第欧根尼·拉尔修

哲人言行录

§2.8.83-2.8.88

著作篇目与居勒尼学派的传承及快乐论

在记述阿里斯提卜与埃斯基涅斯和解的轶事、厘清四位同名人物并列出其著作篇目之后,文本梳理了居勒尼学派的师承谱系,阐明了该派将肉体的平缓运动定义为快乐并视之为终极目的的基本教义。

← 上一节下一节 →

μνημόνευε τοίνυν, εἶπεν Ἀρίστιππος, ὅτι σοι πρότερος πρεσβύτερος ὢν προσῆλθον. καὶ Αἰσχίνης, εὖγε, νὴ τὴν Ἥραν, εὐλόγως εἶπας, ἐπεὶ πολλῷ μου βελτίων ὑπάρχεις· ἐγὼ μὲν γὰρ ἔχθρας, σὺ δὲ φιλίας ἄρχεις1. καὶ ταῦτα μὲν εἰς αὐτὸν ἀναφέρεται. Γεγόνασι δʼ Ἀρίστιπποι τέσσαρες· περὶ οὗ τε λόγος καὶ δεύτερος τὰ περὶ Ἀρκαδίας γεγραφώς· τρίτος μητροδίδακτος, θυγατριδοῦς τοῦ πρώτου· τέταρτος ἐκ τῆς νεωτέρας Ἀκαδημείας. Τοῦ δὲ Κυρηναϊκοῦ φιλοσόφου φέρεται βιβλία τρία μὲν ἱστορίας τῶν κατὰ Λιβύην, ἀπεσταλμένα Διονυσίῳ· ἓν δὲ ἐν διάλογοι πέντε καὶ εἴκοσιν, οἱ μὲν Ἀτθίδι, οἱ δὲ Δωρίδι διαλέκτῳ γεγραμμένοι οἵδε·

阿里斯提卜便说: “那么请记住,虽然我年长于你,却是我先向你走来的。” 埃斯基涅斯说: “凭赫拉起誓,说得好!你说得很有道理,因为你远比我高尚;因为是我挑起了敌意,而你却开创了友谊。” 关于他的传闻就是这些。 叫阿里斯提卜的共有四人:第一位正是我们所述的这位;第二位写过关于阿卡迪亚的历史;第三位被称为‘受母教者’,是第一位的女儿之子(外孙);第四位出自新学园派。 归于这位居勒尼派哲学家的著作,有送给狄奥尼修斯的三卷关于利比亚事件的历史;还有一卷包含二十五篇对话,分别用阿提卡方言和多利斯方言写成,篇目如下:

Ἀρτάβαζος. Πρὸς τοὺς ναυαγούς. Πρὸς τοὺς φυγάδας. Πρὸς πτωχόν. Πρὸς Λαΐδα. Πρὸς Πῶρον. Πρὸς Λαΐδα περὶ τοῦ κατόπτρου. Ἑρμείας. Ἐνύπνιον. Πρὸς τὸν ἐπὶ τῆς κύλικος. Φιλόμηλος. Πρὸς τοὺς οἰκείους. Πρὸς τοὺς ἐπιτιμῶντας ὅτι κέκτηται οἶνον παλαιὸν καὶ ἑταίρας. Πρὸς τοὺς ἐπιτιμῶντας ὅτι πολυτελῶς ὀψωνεῖ. Ἐπιστολὴ πρὸς Ἀρήτην τὴν θυγατέρα. Πρὸς τὸν εἰς Ὀλυμπίαν γυμνάζοντα ἑαυτόν. Ἐρώτησις. Ἄλλη Ἐρώτησις. Χρεία πρὸς Διονύσιον. Ἄλλη ἐπὶ τῆς εἰκόνος. Ἄλλη ἐπὶ τῆς Διονυσίου θυγατρός. Πρὸς τὸν οἰόμενον ἀτιμάζεσθαι. Πρὸς τὸν συμβουλεύειν ἐπιχειροῦντα. Ἔνιοι δὲ καὶ διατριβῶν αὐτόν φασιν ἓξ γεγραφέναι, οἱ δʼ οὐδʼ ὅλως γράψαι· ὧν ἐστι καὶ Σωσικράτης Ῥόδιος.

《阿尔塔巴佐斯》《致遇难船员》《致流亡者》《致乞丐》《致莱丝》《致波罗斯》《致莱丝:论镜子》《赫尔墨阿斯》《梦》《致司酒者》《菲洛梅洛斯》《致家人》《致斥责他蓄有陈酒与交际花者》《致斥责他挥霍采买者》《致女儿阿勒忒书》《致为奥林匹亚锻炼体魄者》《提问》《另一则提问》《关于狄奥尼修斯的机敏言行》《关于画像的另一则机敏言行》《关于狄奥尼修斯之女的另一则机敏言行》《致自以为受辱者》《致企图进谏者》有人说他也写过六卷《讲录》,而另一些人则说他根本什么也没写,罗得岛的索西克拉底也在持此论者之列。

Κατὰ δὲ Σωτίωνα ἐν δευτέρῳ καὶ Παναίτιον ἔστιν αὐτῷ συγγράμματα τάδε· Περὶ παιδείας. Περὶ ἀρετῆς. Προτρεπτικός. Ἀρτάβαζος. Ναυαγοί. Φυγάδες. Διατριβῶν ἕξ. Χρειῶν τρία. Πρὸς Λαΐδα. Πρὸς Πῶρον. Πρὸς Σωκράτην. Περὶ τύχης. Τέλος δʼ ἀπέφαινε τὴν λείαν κίνησιν εἰς αἴσθησιν ἀναδιδομένην2. Ἡμεῖς δʼ ἐπειδὴ τὸν βίον ἀνεγράψαμεν αὐτοῦ, φέρε νῦν διέλθωμεν τοὺς ἀπʼ αὐτοῦ Κυρηναϊκούς, οἵ τινες ἑαυτοὺς οἱ μὲν Ἡγησιακούς, οἱ δὲ Ἀννικερείους, οἱ δὲ Θεοδωρείους προσωνόμαζον. οὐ μὴν ἀλλὰ καὶ τοὺς ἀπὸ Φαίδωνος, ὧν τοὺς κορυφαιοτάτους Ἐρετρικούς.

但根据索提翁在第二卷中的记载以及帕奈提乌斯的说法,他有以下著作: 《论教育》《论美德》《劝勉篇》《阿尔塔巴佐斯》《遇难船员》《流亡者》六卷《讲录》三卷《机敏言行录》《致莱丝》《致波罗斯》《致苏格拉底》《论命运》他断言终极目的(特洛斯)是传递到感觉之中的平缓运动。 既然我们已经记述了他的生平,那么现在就让我们来历述出自他的居勒尼学派诸人吧;他们有的自称赫格西亚斯派,有的自称安尼克里斯派,有的自称狄奥多罗斯派。不仅如此,我们还要历述出自斐多的学派,其中最卓越的是厄勒特里亚派。

ἔχει δὲ οὕτως· Ἀριστίππου διήκουσεν θυγάτηρ Ἀρήτη καὶ Αἰθίοψ Πτολεμαεὺς καὶ Ἀντίπατρος Κυρηναῖος· Ἀρήτης δὲ Ἀρίστιππος μητροδίδακτος ἐπικληθείς, οὗ Θεόδωρος ἄθεος, εἶτα θεός· Ἀντιπάτρου δʼ Ἐπιτιμίδης Κυρηναῖος, οὗ Παραιβάτης, οὗ Ἡγησίας πεισιθάνατος καὶ Ἀννίκερις [ Πλάτωνα λυτρωσάμενος]. Οἱ μὲν οὖν ἐπὶ τῆς ἀγωγῆς τῆς Ἀριστίππου μείναντες καὶ Κυρηναϊκοὶ προσαγορευθέντες δόξαις ἐχρῶντο τοιαύταις· δύο πάθη ὑφίσταντο, πόνον καὶ ἡδονήν, τὴν μὲν λείαν κίνησιν, τὴν ἡδονήν, τὸν δὲ πόνον τραχεῖαν κίνησιν.

师承谱系如下:听过阿里斯提卜讲学的是他的女儿阿勒忒、埃塞俄比亚人托勒密,以及居勒尼的安提帕特;阿勒忒门下有被称为‘受母教者’的阿里斯提卜,他的门人是无神论者狄奥多罗斯,后来被称为‘神’;安提帕特门下有居勒尼的埃庇提米得斯,其门人是帕赖巴特斯,帕赖巴特斯的门人则是‘劝死者’赫格西亚斯和安尼克里斯[即赎回柏拉图者]。 那些坚守阿里斯提卜学风并被称为居勒尼派的人,持有如下观点:他们设定了两种受动感受(情念),即痛苦与快乐;平缓的运动是快乐,粗暴的运动是痛苦。

μὴ διαφέρειν τε ἡδονὴν ἡδονῆς, μηδὲ ἥδιόν τι εἶναι· καὶ τὴν μὲν εὐδοκητὴν πᾶσι ζῴοις, τὸν δʼ ἀποκρουστικόν. ἡδονὴν μέντοι τὴν τοῦ σώματος, ἣν καὶ τέλος εἶναι, καθά φησι καὶ Παναίτιος ἐν τῷ Περὶ τῶν αἱρέσεων, οὐ τὴν καταστηματικὴν ἡδονὴν τὴν ἐπʼ ἀναιρέσει ἀλγηδόνων3 καὶ οἷον ἀνοχλησίαν, ἣν Ἐπίκουρος ἀποδέχεται καὶ τέλος εἶναί φησι. δοκεῖ δʼ αὐτοῖς καὶ τέλος εὐδαιμονίας διαφέρειν. τέλος μὲν γὰρ εἶναι τὴν κατὰ μέρος ἡδονήν, εὐδαιμονίαν δὲ τὸ ἐκ τῶν μερικῶν ἡδονῶν σύστημα, αἷς συναριθμοῦνται καὶ αἱ παρῳχηκυῖαι καὶ αἱ μέλλουσαι.

他们认为一种快乐与另一种快乐没有区别,也没有什么比别的更快乐;快乐为一切动物所悦纳,痛苦则为一切动物所抗拒。然而快乐是指肉体的快乐,这也就是终极目的,正如帕奈提乌斯在《论派别》中所说,而不是指消除痛苦所带来的静态快乐以及所谓免于扰乱的状态——后者为伊壁鸠鲁所赞同并称之为终极目的。他们还认为终极目的与幸福不同;因为终极目的是个别的快乐,而幸福则是由各个个别快乐构成的总和系统,过去的和未来的快乐也被一并算入其中。

Εἶναί τε τὴν μερικὴν ἡδονὴν διʼ αὑτὴν αἱρετήν· τὴν δʼ εὐδαιμονίαν οὐ διʼ αὑτήν, ἀλλὰ διὰ τὰς κατὰ μέρος ἡδονάς. πίστιν δʼ εἶναι τοῦ τέλος εἶναι τὴν ἡδονὴν τὸ ἀπροαιρέτως ἡμᾶς ἐκ παίδων ᾠκειῶσθαι πρὸς αὐτήν4, καὶ τυχόντας αὐτῆς μηθὲν ἐπιζητεῖν μηθέν τε οὕτω φεύγειν ὡς τὴν ἐναντίαν αὐτῇ ἀλγηδόνα. εἶναι δὲ τὴν ἡδονὴν ἀγαθὸν κἂν ἀπὸ τῶν ἀσχημοτάτων γένηται, καθά φησιν Ἱππόβοτος ἐν τῷ Περὶ αἱρέσεων. εἰ γὰρ καὶ πρᾶξις ἄτοπος εἴη, ἀλλʼ οὖν ἡδονὴ διʼ αὑτὴν αἱρετὴ καὶ ἀγαθόν.

个别的快乐是因其自身而被选择的;而幸福不是因其自身,而是为了那些个别的快乐而被选择。快乐是终极目的的明证在于:我们从孩提时代起便无需权衡抉择而本能地与快乐相亲和,一旦获得了它便不再寻求他物,也没有什么会像抗拒与快乐相反的痛苦那样被我们避之唯恐不及。快乐即便产生于最不体面的事情,也是一种善,正如希波博托斯在《论派别》中所说;因为纵使行为是不合情理的,快乐本身依然因其自身值得被选择,且是一种善。

语法注4 条
  1. 2.8.83ἐγὼ μὲν γὰρ ἔχθρας, σὺ δὲ φιλίας ἄρχεις

    动词 ἄρχω 支配属格补足语(ἔχθρας, φιλίας),意为“开始、开启”。此处的属格用法源于表示动作起点的离格性属格。

  2. 2.8.85εἰς αἴσθησιν ἀναδιδομένην

    现在分词 ἀναδιδομένην 作定语修饰 τὴν λείαν κίνησιν,意为“传导至感觉的”。介词短语 εἰς αἴσθησιν 表明运动传递的目标或到达点。

  3. 2.8.87οὐ τὴν καταστηματικὴν ἡδονὴν τὴν ἐπʼ ἀναιρέσει ἀλγηδόνων

    带有否定词 οὐ 的宾格短语与前文提及的快乐(ἣν καὶ τέλος εἶναι)形成同格或进一步限定。定冠词的重复(τὴν... τὴν...)限定了该“静态快乐”是建立在“消除(ἀναίρεσις)痛苦之上”的。介词 ἐπί 接与格表示依据或条件。

  4. 2.8.88πίστιν δʼ εἶναι τοῦ τέλος εἶναι τὴν ἡδονὴν τὸ ἀπροαιρέτως ἡμᾶς ἐκ παίδων ᾠκειῶσθαι πρὸς αὐτήν

    间接引语中的带不定式连用构句。该小句的主语是带有中性单数定冠词的不定式短语 τὸ ... ᾠκειῶσθαι,πίστιν 作宾格表语。属格定冠词不定式短语 τοῦ τέλος εἶναι τὴν ἡδονὴν 修饰 πίστιν(说明性/宾格性属格),意为“快乐是终极目的的明证”。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:2.8.83-2.8.88