土地和按其理想政体生活的人民;狄奥尼修斯虽有许诺,却未曾践行。有人说柏拉图还因被指控煽动狄翁和塞奥多特争取该岛的自由而陷入险境;当时毕达哥拉斯派的阿尔库塔斯致信狄奥尼修斯为他求情,使他得以平安返回雅典。信件内容如下: “阿尔库塔斯致狄奥尼修斯问安。

Ἀπεστάλκαμέν τοι πάντες οἱ Πλάτωνος φίλοι τὼς περὶ Λαμίσκον τε καὶ Φωτίδαν ἀπολαμψούμεθα3 τὸν ἄνδρα κὰτ τὰν πὰρ τὶν γενομέναν ὁμολογίαν. ὀρθῶς δέ κα ποιοῖς ἀμμιμνᾳσκόμενος τήνας τᾶς σπουδᾶς, ἡνίκα πάντας ἁμὲ παρεκάλεις πὸτ τὰν Πλάτωνος ἄφιξιν ἀξιῶν προτρέπεσθαί τε αὐτὸν καὶ ἀναδέχεσθαι τά τε ἄλλα καὶ περὶ τὰν ἀσφάλειαν μένοντί τε καὶ ἀφορμίοντι. μέμνασο δὲ καὶ τῆνο ὅτι περὶ πολλῶ ἐποιήσω τὰν ἄφιξιν αὐτῶ καὶ ἀγάπης ἐκ τήνω τῶ χρόνω ὡς οὐδένα τῶν πὰρ τίν. αἰ δέ τις γέγονε τραχύτας, ἀνθρωπίζειν χρὴ κἀποδιδόμεν ἁμὶν ἀβλαβῆ τὸν ἄνδρα. ταῦτα γὰρ ποιῶν δίκαια πραξεῖς καὶ ἁμὶν χαριξῇ.

我们柏拉图的所有友人,已按照与你达成的协议,派出拉米斯科斯与福提达斯一行前去接领此人。你若能忆起当初的热诚,便实为妥当之举——那时正是你力邀我们全体促成柏拉图的到访,要求我们劝勉他,并亲自承担他在居留与启程离开时的一切事务及人身安全保证。亦请记取此事:你曾何等看重他的到访,自那时起便爱护他胜过身边任何人。即便如今生出芥蒂,亦当以仁厚待人,将此人完好无损地归还我们。你若如此行,便是行了公义之事,亦施恩于我们。

语法注3 条
  1. 18γεροντιῶσι ... τυραννιῶσιν

    带有后缀 -ιάω 的愿望动词(desiderative verbs)。γεροντιάω 意为“显出龙钟老态/罹患老年之疾”,τυραννιάω 则意为“妄图行使僭主特权/行事专横霸道”。两者构成针锋相对的戏谑性对仗。

  2. 19τὸν πρῶτον ἐπιβάντα Ἀθηναίων τῇ νήσῳ ἄκριτον ἀποθνῄσκειν

    说明前文 τὸν παρʼ αὐτοῖς τεθέντα νόμον(“在他们中间设立的法律”)具体内容的同格带宾语不定式短语,指明凡雅典人中最先踏上该岛者不经审判(ἄκριτον)一律处死。

  3. 22ἀπολαμψούμεθα

    多利斯方言形式(相当于雅典方言的 ἀποληψόμεθα,第一人称复数将来中间态)。它无连接词地紧随主句动词 ἀπεστάλκαμεν(“我们派出了……”)之后,作目的性引申,直接以第一人称复数表示“以接回此人”。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:3.1.18-3.1.22