- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:2.8.65-2.8.70
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-23
本段记述了昔兰尼的阿里斯提卜的生平与顺应时势的处世之道,展现其享乐却不为享乐所役的旷达态度,以及他与狄奥尼修斯、第欧根尼等人之间机智犀利的言行逸事。
Ἀρίστιππος τὸ μὲν γένος ἦν Κυρηναῖος, ἀφιγμένος δʼ Ἀθήναζε, καθά φησιν Αἰσχίνης, κατὰ κλέος Σωκράτους. οὗτος σοφιστεύσας, ὥς φησι φανίας ὁ περιπατητικὸς ὁ Ἐρέσιος, πρῶτος τῶν Σωκρατικῶν μισθοὺς εἰσεπράξατο καὶ ἀπέστειλε χρήματα τῷ διδασκάλῳ. καί ποτε πέμψας αὐτῷ μνᾶς εἴκοσι παλινδρόμους ἀπέλαβεν, εἰπόντος Σωκράτους τὸ δαιμόνιον αὐτῷ μὴ ἐπιτρέπειν· ἐδυσχέραινε γὰρ ἐπὶ τούτῳ. Ξενοφῶν τʼ εἶχε πρὸς αὐτὸν δυσμενῶς· διὸ καὶ τὸν κατὰ τῆς ἡδονῆς λόγον Σωκράτει κατʼ Ἀριστίππου περιτέθεικεν. οὐ μὴν ἀλλὰ καὶ Θεόδωρος ἐν τῷ Περὶ αἱρέσεων ἐκάκισεν αὐτὸν καὶ Πλάτων ἐν τῷ Περὶ ψυχῆς, ὡς ἐν ἄλλοις εἰρήκαμεν.
阿里斯提卜按出身是昔兰尼人,正如埃斯基涅斯所说,他是慕苏格拉底之名来到雅典的。正如逍遥学派的埃雷索斯人法尼亚斯所说,他以智者自居,是苏格拉底弟子中第一个收取学费并给老师送去金钱的人。有一次他送去二十个米那,苏格拉底却将其退回,说神灵不允许他收受;因为苏格拉底对此深感不悦。色诺芬也对他怀有敌意;因此色诺芬借苏格拉底之口发表了针对快乐的论述,以此作为对阿里斯提卜的反驳。不仅如此,狄奥多罗在《论派别》中斥责了他,柏拉图在《论灵魂》中也是如此,正如我们在别处所言。
Ἦν δὲ ἱκανὸς ἁρμόσασθαι καὶ τόπῳ καὶ χρόνῳ καὶ προσώπῳ, καὶ πᾶσαν περίστασιν ἁρμοδίως ὑποκρίνασθαι· διὸ καὶ παρὰ Διονυσίῳ τῶν ἄλλων εὐδοκίμει μᾶλλον, ἀεὶ τὸ προσπεσὸν εὖ διατιθέμενος. ἀπέλαυε μὲν γὰρ ἡδονῆς τῶν παρόντων, οὐκ ἐθήρα δὲ πόνῳ τὴν ἀπόλαυσιν τῶν οὐ παρόντων· ὅθεν καὶ Διογένης βασιλικὸν κύνα ἔλεγεν αὐτόν. ὁ δὲ Τίμων παρέφαγεν ὡς θρυπτόμενον, οὑτωσί πως εἰπών· "οἷά τʼ Ἀριστίππου τρυφερὴ φύσις ἀμφαφόωντος ψεύδη." τοῦτόν φασί ποτε κελεῦσαι πέρδικα πεντήκοντα δραχμῶν ὠνηθῆναι· αἰτιασαμένου δέ τινος, σὺ δʼ οὐκ ἄν, εἶπεν, ὀβολοῦ τοῦτον ἐπρίω; ἐπινεύσαντος δέ, τοσοῦτον, ἔφη, ἐμοὶ δύνανται αἱ πεντήκοντα δραχμαί.
他善于顺应地点、时间和人物,并能恰如其分地应对各种处境。因此在狄奥尼修斯那里,他比其他人更受重用,总是能妥善处理眼前出现的任何情况。因为他固然享受眼前的快乐,却不会辛劳地去追逐尚未到来的享乐;因此第欧根尼也称他为“宫廷之犬”。而蒂蒙则因其骄奢而予以讥讽,大致这样说道: “正如阿里斯提卜那摸索虚妄的娇弱本性。” 据说有一次他命人花五十个德拉克马买下一只鹧鸪;有人对此指责,他说: “难道你不愿意用一个奥波尔买下它吗?” 当那人点头同意时,他说: “五十个德拉克马对我来说,也就值这么多而已。”
Διονυσίου δέ ποτε τριῶν ἑταιρῶν οὐσῶν μίαν ἐκλέξασθαι κελεύσαντος, τὰς τρεῖς ἀπήγαγεν εἰπών, οὐδὲ τῷ Πάριδι συνήνεγκε μίαν προκρῖναι· ἀπαγαγὼν μέντοι, φασίν, αὐτὰς ἄχρι τοῦ θυρῶνος ἀπέλυσεν. οὕτως ἦν καὶ ἑλέσθαι καὶ καταφρονῆσαι πολύς1. διό ποτε Στράτωνα, οἱ δὲ Πλάτωνα, πρὸς αὐτὸν εἰπεῖν, σοὶ μόνῳ δέδοται καὶ χλανίδα φορεῖν καὶ ῥάκος. Διονυσίου δὲ προσπτύσαντος αὐτῷ ἠνέσχετο. μεμψαμένου δέ τινος, εἶτα οἱ μὲν ἁλιεῖς, εἶπεν, ὑπομένουσι ῥαίνεσθαι τῇ θαλάττῃ, ἵνα κωβιὸν θηράσωσιν· ἐγὼ δὲ μὴ ἀνάσχωμαι κράματι ῥανθῆναι, ἵνα βλέννοι λάβω;2
有一次,狄奥尼修斯命他从三个交际花中挑选一个,他却将三人都带走了,并说: “当年帕里斯只挑选一个,也没落得什么好结果。” 不过据说他把她们带到门厅处便放走了。他无论在选取还是在蔑弃上都是如此举重若轻。因此有一次斯特拉图(一说是柏拉图)对他说: “唯独你被赋予了既能穿细毛斗篷又能穿破烂衣衫的能力。” 当狄奥尼修斯啐唾沫在他身上时,他泰然忍受。有人责备他,他说: “怎么,渔夫们为了捕捞小鱼都能忍受被海水飞溅;我为了捕获大鱼,难道就不能忍受被唾沫星子喷溅吗?”
Παριόντα ποτὲ αὐτὸν λάχανα πλύνων Διογένης ἔσκωψε, καί φησιν, εἰ ταῦτα ἔμαθες προσφέρεσθαι, οὐκ ἂν τυράννων αὐλὰς ἐθεράπευες. ὁ δέ, καὶ σύ, εἶπεν, εἴπερ ᾔδεις ἀνθρώποις ὁμιλεῖν, οὐκ ἂν λάχανα ἔπλυνες. ἐρωτηθεὶς τί αὐτῷ περιγέγονεν ἐκ φιλοσοφίας, ἔφη, τὸ δύνασθαι πᾶσι θαρρούντως ὁμιλεῖν. ὀνειδιζόμενός ποτʼ ἐπὶ τῷ πολυτελῶς ζῆν, εἰ τοῦτʼ, ἔφη, φαῦλον ἦν, οὐκ ἂν ἐν ταῖς τῶν θεῶν ἑορταῖς ἐγίνετο. ἐρωτηθείς ποτε τί πλέον ἔχουσιν οἱ φιλόσοφοι, ἔφη, ἐὰν πάντες οἱ νόμοι ἀναιρεθῶσιν, ὁμοίως βιωσόμεθα.
有一次他走过时,正在洗菜的第欧根尼嘲弄他说: “如果你学会了吃这些东西,就不会去伺候僭主的宫廷了。” 他则说: “如果你懂得如何与人交往,就不会在这里洗菜了。” 当被问及从哲学中得到了什么益处时,他说: “能够自信大胆地与所有人交往。” 有一次他因生活奢华而受到责备,他说: “如果这是坏事,就不会出现在诸神的节日里了。” 当被问及哲学家比常人强在何处时,他说: “即使所有的法律都被废除,我们也一样能照旧生活。”
ἐρωτηθεὶς ὑπὸ Διονυσίου διὰ τί οἱ μὲν φιλόσοφοι ἐπὶ τὰς τῶν πλουσίων θύρας ἔρχονται, οἱ δὲ πλούσιοι ἐπὶ τὰς τῶν φιλοσόφων οὐκέτι, ἔφη, ὅτι οἱ μὲν ἴσασιν ὧν δέονται, οἱ δʼ οὐκ ἴσασιν. ὀνειδιζόμενός ποτʼ ἐπὶ τῷ πολυτελῶς ζῆν ὑπὸ Πλάτωνος, ἔφη, ἆρα φαίνεταί σοι Διονύσιος ἀγαθός; τοῦ δʼ ὁμολογήσαντος, καὶ μήν, ἔφη, ζῇ ἐμοῦ πολυτελέστερον· ὥστʼ οὐδὲν κωλύει καὶ πολυτελῶς καὶ καλῶς ζῆν. ἐρωτηθεὶς τίνι διαφέρουσιν οἱ πεπαιδευμένοι τῶν ἀπαιδεύτων, ἔφη, ᾧπερ οἱ δεδαμασμένοι ἵπποι τῶν ἀδαμάστων. εἰσιών ποτε εἰς ἑταίρας οἰκίαν, καὶ τῶν σὺν αὐτῷ μειρακίων τινὸς ἐρυθριάσαντος, οὐ τὸ εἰσελθεῖν, ἔφη, χαλεπόν, ἀλλὰ τὸ μὴ δύνασθαι ἐξελθεῖν.
狄奥尼修斯问他,为什么哲学家总到富人的门前去,而富人却不再到哲学家的门前去,他说: “因为哲学家知道自己缺少什么,而富人却不知道。” 有一次柏拉图指责他生活奢侈,他说: “在你看狄奥尼修斯是个好人吗?” 当柏拉图表示认同时,他说: “可是,他过得比我还奢侈;因此,生活得奢侈与生活得美好之间没有任何抵触。” 当被问及受过教育的人与未受教育的人有何不同时,他说: “正如驯服的马与未驯服的马的不同。” 有一次他走进一个交际花的家,同行的一个青年脸红了,他说: “进去并不难堪,难堪的是无法抽身出来。”
Αἴνιγμά τινος αὐτῷ προτείναντος καὶ εἰπόντος, λῦσον, τί, ὦ μάταιε, ἔφη, λῦσαι θέλεις, ὃ καὶ δεδεμένον ἡμῖν πράγματα παρέχει; ἄμεινον ἔφη ἐπαίτην ἢ ἀπαίδευτον εἶναι· οἱ μὲν γὰρ χρημάτων, οἱ δʼ ἀνθρωπισμοῦ δέονται. λοιδορούμενός ποτε ἀνεχώρει· τοῦ δʼ ἐπιδιώκοντος εἰπόντος, τί φεύγεις; ὅτι, φησί, τοῦ μὲν κακῶς λέγειν σὺ τὴν ἐξουσίαν ἔχεις, τοῦ δὲ μὴ ἀκούειν ἐγώ. εἰπόντος τινὸς ὡς ἀεὶ τοὺς φιλοσόφους βλέποι παρὰ ταῖς τῶν πλουσίων θύραις, καὶ γὰρ καὶ οἱ ἰατροί. φησί, παρὰ ταῖς τῶν νοσούντων· ἀλλʼ οὐ παρὰ τοῦτό τις ἂν ἕλοιτο νοσεῖν ἢ ἰατρεύειν3.
有人向他提出一个谜语并说: “解开它。” 他说: “蠢人啊,既然它被绑着的时候就已经让我们大伤脑筋了,你为什么还要解开它呢?” 他说,做乞丐也比做目不识丁者强;因为前者缺的是金钱,而后者缺的是人性。有一次他被人辱骂着走开;那人追上来问: “你逃什么?” 他说: “因为口出恶言的权力在你,而不去听闻的权力在我。” 有人对他说,总是看到哲学家呆在富人的门前,他说: “确实,医生也呆在病人的门前;但没人会因此宁愿生病而不愿行医。”
- 67οὕτως ἦν καὶ ἑλέσθαι καὶ καταφρονῆσαι πολύς
表语位置的形容词 πολύς 搭配不定式(ἑλέσθαι 与 καταφρονῆσαι),表示“在某事上极度在行/彻底”。此处意在表明他在走两个极端(全盘收下与全然轻弃)时皆能挥洒自如、举重若轻。
- 67ἐγὼ δὲ μὴ ἀνάσχωμαι κράματι ῥανθῆναι, ἵνα βλέννοι λάβω;
μὴ ἀνάσχωμαι 是带有否定词 μή 的第一人称疑虑虚拟语气(deliberative subjunctive),构成反问:“难道我不该忍受……吗?”后半句中的 βλέννοι 是抄本异文,字面指一种黏液质鱼类,引申为指代宫廷中的傻瓜或大收获。
- 70ἀλλʼ οὐ παρὰ τοῦτό τις ἂν ἕλοιτο νοσεῖν ἢ ἰατρεύειν
παρὰ τοῦτο 中前置词 παρά 搭配宾格表示原因,意为“因此、由于这个缘故”。主句 ἄν ἕλοιτο 为潜在祈愿语气加 ἄν,意为“任何人也不会宁可……”。两个不定式 νοσεῖν 与 ἰατρεύειν 由 ἢ 构成对比比较,即“宁可生病也不愿行医”。
