第欧根尼·拉尔修

哲人言行录

§2.8.100-2.8.104

狄奥多罗斯的机智轶事与同名人物

记述了无神论者狄奥多罗斯的诡辩问答及其与欧律克勒得斯、利西马科斯、墨特罗克勒斯等人的机智对答,随后列举了二十位同名为狄奥多罗斯的历史人物。

← 上一节下一节 →

ἔστι δὲ χρήσιμος πρὸς τὸ πλησιάζειν. ὧν δεδομένων ἐπῆγεν· οὐκοῦν εἴ τις πλησιασμῷ χρώμενος παρʼ ὅσον χρήσιμός ἐστιν, οὐ διαμαρτάνει· οὐδʼ ἄρα εἰ κάλλει χρήσαιτο παρʼ ὅσον χρήσιμόν ἐστι, διαμαρτήσεται. τοιαῦτα ἄττα διερωτῶν ἴσχυε τῷ λόγῳ. Δοκεῖ δὲ θεὸς κληθῆναι, Στίλπωνος αὐτὸν ἐρωτήσαντος οὕτως, ἆρά γε, Θεόδωρε, φῂς εἶναι, τοῦτο καὶ εἶ;1 ἐπινεύσαντος δέ, φῂς δʼ εἶναι θεόν; τοῦ δʼ ὁμολογήσαντος, θεὸς εἶ ἄρα, ἔφη. δεξαμένου δʼ ἀσμένως, γελάσας φησίν, ἀλλʼ, μόχθηρε, τῷ λόγῳ τούτῳ καὶ κολοιὸς ἂν ὁμολογήσειας εἶναι καὶ ἄλλα μυρία.

“而且对于亲近交合而言,他是有用的。” 在这些前提被认可之后,他引申出结论道: “因此,如果一个人使用交合,只要在他是有用的限度内,就没有犯错;那么,如果他使用美色,只要在它是有用的限度内,他也同样不会犯错。” 通过提出诸如此类的问题,他在论辩中占据了优势。 人们认为他被称为“神”,是因为斯提尔蓬曾这样向他发问: “狄奥多罗斯啊,你说你自己是什么,你也就是什么吗?” 当他点头同意后,斯提尔蓬又问: “那么你说你是一位神吗?” 在他承认之后,斯提尔蓬便说: “那么你就是神了。” 而当他欣然接受时,斯提尔蓬笑着说: “可是,可怜的人啊,按照这个道理,你也得承认自己是一只寒鸦,以及成千上万种别的东西了!

δʼ οὖν Θεόδωρος προσκαθίσας ποτὲ Εὐρυκλείδῃ τῷ ἱεροφάντῃ, λέγε μοι, ἔφη, Εὐρυκλείδη, τίνες εἰσὶν οἱ ἀσεβοῦντες περὶ τὰ μυστήρια. εἰπόντος δʼ ἐκείνου, οἱ τοῖς ἀμυήτοις αὐτὰ ἐκφέροντες, ἀσεβεῖς ἄρα, ἔφη, καὶ σύ, τοῖς ἀμυήτοις διηγούμενος. καὶ μέντοι παρʼ ὀλίγον ἐκινδύνευσεν εἰς Ἄρειον ἀναχθῆναι πάγον, εἰ μὴ Δημήτριος Φαληρεὺς αὐτὸν ἐρρύσατο. Ἀμφικράτης δʼ ἐν τῷ Περὶ ἐνδόξων ἀνδρῶν φησι κώνειον αὐτὸν πιεῖν καταδικασθέντα.

总之,狄奥多罗斯有一次坐在秘仪传授者欧律克勒得斯身旁,说道: “告诉我,欧律克勒得斯,那些对秘仪犯下不敬之罪的人都是些什么人?” 当对方回答说: “是那些将秘仪泄露给未入教者的人。” 狄奥多罗斯便说: “那么你也是不敬神的人了,因为你在向未入教者讲述秘仪。” 而且,他差点险些被押解到阿雷奥帕戈斯法庭受审,若不是法勒隆的德米特里拯救了他。然而,安菲克拉泰斯在《名人传》中说,他被判有罪并饮鸩而死。

Διατρίβων δὲ παρὰ Πτολεμαίῳ τῷ Λάγου ἀπεστάλη ποθʼ ὑπʼ αὐτοῦ πρὸς Λυσίμαχον πρεσβευτής. ὅτε καὶ παρρησιαζομένῳ φησὶν Λυσίμαχος, λέγε μοι, Θεόδωρε, οὐ σὺ εἶ ἐκπεσὼν Ἀθήνηθεν; καὶ ὅς, ὀρθῶς ἀκήκοας· γὰρ τῶν Ἀθηναίων πόλις οὐ δυναμένη με φέρειν, ὥσπερ Σεμέλη τὸν Διόνυσον, ἐξέβαλε. πάλιν δʼ εἰπόντος τοῦ Λυσιμάχου, [βλέπε] ὅπως μὴ παρέσῃ πρὸς ἡμᾶς ἔτι, οὐκ ἄν, ἔφη, ἂν μὴ Πτολεμαῖος ἀποστείλῃ.2 Μίθρου δὲ τοῦ διοικητοῦ τοῦ Λυσιμάχου παρεστῶτος καὶ εἰπόντος, ἔοικας σὺ μὴ μόνον θεοὺς ἀγνοεῖν ἀλλὰ καὶ βασιλέας, πῶς, εἶπεν, ἀγνοῶ, ὅπου γε καὶ θεοῖς σε ἐχθρὸν εἶναι νομίζω; φασὶ δέ ποτε ἐν Κορίνθῳ παρέρχεσθαι αὐτὸν συχνοὺς ἐπαγόμενον μαθητάς, Μητροκλέα δὲ τὸν κυνικὸν σκάνδικας πλύνοντα εἰπεῖν, σὺ σοφιστὴς οὐκ ἂν τοσούτων ἔχρῃζες μαθητῶν, εἰ λάχανα ἔπλυνες· τὸν δʼ ὑπολαβόντʼ εἰπεῖν, καὶ σὺ εἴπερ ἀνθρώποις ᾔδεις ὁμιλεῖν, οὐκ ἂν τούτοις τοῖς λαχάνοις ἐχρῶ.

当他客居在拉戈斯之子托勒密那里时,曾作为使节被派往利西马科斯处。当时他畅所欲言、直言不讳,利西马科斯对他说: “告诉我,狄奥多罗斯,你难道不是那个被雅典驱逐出境的人吗?” 他回答道: “你听得没错;因为雅典人的城邦无法忍受我,正如塞墨勒无法忍受狄奥尼索斯一样,便将我驱逐了。” 利西马科斯再次说道: “当心别再出现在我们面前!” 他说道: “除非托勒密派我来,否则我绝不会来。” 侍立在侧的利西马科斯财务官米特拉斯说道: “你似乎不仅不认识神明,连君王也不放在眼里。” 他说道: “我怎会不认识他们,既然我把你看作甚至连神明都憎恶的仇敌?” 据说有一次他在科林斯走过,随身带领着许多弟子,犬儒派的墨特罗克勒斯正在洗刺芹,便说道: “你这位智者,如果洗野菜过活,就不会需要这么多弟子了。” 他反驳道: “你若是懂得如何与人交往,也就不用以这些野菜为食了。

τὸ ὅμοιον ἀναφέρεται, καθὰ προείρηται, καὶ εἰς Διογένην καὶ Ἀρίστιππον. Τοιοῦτος μὲν Θεόδωρος κἀν τούτοις. τελευταῖον δʼ εἰς Κυρήνην ἀπελθὼν καὶ Μάγᾳ συμβιοὺς ἐν πάσῃ τιμῇ διετέλει τυγχάνων. ἔνθεν τὸ πρῶτον ἐκβαλλόμενος λέγεται χάριέν τι εἰπεῖν· ἔφη γάρ, καλῶς ποιεῖτε, ἄνδρες Κυρηναῖοι, ἐκ τῆς Λιβύης εἰς τὴν Ἑλλάδα με ἐξορίζοντες. Θεόδωροι δὲ γεγόνασιν εἴκοσι· πρῶτος Σάμιος, υἱὸς Ῥοίκου. οὗτός ἐστιν συμβουλεύσας ἄνθρακας ὑποτιθέναι τοῖς θεμελίοις τοῦ ἐν Ἐφέσῳ νεώ· καθύγρου γὰρ ὄντος τοῦ τόπου τοὺς ἄνθρακας ἔφη τὸ ξυλῶδες ἀποβαλόντας αὐτὸ τὸ στερεὸν ἀπαθὲς ἕξειν ὕδατι.3 δεύτερος Κυρηναῖος, γεωμέτρης οὗ διήκουσε Πλάτων· τρίτος προγεγραμμένος φιλόσοφος· τέταρτος οὗ τὸ φωνασκικὸν φέρεται βιβλίον πάγκαλον·

同样的逸事,正如前文所说,也被归到了第欧根尼和阿里斯提波身上。 狄奥多罗斯在这些方面也是这样的人。最后他前往昔兰尼,与马加斯共同生活,始终享有一切尊荣。据说他最初从那里被驱逐时,曾说了一句妙语;他说: “昔兰尼人啊,你们把我从利比亚流放到希腊,做得可真好。” 名叫狄奥多罗斯的人共有二十位。第一位是萨摩斯人,罗伊科斯之子。就是他建议在以弗所神庙的地基下铺设木炭;因为那地方潮湿,他说木炭褪去木质之后,其坚固的本身将保持不受水浸损害。第二位是昔兰尼人,几何学家,柏拉图曾受教于他。第三位是前文所述的哲学家。第四位有一部关于发声训练的著作,传诵极佳。

πέμπτος περὶ τῶν νομοποιῶν πεπραγματευμένος, ἀρξάμενος ἀπὸ Τερπάνδρου· ἕκτος στωικός· ἕβδομος τὰ περὶ Ῥωμαίων πεπραγματευμένος· ὄγδοος Συρακόσιος, περὶ τακτικῶν γεγραφώς· ἔνατος Βυζάντιος, ἀπὸ λόγων πολιτικῶν· δέκατος ὁμοίως, οὗ Ἀριστοτέλης μνημονεύει διὰ τῆς ἐπιτομῆς τῶν ῥητόρων· ἑνδέκατος Θηβαῖος, ἀνδριαντοποιός· δωδέκατος ζωγράφος, οὗ μέμνηται Πολέμων· τρισκαιδέκατος ζωγράφος, Ἀθηναῖος, ὑπὲρ οὗ γράφει Μηνόδοτος· τεσσαρεσκαιδέκατος Ἐφέσιος, ζωγράφος, οὗ μέμνηται Θεοφάνης ἐν τῷ περὶ γραφικῆς· πεντεκαιδέκατος ποιητὴς ἐπιγραμμάτων· ἑκκαιδέκατος γεγραφὼς περὶ ποιητῶν· ἑπτακαιδέκατος ἰατρός, Ἀθηναίου μαθητής· ὀκτωκαιδέκατος Χῖος, φιλόσοφος στωικός· ἐννεακαιδέκατος Μιλήσιος, καὶ αὐτὸς στωικὸς φιλόσοφος· εἰκοστὸς ποιητὴς τραγῳδίας.

第五位撰写了关于立法者的研究,从泰尔潘德罗讲起。第六位是斯多亚派。第七位撰写了关于罗马人事务的著作。第八位是叙拉古人,撰写过战术学。第九位是拜占庭人,以政治演说闻名。第十位亦是如此,亚里士多德在演说家提要中提到过他。第十一位是忒拜人,雕塑家。第十二位是画家,波勒蒙提到过他。第十三位是画家,雅典人,迈诺多托斯曾记录过他。第十四位是以弗所人,画家,塞奥法内斯在《论绘画》中提到过他。第十五位是题铭诗人。第十六位曾撰写关于诗人的著作。第十七位是医生,雅典奥斯的弟子。第十八位是希俄斯人,斯多亚派哲学家。第十九位是米利都人,亦是斯多亚派哲学家。第二十位是悲剧诗人。

语法注3 条
  1. 2.8.100ὃ φῂς εἶναι, τοῦτο καὶ εἶ;

    关系代名词 ὃ 在从属从句 φῂς εἶναι 中作不定词的宾格表语,先行词 τοῦτο 是主句的主格表语,意为“你说你是什么,你也就是什么吗”,构成了斯提尔蓬诡辩的大前提。

  2. 2.8.102οὐκ ἄν, ἔφη, ἂν μὴ Πτολεμαῖος ἀποστείλῃ.

    在 οὐκ ἄν 之后省略了与上文 παρέσῃ 对应的祈愿式动词(如 παρείην)。前一个 ἄν 属于条件句结论部分的潜在表达,后一个 ἄν 则是引导虚拟式条件从句的 ἐάν,全句意为“除非托勒密派我来,否则我绝不会[来]”。

  3. 2.8.103τοὺς ἄνθρακας ἔφη τὸ ξυλῶδες ἀποβαλόντας αὐτὸ τὸ στερεὸν ἀπαθὲς ἕξειν ὕδατι.

    依赖于 ἔφη 的宾格加不定词结构。主语宾格为 τοὺς ἄνθρακας,由修饰它的分词 ἀποβαλόντας(表示时间或条件)修饰。不定词 ἕξειν 的直接宾语为 αὐτὸ τὸ στερεόν,ἀπαθές 作宾语补足语(表状态),ὕδατι 为表示关联的与格,意为“木炭褪去木质后,将保持其坚固本体不受水的侵害”。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:2.8.100-2.8.104