第欧根尼·拉尔修

哲人言行录

§2.8.71-2.8.76

阿里斯提卜论教育与对欲望快乐的掌控

本段继续记述阿里斯提卜机智诙谐的言行,展现了他对奢华与快乐的独特节制观、对教育的看法,以及在与狄奥尼修斯和交际花拉伊斯交往中掌握主动的态度。

← 上一节下一节 →

Εἰς Κόρινθον αὐτῷ πλέοντί ποτε καὶ χειμαζομένῳ συνέβη ταραχθῆναι. πρὸς οὖν τὸν εἰπόντα, ἡμεῖς μὲν οἱ ἰδιῶται οὐ δεδοίκαμεν, ὑμεῖς δʼ οἱ φιλόσοφοι δειλιᾶτε, οὐ γὰρ περὶ ὁμοίας, ἔφη, ψυχῆς ἀγωνιῶμεν ἑκάτεροι. σεμνυνομένου τινὸς ἐπὶ πολυμαθείᾳ ἔφη, ὥσπερ οὐχ οἱ τὰ πλεῖστα ἐσθίοντες [καὶ γυμναζόμενοι] ὑγιαίνουσι μᾶλλον τῶν τὰ δέοντα προσφερομένων, οὕτως οὐδὲ οἱ πολλὰ ἀλλʼ οἱ χρήσιμα ἀναγινώσκοντές εἰσι σπουδαῖοι. πρὸς τὸν ὑπὲρ αὐτοῦ λογογράφον δίκην εἰπόντα καὶ νικήσαντα, ἔπειτα φάσκοντα πρὸς αὐτόν, τί σε ὤνησε Σωκράτης; ἔφη, τοῦτο, τοὺς λόγους, οὓς εἶπας ὑπὲρ ἐμοῦ, ἀληθεῖς εἶναι.

有一次他乘船前往科林斯,途中遭遇风暴,不免惊慌失措。于是有人对他说: “我们这些外行人都不害怕,你们哲学家倒胆怯起来了。” 他说: “因为我们双方所担忧的生命并不是同等分量的。” 有人自夸博学,他对那人说: “正如吃得最多的人并不比摄取必需食物的人更健康,同样,读很多书的人也算不得优秀,读有益之书的人才是优秀的。” 辩护人曾为他出庭辩护并打赢了官司,随后对他说: “苏格拉底对你有什么益处?” 他说: “益处就在于:你在法庭上为我所说的话都是真实的。

Τὰ ἄριστα ὑπετίθετο τῇ θυγατρὶ Ἀρήτῃ, συνασκῶν αὐτὴν ὑπεροπτικὴν τοῦ πλέονος εἶναι. ἐρωτηθεὶς ὑπό τινος τί αὐτοῦ υἱὸς ἀμείνων ἔσται παιδευθείς, καὶ εἰ μηδὲν ἄλλο, εἶπεν, ἐν γοῦν τῷ θεάτρῳ οὐ καθεδεῖται λίθος ἐπὶ λίθῳ1 συνιστάντος τινὸς αὐτῷ υἱὸν ᾔτησε πεντακοσίας δραχμάς· τοῦ δʼ εἰπόντος, τοσούτου δύναμαι ἀνδράποδον ὠνήσασθαι, πρίω, ἔφη, καὶ ἕξεις δύο. ἀργύριον εἶπε παρὰ τῶν γνωρίμων λαμβάνειν, οὐχ ἵνʼ αὐτὸς χρῷτο, ἀλλʼ ἵνʼ ἐκεῖνοι εἰδεῖεν εἰς τίνα δεῖ χρῆσθαι τοῖς ἀργυρίοις. ὀνειδιζόμενός ποτε ὅτι δίκην ἔχων ἐμισθώσατο ῥήτορα, καὶ γάρ, ἔφη, ὅταν δεῖπνον ἔχω, μάγειρον μισθοῦμαι.

他给予女儿阿瑞忒最好的教诲,一同训练她蔑视奢靡多余之物。有人问他,儿子受了教育会有什么长进,他说: “即使没有别的好处,至少在剧场里他不会像块石头坐在石头上。” 有人向他引荐自己的儿子,他索要五百德拉克马;那人说: “用这么多钱我可以买一个奴隶了。” 他说: “买吧,那样你就会得到两个奴隶。” 他说,自己从熟人那里收受金钱,并不是为了自己享用,而是为了让他们懂得应该把钱花在什么人身上。有一次他因打官司雇用了辩士而遭到指责,他说: “这很自然,正如我办宴席时,也要雇用厨师一样。

Ἀναγκαζόμενός ποτε ὑπὸ Διονυσίου εἰπεῖν τι τῶν ἐκ φιλοσοφίας, γελοῖον, ἔφη, εἰ τὸ λέγειν μὲν παρʼ ἐμοῦ μανθάνεις, τὸ δὲ πότε δεῖ λέγειν σύ με διδάσκεις. ἐπὶ τούτῳ δὴ ἀγανακτήσαντα τὸν Διονύσιον ἔσχατον αὐτὸν κατακλῖναι2· καὶ τόν, ἐνδοξότερον, φάναι, τὸν τόπον ἠθέλησας ποιῆσαι. αὐχοῦντός τινος ἐπὶ τῷ κολυμβᾶν, οὐκ αἰσχύνῃ, εἶπεν, ἐπὶ δελφῖνος ἔργοις ἀλαζονευόμενος; ἐρωτηθείς ποτε τίνι διαφέρει σοφὸς τοῦ μὴ σοφοῦ, ἔφη, εἰς ἀγνῶτας τοὺς δύο γυμνοὺς ἀπόστειλον, καὶ εἴσῃ. αὐχοῦντός τινος ἐπὶ τῷ πολλὰ πίνειν καὶ μὴ μεθύσκεσθαι, τοῦτο καὶ ἡμίονος, φησί.

有一次狄奥尼修斯强迫他讲一些哲学道理,他说: “如果你向我学习讲什么,却反过来教导我何时该讲,那就太可笑了。” 狄奥尼修斯为此十分恼怒,命他坐在最末的席位;他却说: “你这是想让这个席位变得更为显赫啊。” 有人自夸游泳本领高强,他说: “夸耀海豚的伎俩,难道你不感到羞耻吗?” 有人问智者与非智者有何区别,他说: “把他们两个脱光了送到陌生人那里,你就会明白了。” 有人自夸能喝许多酒而不醉,他说: “这事骡子也能做到。

Πρὸς τὸν αἰτιώμενον ὅτι ἑταίρᾳ συνοικεῖ, ἆρά γε, εἶπε, μή τι διενέγκαιἂνοἰκίαν λαβεῖν ἐν πολλοί ποτε ᾤκησαν μηδείς, εἰπόντος δὲ οὔ, τί δὲ πλεῦσαι ἐν νηῒ μυρίοι ποτὲ ἐνέπλευσαν μηδείς; οὐδαμῶς. οὐδʼ ἄρα γυναικί, ἔφη, συνεῖναι πολλοὶ κέχρηνται μηδείς. πρὸς τὸν αἰτιώμενον ὅτι Σωκράτους μαθητὴς ὢν ἀργύριον λαμβάνει, καὶ μάλα, εἶπε· καὶ γὰρ Σωκράτης, πεμπόντων αὐτῷ τινων καὶ σῖτον καὶ οἶνον, ὀλίγα λαμβάνων τὰ λοιπὰ ἀπέπεμπεν· εἶχε γὰρ ταμίας τοὺς πρώτους Ἀθηναίων, ἐγὼ δʼ Εὐτυχίδην ἀργυρώνητον. ἐχρῆτο καὶ Λαΐδι τῇ ἑταίρᾳ, καθά φησι Σωτίων ἐν τῷ δευτέρῳ τῶν Διαδοχῶν.

有人指责他与交际花同居,他说: “请问,入住一座曾有许多人住过的房子,与入住一座从未有人住过的房子,会有什么区别吗?” 那人回答说没有,他又问: “那么乘一艘曾有无数人坐过的船航行,与乘一艘从未有人坐过的船,又如何呢?” “毫无区别。” “既然如此,”他说,“和一个曾有许多男人亲近过的女人在一起,与和一个从未有人亲近过的女人在一起,也是毫无区别的。” 有人指责他身为苏格拉底的门徒却收取金钱,他说: “理当如此;因为当年有人给苏格拉底送来粮食和酒时,他只收下少许,其余全部退回;因为他有雅典首屈一指的显贵们充当管家,而我却只有一个花钱买来的欧堤基得斯。” 他也曾与交际花拉伊斯交往,正如索提翁在《学统继承录》第二卷中所述。

πρὸς οὖν τοὺς μεμφομένους αὐτῷ ἔφη, ἔχω [Λαΐδα], ἀλλʼ οὐκ ἔχομαι3· ἐπεὶ τὸ κρατεῖν καὶ μὴ ἡττᾶσθαι ἡδονῶν ἄριστον, οὐ τὸ μὴ χρῆσθαι. πρὸς τὸν ὀνειδίσαντα αὐτῷ πολυτελῆ ὀψωνίαν ἔφη, σὺ δʼ οὐκ ἂν τριωβόλου ταῦτʼ ἐπρίω; ὁμολογήσαντος δέ, οὐκέτι τοίνυν, ἔφη, φιλήδονος ἐγώ, ἀλλὰ σὺ φιλάργυρος. Σίμου ποτὲ τοῦ Διονυσίου ταμίου πολυτελεῖς οἴκους αὐτῷ καὶ λιθοστρώτους δεικνύντοσἦν δὲ Φρὺξ καὶ ὄλεθροσἀναχρεμψάμενος προσέπτυσε τῇ ὄψει· τοῦ δʼ ἀγανακτήσαντος, οὐκ εἶχον, εἶπε, τόπον ἐπιτηδειότερον.

因此对那些责难他的人,他说: “我拥有拉伊斯,但我并未被她所拥有;因为主宰快乐而不被快乐所征服才是最好的,而不是不去享用快乐。” 有人指责他采买珍馐过于奢侈,他说: “难道用三个奥波尔你就不买这些东西了吗?” 当那人承认会买时,他说: “那么,贪图享乐的不再是我,而是你贪爱金钱罢了。” 有一次狄奥尼修斯的财务官西姆斯(他是一个弗里吉亚人,而且是个讨厌鬼)领他参观奢华的石板铺地的大宅,阿里斯提卜咳出一口痰啐在他脸上;西姆斯大怒,他说: “我实在找不到更合适的地方了。

Πρὸς Χαρώνδαν εἰπόντα, οἱ δὲ πρὸς Φαίδωνα, τίς μεμυρισμένος; ἐγώ, φησίν, κακοδαίμων, κἀμοῦ κακοδαιμονέστερος Περσῶν βασιλεύς. ἀλλʼ ὅρα μὴ ὡς οὐδὲν τῶν ἄλλων ζῴων παρὰ τοῦτό τι ἐλαττοῦται, οὕτως οὐδʼ ἂν ἄνθρωπος. κακοὶ κακῶς δʼ ἀπόλοιντο οἱ κίναιδοι, οἵτινες καλὸν ἡμῖν ἄλειμμα διαβάλλουσιν. ἐρωτώμενος πῶς ἀπέθανε Σωκράτης, ἔφη, ὡς ἂν ἐγὼ εὐξαίμην. Πολυξένου ποτὲ τοῦ σοφιστοῦ εἰσελθόντος πρὸς αὐτὸν καὶ θεασαμένου γυναῖκάς τε καὶ πολυτελῆ ὀψωνίαν, ἔπειτα αἰτιασαμένου, μικρὸν διαλιπών, δύνασαι, ἔφη, καὶ σὺ σήμερον μεθʼ ἡμῶν γενέσθαι;

察隆达斯(一说是斐多)问:“是谁涂抹了香膏?” 他说: “是我这个倒霉鬼,而比我更倒霉的是波斯国王。但请你想想,正如其他动物丝毫不因此而贬损一样,人难道就会贬损吗?愿那些败坏了我们美好涂油声誉的娈童们悲惨地毁灭吧!” 当被问及苏格拉底是如何死去的,他说: “正如我所祈求的那样死去。” 有一次智者波吕克塞诺斯来到他家中,看见妇女和丰盛奢华的美食,便开始指责他;阿里斯提卜稍作停顿,说道: “你今天也能和我们在一起聚聚吗?

语法注3 条
  1. 2.8.72λίθος ἐπὶ λίθῳ

    同位语兼副词性重叠表达,意为“像块石头坐在石头上(即坐在剧场的石阶座位上,麻木不仁得如同石头一般)”。讽刺未受过教育的人在剧场里犹如缺乏感知与理解力的死物。

  2. 2.8.73ἐπὶ τούτῳ δὴ ἀγανακτήσαντα τὸν Διονύσιον ἔσχατον αὐτὸν κατακλῖναι

    基于间接引语(隐含传闻动词 φασί)的“带对格的不定式”结构。不定式的逻辑主语狄奥尼修斯(τὸν Διονύσιον)与不定式 κατακλῖναι 的宾语阿里斯提卜(αὐτόν)均为对格,理解为“狄奥尼修斯为此恼怒,遂命他(阿里斯提卜)坐在末席”。

  3. 2.8.75ἔχω [Λαΐδα], ἀλλʼ οὐκ ἔχομαι

    主动语态 ἔχω(“我占有/拥有”)与被动语态 ἔχομαι(“我被占有/被支配”)的修辞对照。紧密呼应后文的哲学阐述“主宰快乐(κρατεῖν)而不被快乐征服(μὴ ἡττᾶσθαι)”,体现了昔兰尼学派既享受快乐又不沦为快乐奴隶的处世原则。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:2.8.71-2.8.76