第欧根尼·拉尔修

哲人言行录

§2.8.95-2.8.99

安尼刻里斯派与狄奥多罗斯派的学说

本段记述了赫格西亚斯派的伦理主张(否定感觉与避恶)、安尼刻里斯派对友谊与祖国责任的重新肯定,以及狄奥多罗斯派废除神明信仰与否定传统道德禁忌的学说及其问答论证。

← 上一节下一节 →

καὶ τῷ μὲν ἄφρονι τὸ ζῆν λυσιτελὲς εἶναι· τῷ δὲ φρονίμῳ ἀδιάφορον. τόν τε σοφὸν ἑαυτοῦ ἕνεκα πάντα πράξειν· οὐδένα γὰρ ἡγεῖσθαι τῶν ἄλλων ἐπίσης ἄξιον αὐτῷ. κἂν γὰρ τὰ μέγιστα δοκῇ παρά του καρποῦσθαι, μὴ εἶναι ἀντάξια ὧν αὐτὸς παράσχῃ1. ἀνῄρουν δὲ καὶ τὰς αἰσθήσειςὡσοὐκ ἀκριβούσας τὴν ἐπίγνωσιν, τῶν τʼ εὐλόγως φαινομένων πάντα πράττειν2. ἔλεγον τὰ ἁμαρτήματα συγγνώμης τυγχάνειν· οὐ γὰρ ἑκόντα ἁμαρτάνειν, ἀλλά τινι πάθει κατηναγκασμένον. καὶ μὴ μισήσειν, μᾶλλον δὲ μεταδιδάξειν. τόν τε σοφὸν οὐχ οὕτω πλεονάσειν ἐν τῇ τῶν ἀγαθῶν αἱρέσει, ὡς ἐν τῇ τῶν κακῶν φυγῇ, τέλος τιθέμενον τὸ μὴ ἐπιπόνως ζῆν μηδὲ λυπηρῶς·

他们还认为,对于愚者而言,活着是有益的;但对于明智者而言,活着则是无差别的。并且智者将为他自己而做一切事;因为他认为其他任何人都不具有与自己同等的价值。因为即便他看起来从某人那里获得了最大的益处,这些益处也无法等同于他自己所提供的。他们还排斥感觉,认为感觉无法使认识精确,并主张应当按照显得合乎情理之事去行一切事。他们说,过失是值得原谅的;因为人并非自愿犯错,而是被迫于某种情念。而且智者不会去憎恨,反而会去重新教导。智者不会在选择善事上花费那么多努力,而在躲避恶事上花费更多,将目的定为既不劳苦也不悲伤地生活;

δὴ περιγίνεσθαι τοῖς ἀδιαφορήσασι περὶ τὰ ποιητικὰ τῆς ἡδονῆς. Οἱ δʼ Ἀννικέρειοι τὰ μὲν ἄλλα κατὰ ταὐτὰ τούτοις· ἀπέλιπον δὲ καὶ φιλίαν ἐν βίῳ καὶ χάριν καὶ πρὸς γονέας τιμὴν καὶ ὑπὲρ πατρίδος τι πράξειν. ὅθεν διὰ ταῦτα, κἂν ὀχλήσεις ἀναδέξηται σοφός, οὐδὲν ἧττον εὐδαιμονήσειν, κἂν ὀλίγα ἡδέα περιγένηται αὐτῷ. τήν τε τοῦ φίλου εὐδαιμονίαν διʼ αὑτὴν μὴ εἶναι αἱρετήν· μηδὲ γὰρ αἰσθητὴν τῷ πέλας ὑπάρχειν· μὴ εἶναί τε αὐτάρκη τὸν λόγον πρὸς τὸ θαρρῆσαι καὶ τῆς τῶν πολλῶν δόξης ὑπεράνω γενέσθαι· δεῖν δʼ ἀνεθίζεσθαι3 διὰ τὴν ἐκ πολλοῦ συντραφεῖσαν ἡμῖν φαύλην διάθεσιν.

而这正会降临到那些对产生快乐的事物漠不关心的人身上。 安尼刻里斯派在其他方面与这些人持有相同的见解,但他们还在生活中保留了友谊、感恩、对父母的敬重以及为祖国有所作为。因此由于这些缘故,智者即便承担了烦扰,即便降临于他的愉快之事很少,也丝毫不会减损其幸福。而且朋友的幸福因其自身并非值得选择的;因为它对于邻人是不可感知的。理性说理也不足以让人产生确信并超越大众的成见;而是必须重新养成习惯(摆脱恶习),因为长久以来在我们身上滋长了恶劣的秉性。

τόν τε φίλον μὴ διὰ τὰς χρείας μόνον ἀποδέχεσθαι, ὧν ὑπολειπουσῶν μὴ ἐπιστρέφεσθαι ἀλλὰ καὶ παρὰ τὴν γεγονυῖαν εὔνοιαν, ἧς ἔνεκα καὶ πόνους ὑπομενεῖν. καίτοι τιθέμενον ἡδονὴν τέλος καὶ ἀχθόμενον ἐπὶ τῷ στέρεσθαι αὐτῆς ὅμως ἑκουσίως ὑπομενεῖν διὰ τὴν πρὸς τὸν φίλον στοργήν. Οἱ δὲ Θεοδώρειοι κληθέντες τὴν μὲν ὀνομασίαν ἔσπασαν ἀπὸ Θεοδώρου τοῦ προγεγραμμένου, καὶ δόγμασιν ἐχρήσαντο τοῖς αὐτοῦ. ἦν δʼ Θεόδωρος παντάπασιν ἀναιρῶν τὰς περὶ θεῶν δόξας· καὶ αὐτοῦ περιετύχομεν βιβλίῳ ἐπιγεγραμμένῳ Περὶ θεῶν, οὐκ εὐκαταφρονήτῳ· ἐξ οὗ φασιν Ἐπίκουρον λαβόντα τὰ πλεῖστα εἰπεῖν.

而且接纳朋友不应仅仅由于实用——以致当实用匮乏时就不再理会——还应出于已经产生的善意,为了这种善意,他也将承受劳苦。尽管他把快乐确立为目的,并为被剥夺快乐而苦恼,但他仍然出于对朋友的挚爱而自愿承受劳苦。 被称为狄奥多罗斯派的人,其名称取自前面写到的狄奥多罗斯,并采纳了他的学说。狄奥多罗斯是彻底废除关于神明观念的人;我们曾读到过他题为《论神》的著作,绝非微不足道;据说伊壁鸠鲁的大部分说法就是从该书中汲取的。

Ἤκουσε δὲ καὶ Ἀννικέριδος Θεόδωρος καὶ Διονυσίου τοῦ διαλεκτικοῦ, καθά φησιν Ἀντισθένης ἐν Φιλοσόφων διαδοχαῖς. τέλος δʼ ὑπελάμβανε χαρὰν καὶ λύπην· τὴν μὲν ἐπὶ φρονήσει, τὴν δʼ ἐπὶ ἀφροσύνῃ· ἀγαθὰ δὲ φρόνησιν καὶ δικαιοσύνην, κακὰ δὲ τὰς ἐναντίας ἕξεις, μέσα δὲ ἡδονὴν καὶ πόνον. ἀνῄρει δὲ καὶ φιλίαν, διὰ τὸ μήτʼ ἐν ἄφροσιν αὐτὴν εἶναι, μήτʼ ἐν σοφοῖς. τοῖς μὲν γὰρ τῆς χρείας ἀναιρεθείσης καὶ τὴν φιλίαν ἐκποδὼν εἶναι· τοὺς δὲ σοφοὺς αὐτάρκεις ὑπάρχοντας μὴ δεῖσθαι φίλων. ἔλεγε δὲ καὶ εὔλογον εἶναι τὸν σπουδαῖον ὑπὲρ τῆς πατρίδος μὴ ἐξαγαγεῖν αὑτόν4· οὐ γὰρ ἀποβαλεῖν τὴν φρόνησιν ἕνεκα τῆς τῶν ἀφρόνων ὠφελείας.

狄奥多罗斯也曾师从安尼刻里斯和辩证家狄奥尼修,正如安提斯泰尼在《哲学家传承录》中所说。他认为终极目的是喜悦和悲伤:前者基于明智,后者基于愚昧;他把明智和正义视为善,把相反的品质视为恶,把快乐和痛苦视为中间物。他也排斥友谊,因为友谊既不存在于愚者之中,也不存在于智者之中。因为对于愚者而言,一旦实用被消除,友谊也随之离去;而智者由于自身是自足的,并不需要朋友。他还说,贤良之人不为祖国而自杀是合乎情理的;因为他不应为了愚者的利益而抛弃自己的明智。

Εἶναί τε πατρίδα τὸν κόσμον. κλέψειν τε καὶ μοιχεύσειν καὶ ἱεροσυλήσειν ἐν καιρῷ· μηδὲν γὰρ τούτων φύσει αἰσχρὸν εἶναι, τῆς ἐπʼ αὐτοῖς δόξης αἰρομένης, σύγκειται ἕνεκα τῆς τῶν ἀφρόνων συνοχῆς. φανερῶς δὲ τοῖς ἐρωμένοις ἄνευ πάσης ὑφοράσεως χρήσεσθαι τὸν σοφόν. διὸ καὶ τοιούτους λόγους ἠρώτα· ἆρά γε γυνὴ γραμματικὴ χρήσιμος ἂν εἴη παρʼ ὅσον γραμματική ἐστι; ναί. καὶ παῖς καὶ νεανίσκος γραμματικὸς χρήσιμος ἂν εἴη παρʼ ὅσον γραμματικός ἐστι; ναί. οὐκοῦν καὶ γυνὴ καλὴ χρησίμη ἂν εἴη παρʼ ὅσον καλή ἐστι, καὶ παῖς καὶ νεανίσκος καλὸς χρήσιμος ἂν εἴη παρʼ ὅσον καλός ἐστι; ναί. καὶ παῖς ἄρα καὶ νεανίσκος καλὸς πρὸς τοῦτʼ ἂν εἴη χρήσιμος πρὸς καλός ἐστι; ναί.

世界就是他的祖国。在适当时机,他甚至会偷盗、通奸并掠夺神庙;因为一旦关于这些行为的成见被消除,其中没有一件按本性是可耻的,那种成见不过是为了羁縻愚者而拼凑起来的。智者将公开且毫无顾忌地享用自己所爱之人。因此他也曾提出这样的论证: “通晓文墨的妇女,是否在她通晓文墨的限度内是有用的?” “是的。” “而通晓文墨的男孩与青年,是否在他通晓文墨的限度内是有用的?“是的。” “那么,美丽的妇女是否在她美丽的限度内是有用的,美丽的男孩与青年是否在他美丽的限度内也是有用的?” “是的。” “那么,美丽的男孩与青年,对于他之所以美丽的那种用途而言,是否也是有用的?” “是的。

语法注4 条
  1. 2.8.95ἀντάξια ὧν αὐτὸς παράσχῃ

    关系代词引扬(attraction)的用法。所修饰的指示代词先行词(如 τούτων)被省略,关系代词由原本应作宾格的 ἅ 被引扬为受 ἀντάξια 支配的属格 ὧν。此外,虚拟式 παράσχῃ 用于不带 ἄν 的泛指关系从句中。

  2. 2.8.95τῶν τʼ εὐλόγως φαινομένων πάντα πράττειν

    属格 τῶν εὐλόγως φαινομένων 在此处作 πάντα 的部分属格(“在显得合乎情理的事物中做一切事”),或表依据、准则(“依凭显得合乎情理之事去行一切事”)。

  3. 2.8.96δεῖν δʼ ἀνεθίζεσθαι

    动词 ἀνεθίζεσθαι(由 ἀνα- 与 ἐθίζω 构成)意为“重新养成习惯”或“通过练习改变旧习/去习惯化”。承接前文“仅凭说理并不足够”,不定词(δεῖν)指出必须通过切实的习惯重塑来对抗长期滋长的恶劣秉性。

  4. 2.8.98μὴ ἐξαγαγεῖν αὑτόν

    短语 ἐξάγειν ἑαυτόν 是哲学文献中的常用习语,意为“自绝生命、自杀”。在此处指贤良之人不为祖国而牺牲/自尽。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:2.8.95-2.8.99