- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:2.17.140-2.17.144
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-24
本段记述了梅内德谟的公共政治生涯、出使外邦的功绩以及与安提哥努斯等人的交游,随后叙述了他因被疑叛国而出逃、绝食而死的始末,并对整个苏格拉底学派作了结语。
ἃ πάντα φησὶν ὁ Λυκόφρων ἐν τοῖς πεποιημένοις σατύροις αὐτῷ, οὓς Μενέδημος ἐπέγραψεν, ἐγκώμιον τοῦ φιλοσόφου ποιήσας τὸ δρᾶμα· ὧν καί τινά ἐστι τοιαυτί· "ὡς ἐκ βραχείας δαιτὸς ἡ βαιὰ κύλιξ αὐτοῖς κυκλεῖται πρὸς μέτρον, τράγημα δὲ ὁ σωφρονιστὴς τοῖς φιληκόοις λόγος." Τὰ μὲν οὖν πρῶτα κατεφρονεῖτο, κύων καὶ λῆρος ὑπὸ τῶν Ἐρετριέων ἀκούων1· ὕστερον δʼ ἐθαυμάσθη, ὥστε καὶ τὴν πόλιν ἐγχειρίσασθαι. ἐπρέσβευσε δὲ καὶ πρὸς Πτολεμαῖον καὶ Λυσίμαχον, τιμώμενος πανταχοῦ· οὐ μὴν ἀλλὰ καὶ πρὸς Δημήτριον. καὶ τῆς πόλεως διακόσια τάλαντα τελούσης πρὸς ἔτος αὐτῷ, τὰ πεντήκοντα ἀφεῖλε· πρὸς ὃν διαβληθεὶς ὡς τὴν πόλιν ἐγχειρίζων Πτολεμαίῳ, ἀπολογεῖται διʼ ἐπιστολῆς ἧς ἡ ἀρχή·
这一切,吕科弗隆在他所作题为《梅内德谟》的萨堤洛斯剧中都有叙述,他将这部戏剧作成了对这位哲学家的颂辞;其中的一些诗句如下: “确实,在简朴的餐食之后,小小的杯盏 在他们之间有度地传递,而点心 则是使好听者获得节制的言论。” 起初,他受到鄙视,被埃雷特里亚人称为“狗”和“饶舌之徒”;但后来他受到了敬仰,以至于他们将城邦交托给他。他还作为使节出使托勒密和利西马科斯那里,在各处都受到尊崇;不仅如此,他还出使德米特里乌斯那里。当城邦每年向德米特里乌斯缴纳两百塔兰同的时候,他免除了其中的五十塔兰同。当有人向德米特里乌斯进谗,说他正要把城邦交付给托勒密时,他通过一封信进行辩解,信的开头是:
Μενέδημος βασιλεῖ Δημητρίῳ χαίρειν. ἀκούω πρὸς σὲ ἀνατεθῆναι περὶ ἡμῶν. λόγος δὲ διαβεβληκέναι αὐτὸν τῶν ἀντιπολιτευομένων τινὰ Αἰσχύλον. δοκεῖ δʼ ἐμβριθέστατα πρεσβεῦσαι πρὸς Δημήτριον ὑπὲρ τοῦ Ὠρωποῦ, ὡς καὶ Εὔφαντος ἐν Ἱστορίαις μνημονεύει. ἠγάπα δὲ αὐτὸν καὶ Ἀντίγονος καὶ μαθητὴν ἀνεκήρυττεν αὑτόν. καὶ ἡνίκα ἐνίκα τοὺς βαρβάρους περὶ Λυσιμαχίαν, γράφει ψήφισμα αὐτῷ Μενέδημος ἁπλοῦν τε καὶ ἀκόλακον, οὗ ἡ ἀρχή·
“梅内德谟向德米特里乌斯王致意。我听闻关于我们已有控告呈送于你。” 据说政敌中一个叫埃斯库罗斯的人中伤了他。关于奥罗普斯的问题,他被认为出使德米特里乌斯时展现出了极高的威严,正如欧凡图斯在《历史》中也提及的那样。安提哥努斯也爱戴他,并自称是他的门徒。当安提哥努斯在利西马凯亚附近击溃蛮族时,梅内德谟为他起草了一份既简朴又无谄媚的决议,开头是:
οἱ στρατηγοὶ καὶ οἱ πρόβουλοι εἶπον. ἐπειδὴ βασιλεὺς Ἀντίγονος μάχῃ νικήσας τοὺς βαρβάρους παραγίνεται εἰς τὴν ἰδίαν, καὶ τὰ ἄλλα πάντα πράσσει κατὰ γνώμην· ἔδοξε τῇ βουλῇ καὶ τῷ δήμῳ. Διὰ ταῦτα δὴ καὶ τὴν ἄλλην φιλίαν ὑποπτευθεὶς προδιδόναι τὴν πόλιν αὐτῷ, διαβάλλοντος Ἀριστοδήμου ὑπεξῆλθε· καὶ διέτριβεν ἐν Ὠρωπῷ ἐν τῷ τοῦ Ἀμφιάρεω ἱερῷ· ἔνθα χρυσῶν ποτηρίων ἀπολομένων, καθά φησιν Ἕρμιππος, δόγματι κοινῷ τῶν Βοιωτῶν ἐκελεύσθη μετελθεῖν. ἐντεῦθεν ἀθυμήσας λαθραίως παρεισδὺς εἰς τὴν πατρίδα καὶ τήν τε γυναῖκα καὶ τὰς θυγατέρας παραλαβὼν πρὸς Ἀντίγονον ἐλθὼν ἀθυμίᾳ τὸν βίον κατέστρεψε.
“将领们和预审官们提议:鉴于安提哥努斯王在战斗中战胜蛮族,回到自己的领地,并且其他一切事务都遂其所愿;议事会和公民大会决议。” 正是由于这些事情以及其他的友谊,当他被怀疑要将城邦出卖给安提哥努斯,且阿里斯托德谟对他进行中伤时,他便秘密出走;他逗留在奥罗普斯安菲阿拉俄斯的圣所里。在那里金杯失窃时,正如赫尔米普斯所说,根据玻俄提亚人的共同决议,他被命令离开。因此他灰心丧气,潜回祖国,带上妻子和女儿们,前往安提哥努斯那里,在抑郁中结束了生命。
Φησὶ δʼ Ἡρακλείδης αὐτὸν πᾶν τοὐναντίον, πρόβουλον γενόμενον τῶν Ἐρετριέων πολλάκις ἐλευθερῶσαι τὴν πόλιν ἀπὸ τῶν τυράννων ἐπαγόμενον Δημήτριον· οὐκ ἂν δὴ οὖν προδοῦναι αὐτὸν Ἀντιγόνῳ τὴν πόλιν2, ἀλλὰ διαβολὴν ἀναλαβεῖν ψευδῆ· φοιτᾶν τε πρὸς τὸν Ἀντίγονον καὶ βούλεσθαι ἐλευθερῶσαι τὴν πατρίδα· τοῦ δὲ μὴ εἴκοντος ὑπʼ ἀθυμίας ἀσιτήσαντα ἑπτὰ ἡμέρας τὸν βίον μεταλλάξαι. τὰ ὅμοια τούτῳ καὶ Ἀντίγονος ὁ Καρύστιος ἱστορεῖ. μόνῳ δὲ Περσαίῳ διαπρύσιον εἶχε πόλεμον· ἐδόκει γὰρ Ἀντιγόνου βουλομένου τὴν δημοκρατίαν ἀποκαταστῆσαι τοῖς Ἐρετριεῦσι χάριν Μενεδήμου κωλῦσαι.
然而赫拉克利德斯所说的完全相反:梅内德谟担任埃雷特里亚人的预审官,曾多次通过引荐德米特里乌斯而使城邦从僭主手中获得解放;因此他绝不可能把城邦出卖给安提哥努斯,而是蒙受了虚假的诬陷;他频繁造访安提哥努斯,渴望解放祖国;但由于安提哥努斯不肯让步,他因抑郁绝食七天而离世。卡里斯图斯的安提哥努斯也记载了类似的事情。他唯独与佩尔塞乌斯有着公然的敌对;因为人们认为,当安提哥努斯看在梅内德谟的情面上愿意为埃雷特里亚人恢复民主政体时,是佩尔塞乌斯出面阻止了此事。
διὸ καί ποτε παρὰ πότον ὁ Μενέδημος ἐλέγξας αὐτὸν τοῖς λόγοις τά τε ἄλλα ἔφη καὶ δὴ καὶ φιλόσοφος μὲν [τοι] τοιοῦτος, ἀνὴρ δὲ καὶ τῶν ὄντων καὶ τῶν γενησομένων κάκιστος. Ἐτελεύτα δὲ κατὰ τὸν Ἡρακλείδην τέταρτον καὶ ἑβδομηκοστὸν ἔτος βιούς. καὶ εἰς αὐτὸν ἡμῶν ἐστιν οὕτως ἔχον· "ἔκλυον, Μενέδημε, τεὸν μόρον, ὡς ἑκὼν ἀπέσβης ἐν ἡμέρῃσιν ἑπτὰ μηδὲν ἐσθίων. κᾆτʼ ἔργον ἔρεξας Ἐρετρικόν, ἀλλʼ ὅμως ἄνανδρον· ἀψυχίη γὰρ ἡγεμὼν ἔπειγέ σε." Καὶ οὗτοι μὲν οἱ Σωκρατικοὶ καὶ οἱ ἀπʼ αὐτῶν. μετιτέον δὲ ἐπὶ Πλάτωνα τὸν τῆς Ἀκαδημείας κατάρξαντα, καὶ τοὺς ἀπʼ αὐτοῦ, ὁπόσοι γεγόνασιν ἐλλόγιμοι.
因此,有一次在酒席上梅内德谟在言辞中驳斥了他,除其他话外尤其说道: “作为哲学家他确是这样的人,但作为一个人,他则是现存之人以及将生之人中最卑劣的。” 按照赫拉克利德斯的说法,他活到七十四岁去世。我们针对他有一首诗如下: “梅内德谟啊,我听闻了你的结局,你如何自愿在七天内不进一食而熄灭了生命。 随后你做出了埃雷特里亚人的壮举,但终究是不英勇的;因为懦怯作为向导催逼了你。” 这些便是苏格拉底学派及其后继者。接下来必须转向阿卡德米学园的开创者柏拉图,以及出自他的那些名士们。
- 2.17.140κύων καὶ λῆρος ὑπὸ τῶν Ἐρετριέων ἀκούων
动词 ἀκούω 在此作被动意(“被称为 / 听闻关于自己被称作……”,类似于拉丁语的 bene / male audire),带施事介词短语 ὑπὸ τῶν Ἐρετριέων 以及主格表语 κύων καὶ λῆρος,意为“被埃雷特里亚人称为‘狗’和‘饶舌之徒’”。
- 2.17.143οὐκ ἂν δὴ οὖν προδοῦναι αὐτὸν Ἀντιγόνῳ τὴν πόλιν
间接引语中 ἄν 搭配不定词(προδοῦναι)的结构。它是由直接引语中的过去直陈式 + ἄν(与过去事实相反的虚拟)或祈愿式 + ἄν(潜在可能)转换而来,体现了赫拉克利德斯的论证逻辑(鉴于他多次解放祖国,“绝不可能将城邦出卖给安提哥努斯”)。
