- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:2.8.77-2.8.82
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-23
本段记述了阿里斯提卜机智诙谐的言行轶事,展现了他对待金钱与奢华的态度、通识教育与哲学的关系,以及他与僭主狄奥尼修斯、苏格拉底等人的言语交锋。
τοῦ δʼ ἐπινεύσαντος, τί οὖν, ἔφη, ἐμέμφου; ἔοικας γὰρ οὐ τὴν ὀψωνίαν ἀλλὰ τὸ ἀνάλωμα αἰτιᾶσθαι. τοῦ δὲ θεράποντος ἐν ὁδῷ βαστάζοντος ἀργύριον καὶ βαρυνομένου, ὥς φασιν οἱ περὶ τὸν Βίωνα ἐν ταῖς Διατριβαῖς, ἀπόχεε, ἔφη, τὸ πλέον καὶ ὅσον δύνασαι βάσταζε. πλέων ποτὲ ἐπεὶ τὸ σκάφος ἔγνω πειρατικόν, λαβὼν τὸ χρυσίον ἠρίθμει· ἔπειτα εἰς θάλατταν ὡς μὴ θέλων παρακατέβαλε καὶ δῆθεν ἀνῴμωξεν. οἱ δὲ καὶ ἐπειπεῖν φασιν αὐτὸν ὡς ἄμεινον ταῦτα διʼ Ἀρίστιππον ἢ διὰ ταῦτα Ἀρίστιππον ἀπολέσθαι. Διονυσίου ποτʼ ἐρομένου ἐπὶ τί ἥκοι, ἔφη ἐπὶ τῷ μεταδώσειν ὧν ἔχοι, καὶ μεταλήψεσθαι ὧν μὴ ἔχοι.
当那人点头同意时,他说: “那么你为何还要责怪呢?看来你指责的并不是采买珍馐,而是那笔花费本身罢了。” 当他的仆人在途中背负银钱因沉重而不堪重负时——正如比翁的门人在《讲录》中所述——他说: “把多余的倒掉,能背多少就背多少。” 有一次乘船航行,当他察觉所乘的船是海盗船时,便拿出金币开始计数;随后他假装失手将金币丢入海中,并故作悲痛地痛哭起来。还有人说他随之添了一句:“这些财物因阿里斯提卜而毁灭,总比阿里斯提卜因这些财物而丧命要好得多。”有一次狄奥尼修斯问他为何而来,他说来是为了分享自己所拥有的,并获取自己所没有的。
ἔνιοι δʼ οὕτως ἀποκρίνασθαι, ὁπότε μὲν σοφίας ἐδεόμην, ἧκον παρὰ τὸν Σωκράτην· νῦν δὲ χρημάτων δεόμενος παρὰ σὲ ἥκω. κατεγίνωσκε τῶν ἀνθρώπων ὡς τὰ σκεύη μὲν ἐν ταῖς ἀγορασίαις κομπούντων, τοὺς δὲ βίους εἰκῆ δοκιμαζόντων1· οἱ δὲ τοῦτο Διογένους φασί. καί ποτε παρὰ πότον κελεύσαντος Διονυσίου ἕκαστον ἐν πορφυρᾷ ἐσθῆτι ὀρχήσασθαι, τὸν μὲν Πλάτωνα μὴ προσέσθαι, εἰπόντα· "οὐκ ἂν δυναίμην θῆλυν ἐνδῦναι στολήν·" τὸν δʼ Ἀρίστιππον λαβόντα καὶ μέλλοντα ὀρχήσασθαι εὐστόχως εἰπεῖν· "καὶ γὰρ ἐν βακχεύμασιν οὖσʼ ἥ γε σώφρων οὐ διαφθαρήσεται."
另有一些人说他这样回答: “当我需要智慧时,我来到苏格拉底这里;如今我需要金钱,便来到你这里。” 他常常谴责世人:在市场上采购时要敲击陶器以辨好坏,而评判人生时却如此草率。不过也有人将此话归于第欧根尼。有一次在酒席上,狄奥尼修斯命令每个人都穿上紫袍跳舞,柏拉图拒绝了,并说: “我绝不能穿上女人的衣裳;”阿里斯提卜却接过来,正要起舞时机敏地说道: “即使身处酒神的狂宴之中, 贞洁的妇人也决不至沉沦败坏。”
Δεόμενός ποτε ὑπὲρ φίλου Διονυσίου καὶ μὴ ἐπιτυγχάνων εἰς τοὺς πόδας αὐτοῦ ἔπεσε· πρὸς οὖν τὸν ἐπισκώψαντα, οὐκ ἐγώ, φησίν, αἴτιος, ἀλλὰ Διονύσιος ὁ ἐν τοῖς ποσὶ τὰς ἀκοὰς ἔχων. διατρίβων ἐν Ἀσίᾳ καὶ ληφθεὶς ὑπὸ Ἀρταφέρνου τοῦ σατράπου πρὸς τὸν εἰπόντα, καὶ ὧδε θαρρεῖς, πότε γάρ, εἶπεν, ὦ μάταιε, θαρρήσαιμι ἀν μᾶλλον ἢ νῦν, ὅτε μέλλω Ἀρταφέρνῃ διαλέξεσθαι; τοὺς τῶν ἐγκυκλίων παιδευμάτων μετασχόντας, φιλοσοφίας δὲ ἀπολειφθέντας ὁμοίους ἔλεγεν εἶναι τοῖς τῆς Πηνελόπης μνηστῆρσι· καὶ γὰρ ἐκείνους Μελανθὼ μὲν καὶ Πολυδώραν καὶ τὰς ἄλλας θεραπαίνας ἔχειν, πάντα δὲ μᾶλλον ἢ αὐτὴν τὴν δέσποιναν δύνασθαι γῆμαι2.
有一次他为一位朋友向狄奥尼修斯求情而未得允许,便伏倒在狄奥尼修斯脚下;面对那些嘲笑他的人,他说: “责任不在我,而在狄奥尼修斯,因为他的耳朵长在脚上。” 他在小亚细亚逗留并被总督阿尔塔费涅斯扣留时,有人问:“你在这种境况下还毫无畏惧吗?” 他说: “蠢人,除了现在正要与阿尔塔费涅斯对话之时,我还能在什么时候更有勇气呢?” 他常常说,那些接受了普通学科通识教育却与哲学绝缘的人,就像佩涅罗佩的求婚者们;因为他们固然能占有梅兰托、波吕多拉以及其他女仆,却唯独绝无可能娶得女主人本人为妻。
τὸ δʼ ὅμοιον καὶ Ἀρίστων· τὸν γὰρ Ὀδυσσέα καταβάντα εἰς ᾅδου τοὺς μὲν νεκροὺς πάντας σχεδὸν ἑωρακέναι καὶ συντετυχηκέναι, τὴν δὲ βασίλισσαν αὐτὴν μὴ τεθεᾶσθαι. Ὁ δʼ οὖν Ἀρίστιππος ἐρωτηθεὶς τίνα ἐστὶν ἃ δεῖ τοὺς καλοὺς παῖδας μανθάνειν, ἔφη, οἷς ἄνδρες γενόμενοι χρήσονται. πρὸς τὸν εἰπόντα ἐν αἰτίᾳ ὡς ἀπὸ Σωκράτους πρὸς Διονύσιον ἔλθοι, ἀλλὰ πρὸς Σωκράτην μέν, εἶπεν, ἦλθον παιδείας ἕνεκεν, πρὸς δὲ Διονύσιον παιδιᾶς. ἐξ ὁμιλίας αὐτῷ χρηματισαμένῳ φησὶ Σωκράτης, πόθεν σοι τοσαῦτα; καὶ ὅς, ὅθεν σοι τὰ ὀλίγα.
阿里斯同也有类似的说法:奥德修斯下到冥府,几乎见到了所有的亡灵并与之相遇,却未能目睹女王本人的风采。 阿里斯提卜在被问及优秀的男童应该学习什么时,他说: “学习那些他们长大成人后会用到的东西。” 有人责难他从苏格拉底那里转投到狄奥尼修斯门下,他说: “我投奔苏格拉底是为了受教,而投奔狄奥尼修斯则是为了游乐消遣。” 当苏格拉底见他通过开馆授课赚了大钱便问他: “你从哪里得来这么多的钱财?” 他回答说: “正是从老师您得到微薄收入的同一个地方。”
Ἑταίρας εἰπούσης πρὸς αὐτόν, ἐκ σοῦ κυῶ, οὐ μᾶλλον, ἔφη, γινώσκεις ἢ εἰ διʼ ὁλοσχοίνων ἰοῦσα ἔφασκες ὑπὸ τοῦδε κεκεντῆσθαι3. ᾐτιάσατό τις αὐτὸν τὸν υἱὸν ἀπορριπτοῦντα ὥσπερ οὐκ ἐξ ἑαυτοῦ γεγονότα· καὶ ὅς, καὶ τὸ φλέγμα, φησί, καὶ τοὺς φθεῖρας ἐξ ἡμῶν ἴσμεν γεννωμένους, ἀλλʼ ἀχρεῖα ὄντα ὡς πορρωτάτω ῥιπτοῦμεν. ἐκδεξάμενος τὸ ἀργύριον παρὰ Διονυσίου, Πλάτωνος ἄραντος βιβλίον, πρὸς τὸν αἰτιασάμενον, ἐγω μὲν γάρ, εἶπεν, ἀργυρίων, Πλάτων δὲ βιβλίων ἐστὶν ἐνδεής. πρὸς τὸν εἰπόντα τίνος ἕνεκα ἐλέγχεται παρὰ Διονυσίου, οὗ ἕνεκα, φησίν, οἱ ἄλλοι ἐλέγχουσιν.
一个交际花对他说: “我怀了你的孩子。” 他说: “你对这事的确知,绝不会多于你穿过一片芦苇地后指着一根芦苇说‘正是这一根扎了我’。” 有人指责他遗弃儿子,就好像儿子不是他亲生的一样;他说: “我们明知痰液和虱子也是从我们身上生出来的,但因为它们毫无用处,我们便把它们扔得越远越好。” 当他从狄奥尼修斯那里接受了金钱,而柏拉图拿走了一本书时,面对指责者,他说: “因为我缺少的是金钱,而柏拉图缺少的是书本。” 有人问他为何受到狄奥尼修斯的责难,他说: “就出于其他人责难的同一个缘故。”
Ἤιτει Διονύσιον ἀργύριον, καὶ ὅς, ἀλλὰ μὴν ἔφης οὐκ ἀπορήσειν τὸν σοφόν· ὁ δʼ ὑπολαβών, δός, εἶπε, καὶ περὶ τούτου ζητῶμεν. δόντος δέ, ὁρᾷς, ἔφη, ὅτι οὐκ ἠπόρηκα; εἰπόντος πρὸς αὐτὸν Διονυσίου· "ὅστις γὰρ ὡς τύραννον ἐμπορεύεται, κείνου 'στὶ δοῦλος, κἂν ἐλεύθερος μόλῃ·" ὑπολαβών, "οὐκ ἔστι δοῦλος, ἂν ἐλεύθερος μόλῃ." τοῦτο Διοκλῆς φησιν ἐν τῷ Περὶ βίων φιλοσόφων· ἄλλοι γὰρ εἰς Πλάτωνα ἀναφέρουσιν. ὀργισθεὶς πρὸς Αἰσχίνην μετʼ οὐ πολύ, οὐ διαλλαχθησόμεθα, οὐ παυσόμεθα, εἶπε, ληροῦντες, ἀλλʼ ἀναμενεῖς ἕως ἂν ἐπὶ τῆς κύλικος ἡμᾶς διαλλάξῃ τις; καὶ ὅς, ἄσμενος, ἔφη·
他向狄奥尼修斯索要金钱,狄奥尼修斯说: “可你明明说过智者是不会匮乏窘迫的;”他接过话头说: “先给我钱,然后我们再来探讨这个问题。” 狄奥尼修斯给了钱之后,他说: “你看,我不是没有匮乏窘迫吗?” 当狄奥尼修斯对他说: “凡是踏入僭主之门的人, 哪怕是以自由人之身而来,也是僭主的奴隶;”阿里斯提卜接口道: “若是带着自由的心志而来,就决不是奴隶。” 狄奥克勒斯在《哲学家列传》中记载了此事;因为其他人将此言归于柏拉图。不久之后他对埃斯基涅斯发怒,说道: “我们难道不和解、不停止胡闹吗?难道你一定要等到有人在酒杯前替我们调解吗?” 埃斯基涅斯说: “我乐意和解。”
- 2.8.78κατεγίνωσκε τῶν ἀνθρώπων ὡς τὰ σκεύη μὲν ἐν ταῖς ἀγορασίαις κομπούντων, τοὺς δὲ βίους εἰκῆ δοκιμαζόντων
动词 κατεγίνωσκε(指责、谴责)支配属格宾语 τῶν ἀνθρώπων,其后由连词 ὡς 引导属格分词结构(κομπούντων... δοκιμαζόντων),用以说明指责的事由与主观理由。此结构并非一般的属格绝对独立结构,而是直接承接动词表谴责的内容。
- 2.8.79πάντα δὲ μᾶλλον ἢ αὐτὴν τὴν δέσποιναν δύνασθαι γῆμαι
惯用表达 πάντα μᾶλλον ἤ(“宁可做任何事也不愿/比任何事都更不……”)用于表示极强的否定排斥,意为“唯独绝不可能/最不能”。此处强调求婚者虽然能够占有普通侍女,但娶得女主人本人为妻却是根本无法做到的。
- 2.8.81οὐ μᾶλλον... ἢ εἰ διʼ ὁλοσχοίνων ἰοῦσα ἔφασκες ὑπὸ τοῦδε κεκεντῆσθαι
词组 οὐ μᾶλλον... ἢ εἰ(“并不比……更能……”)构成带有假定条件的比较否定句。指示代词 τοῦδε 具直指性(deictic),意指“这一根特定的芦苇”,极为生动地讽刺了在众所交游之中指认某一个特定之人为生父的荒谬与不可能。
