- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:2.8.89-2.8.94
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-23
本节详述了居勒尼学派关于快乐与痛苦的学说(否定静态快乐、确立肉体快乐的优越性、论智德与情念、对自然学与逻辑学的态度以及正义的约定论),随后概述了主张幸福不可得、视生死与贫富门第为无差别的赫格西亚斯派教义。
ἡ δὲ τοῦ ἀλγοῦντος ὑπεξαίρεσις, ὡς εἴρηται παρʼ Ἐπικούρῳ, δοκεῖ αὐτοῖς μὴ εἶναι ἡδονή· οὐδὲ ἡ ἀηδονία ἀλγηδών. ἐν κινήσει γὰρ εἶναι ἀμφότερα, μὴ οὔσης τῆς ἀπονίας ἢ τῆς ἀηδονίας κινήσεως1, ἐπεὶ ἡ ἀπονία οἱονεὶ καθεύδοντός ἐστι κατάστασις. δύνασθαι δέ φασι καὶ τὴν ἡδονήν τινας μὴ αἱρεῖσθαι κατὰ διαστροφήν· οὐ πάσας μέντοι τὰς ψυχικὰς ἡδονὰς καὶ ἀλγηδόνας ἐπὶ σωματικαῖς ἡδοναῖς καὶ ἀλγηδόσι γίνεσθαι. καὶ γὰρ ἐπὶ ψιλῇ τῇ τῆς πατρίδος εὐημερίᾳ ὥσπερ τῇ ἰδίᾳ χαρὰν ἐγγίνεσθαι. ἀλλὰ μὴν οὐδὲ κατὰ μνήμην τῶν ἀγαθῶν ἢ προσδοκίαν ἡδονήν φασιν ἀποτελεῖσθαι· ὅπερ ἤρεσκεν Ἐπικούρῳ.
然而,正如伊壁鸠鲁所说的痛苦之免除,在他们看来并不是快乐,缺乏快乐也不是痛苦。因为两者都存在于运动之中,而无痛苦和无快乐都不是运动,因为无痛苦就如同睡眠者的状态。他们还说,有些人会由于反常而不去选择快乐;然而,并非所有的心灵快乐和痛苦都是基于肉体快乐和痛苦而产生的。因为事实上,仅仅对于祖国的兴盛,也会产生如同对自己繁荣一般的喜悦。此外,他们说快乐绝不是由对善事的回忆或期望产生的——而这曾是伊壁鸠鲁所赞同的。
ἐκλύεσθαι γὰρ τῷ χρόνῳ τὸ τῆς ψυχῆς κίνημα. λέγουσι δὲ μηδὲ κατὰ ψιλὴν τὴν ὅρασιν ἢ τὴν ἀκοὴν γίνεσθαι ἡδονάς. τῶν γοῦν μιμουμένων θρήνους ἡδέως ἀκούομεν, τῶν δὲ κατʼ ἀλήθειαν ἀηδῶς2. μέσας τε καταστάσεις ὠνόμαζον ἀηδονίαν καὶ ἀπονίαν. πολὺ μέντοι τῶν ψυχικῶν τὰς σωματικὰς ἀμείνους εἶναι, καὶ τὰς ὀχλήσεις χείρους τὰς σωματικάς. ὅθεν καὶ ταύταις κολάζεσθαι μᾶλλον τοὺς ἁμαρτάνοντας. χαλεπώτερον γὰρ τὸ πονεῖν, οἰκειότερον δὲ τὸ ἥδεσθαι ὑπελάμβανον. ὅθεν καὶ πλείονα οἰκονομίαν περὶ θάτερον ἐποιοῦντο. διὸ καὶ καθʼ αὑτὴν αἱρετῆς οὔσης τῆς ἡδονῆς τὰ ποιητικὰ ἐνίων ἡδονῶν ὀχληρὰ πολλάκις ἐναντιοῦσθαι· ὡς δυσκολώτατον αὐτοῖς φαίνεσθαι τὸν ἀθροισμὸν τῶν ἡδονῶν εὐδαιμονίαν ποιούντων3.
因为心灵的运动会随时间而消解。他们还说,快乐并不单纯由视听产生。无论如何,我们愉快地聆听那些模仿哀歌的人,却不快地聆听那些真正哀泣的人。他们把无快乐和无痛苦称为中间状态。然而,肉体的快乐远远优于心灵的快乐,肉体的烦扰也比心灵的更甚;因此,犯罪者往往更多地受到肉体惩罚。因为他们认为,遭受痛苦更加难以忍受,而享受快乐则更顺应本性。因此,他们对后者付出了更多的经营关注。从而,即便快乐因其自身值得选择,但产生某些快乐的事物却是烦人的,且常常带来阻碍,以致于在他们看来,汇聚构成幸福的那些快乐是极其困难的。
Ἀρέσκει δʼ αὐτοῖς μήτε τὸν σοφὸν πάντα ἡδέως ζῆν, μήτε πάντα φαῦλον ἐπιπόνως, ἀλλὰ κατὰ τὸ πλεῖστον. ἀρκεῖ δὲ κἂν κατὰ μίαν τις προσπίπτουσαν ἡδέως ἐπανάγῃ. τὴν φρόνησιν ἀγαθὸν μὲν εἶναι λέγουσιν, οὐ διʼ ἑαυτὴν δὲ αἱρετήν, ἀλλὰ διὰ τὰ ἐξ αὐτῆς περιγινόμενα· τὸν φίλον τῆς χρείας ἕνεκα· καὶ γὰρ μέρος σώματος, μέχρις ἂν παρῇ, ἀσπάζεσθαι. τῶν ἀρετῶν ἐνίας καὶ περὶ τοὺς ἄφρονας συνίστασθαι. τὴν σωματικὴν ἄσκησιν συμβάλλεσθαι πρὸς ἀρετῆς ἀνάληψιν. τὸν σοφὸν μήτε φθονήσειν μήτε ἐρασθήσεσθαι ἢ δεισιδαιμονήσειν· γίνεσθαι γὰρ ταῦτα παρὰ κενὴν δόξαν. λυπήσεσθαι μέντοι καὶ φοβήσεσθαι· φυσικῶς γὰρ γίνεσθαι.
他们还主张,既非智者事事都过得快乐,也非卑劣者事事都过得劳苦,而大体上如此。只要有人能够顺应偶然降临的一桩快乐而愉快地过活,就足够了。他们说,明智固然是一种善,但并不是因其自身值得选择,而是为了由它而来的利益;朋友是为了实用的缘故,正如身体的一部分只要存在一天,我们就珍惜一天。某些美德在无知者身上也能确立。身体的锻炼有助于美德的获得。智者既不会嫉妒,也不会坠入情网,更不会迷信;因为这些都是由虚妄的成见引起的。然而他会悲伤,也会害怕;因为这些是自然而然产生的。
καὶ τὸν πλοῦτον δὲ ποιητικὸν ἡδονῆς εἶναι, οὐ διʼ αὑτὸν αἱρετὸν ὄντα. Τά τε πάθη καταληπτά. ἔλεγον οὖν αὐτά, οὐκ ἀφʼ ὧν γίνεται4. ἀφίσταντο δὲ καὶ τῶν φυσικῶν διὰ τὴν ἐμφαινομένην ἀκαταληψίαν· τῶν δὲ λογικῶν διὰ τὴν εὐχρηστίαν ἥπτοντο. Μελέαγρος δʼ ἐν τῷ δευτέρῳ Περὶ δοξῶν καὶ Κλειτόμαχος ἐν τῷ πρώτῳ Περὶ αἱρέσεων φασὶν αὐτοὺς ἄχρηστα ἡγεῖσθαι τό τε φυσικὸν μέρος καὶ τὸ διαλεκτικόν. δύνασθαι γὰρ καὶ εὖ λέγειν καὶ δεισιδαιμονίας ἐκτὸς εἶναι καὶ τὸν περὶ θανάτου φόβον ἐκφεύγειν τὸν 〈τὸν〉 περὶ ἀγαθῶν καὶ κακῶν λόγον ἐκμεμαθηκότα.
财富也是能产生快乐的,虽然它并非因其自身值得选择。 感受是可把握的。因此他们说感受本身是可以把握的,但产生感受的客观事物却非如此。他们还因自然哲学显而易见的不可把握性而避开它,却因逻辑学的实用性而加以涉足。但墨勒阿革洛斯在《论学说》第二卷中,克勒伊托马科斯在《论派别》第一卷中说,他们认为自然哲学部分和辩证法部分都是无用的;因为一个彻底通晓善恶之说的人,既能善于辞令,又能摆脱迷信,还能逃避对死亡的恐惧。
μηδέν τε εἶναι φύσει δίκαιον ἢ καλὸν ἢ αἰσχρόν, ἀλλὰ νόμῳ καὶ ἔθει. ὁ μέντοι σπουδαῖος οὐδὲν ἄτοπον πράξει διὰ τὰς ἐπικειμένας ζημίας καὶ δόξας· εἶναι δὲ τὸν σοφόν5. προκοπήν τε ἀπολείπουσι καὶ ἐν φιλοσοφίᾳ καὶ ἐν τοῖς ἄλλοις. φασὶ δὲ καὶ λυπεῖσθαι ἄλλον ἄλλου μᾶλλον, καὶ τὰς αἰσθήσεις μὴ πάντοτε ἀληθεύειν. Οἱ δὲ Ἡγησιακοὶ λεγόμενοι σκοποὺς μὲν εἶχον τοὺς αὐτούς, ἡδονὴν καὶ πόνον. μήτε δὲ χάριν τι εἶναι μήτε φιλίαν μήτε εὐεργεσίαν, διὰ τὸ μὴ διʼ αὐτὰ ταῦτα αἱρεῖσθαι ἡμᾶς αὐτά, ἀλλὰ διὰ τὰς χρείας αὐτάς, ὧν ἀπόντων μηδʼ ἐκεῖνα ὑπάρχειν.
没有任何事物按本性是正义的、美好的或可耻的,而全凭法律和习俗。然而,贤良的人由于随之而来的刑罚和世评,绝不会做任何出格的事;他们还说,智者是确实存在的。他们在哲学和其他技艺中都承认有进步的余地。他们还说,一人比另一人悲伤更甚,并且感觉并非总是真实的。 所谓的赫格西亚斯派持有相同的终极目标,即快乐与痛苦。但他们认为感恩、友谊和善举全不存在,因为我们并不是因这些事物本身而选择它们,而是为了实用本身的缘故;一旦缺乏实用,那些事物也就不复存在了。
τὴν εὐδαιμονίαν ὅλως ἀδύνατον εἶναι· τὸ μὲν γὰρ σῶμα πολλῶν ἀναπεπλῆσθαι παθημάτων, τὴν δὲ ψυχὴν συμπαθεῖν τῷ σώματι καὶ ταράττεσθαι, τὴν δὲ τύχην πολλὰ τῶν κατʼ ἐλπίδα κωλύειν, ὥστε διὰ ταῦτα ἀνύπαρκτον τὴν εὐδαιμονίαν εἶναι. τήν τε ζωὴν καὶ τὸν θάνατον αἱρετόν6. φύσει τʼ οὐδὲν ἡδὺ ἢ ἀηδὲς ὑπελάμβανον· διὰ δὲ σπάνιν ἢ ξενισμὸν ἢ κόρον τοὺς μὲν ἥδεσθαι, τοὺς δʼ ἀηδῶς ἔχειν. πενίαν καὶ πλοῦτον πρὸς ἡδονῆς λόγον εἶναι οὐδέν· μὴ γὰρ διαφερόντως ἥδεσθαι τοὺς πλουσίους ἢ τοὺς πένητας. δουλείαν ἐπίσης ἐλευθερίᾳ ἀδιάφορον πρὸς ἡδονῆς μέτρον, καὶ εὐγένειαν δυσγενείᾳ, καὶ δόξαν ἀδοξίᾳ.
幸福是完全不可能的。因为身体充满了诸多受难,心灵与身体共受折磨且受扰乱,而命运阻碍了许多合乎期待的事,所以由于这些缘故,幸福是不存在的。生与死皆可选择。他们认为按本性没有任何东西是愉快的或不快的;但由于匮乏、新奇或餍足,有人感到快乐,有人感到不快。贫穷与财富就快乐的标准而言毫无差别;因为富人并不比穷人享受得有何不同。奴役对于自由而言,在快乐的衡量上同样是无差别的,高贵之于出身低贱、荣耀之于无名亦然。
- 2.8.89ἐν κινήσει γὰρ εἶναι ἀμφότερα, μὴ οὔσης τῆς ἀπονίας ἢ τῆς ἀηδονίας κινήσεως
短语 μὴ οὔσης... κινήσεως 是表示原因的属格绝对结构。τῆς ἀπονίας ἢ τῆς ἀηδονίας 为逻辑主语,κινήσεως 为表语名词。其逻辑在于:既然痛苦和快乐都存在于运动之中,而无痛苦与无快乐并非运动,因而二者不能算作快乐或痛苦。
- 2.8.90τῶν γοῦν μιμουμένων θρήνους ἡδέως ἀκούομεν, τῶν δὲ κατʼ ἀλήθειαν ἀηδῶς
紧随 ἀκούομεν 的两个属格分词 τῶν μιμουμένων 和 τῶν κατʼ ἀλήθειαν,受动词 ἀκούω 支配,表示所聆听的人的声音。后半句省略了 ἀκούομεν,意为“而不快地聆听那些真正哀泣的人[的声音]”。
- 2.8.90ὡς δυσκολώτατον αὐτοῖς φαίνεσθαι τὸν ἀθροισμὸν τῶν ἡδονῶν εὐδαιμονίαν ποιούντων
连词 ὡς 在此与 ὥστε 相同引出结果从句,搭配不定式 φαίνεσθαι。属格复数现在分词 ποιούντων 修饰 τῶν ἡδονῶν(“制造幸福的诸快乐”),宾格短语 τὸν ἀθροισμὸν τῶν ἡδονῶν 作为主语从属于不定式 φαίνεσθαι。
- 2.8.92ἔλεγον οὖν αὐτά, οὐκ ἀφʼ ὧν γίνεται
接续前一句 Τά τε πάθη καταληπτά,ἔλεγον 支配宾语 αὐτά(即 τὰ πάθη),并与 οὐκ ἀφʼ ὧν γίνεται(即 οὐκ ἐκεῖνα ἀφʼ ὧν γίνεται)相对比。上下文承前省略了表语 καταληπτά,意指他们主张感受本身是可把握的,但产生感受的外部原因(事物)却不可把握。
- 2.8.93εἶναι δὲ τὸν σοφόν
间接引语中的宾格加不定式结构。τὸν σοφόν 为逻辑主语,εἶναι 表示存在(“存在”或“有可能存在”),明确表达了居勒尼学派肯定智者确实存在(而非不可企及的乌托邦式理想)的观点。
- 2.8.94τήν τε ζωὴν καὶ τὸν θάνατον αἱρετόν
间接引语结构,省略了系词不定式(如 εἶναι)。虽然连接了一阴一阳两个名词(τήν τε ζωὴν καὶ τὸν θάνατον),但表语形容词 αἱρετόν 采用了中性单数形式,将生与死统括视为一种抽象的“可供选择的对象”(中性表语用法)。
