- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:2.7.60-2.7.64
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-23
本节记述苏格拉底弟子埃斯基涅斯的出身、其对话录真伪的争议、因贫困前往西西里的经历与归国后的生计,并列举了八位同名人物。
Αἰσχίνης Χαρίνου τοῦ ἀλλαντοποιοῦ, οἱ δὲ Λυσανίου, Ἀθηναῖος, ἐκ νέου φιλόπονος· διὸ καὶ Σωκράτους οὐκ ἀπέστη. ὅθεν ἔλεγε, μόνος ἡμᾶς οἶδε τιμᾶν ὁ τοῦ ἀλλαντοποιοῦ. τοῦτον ἔφη Ἰδομενεὺς ἐν τῷ δεσμωτηρίῳ συμβουλεῦσαι περὶ τῆς φυγῆς Σωκράτει, καὶ οὐ Κρίτωνα· Πλάτωνα δέ, ὅτι ἦν Ἀριστίππῳ μᾶλλον φίλος1, Κρίτωνι περιθεῖναι τοὺς λόγους. διεβάλλετο δʼ ὁ Αἰσχίνης καὶ μάλισθʼ ὑπὸ Μενεδήμου τοῦ Ἐρετριέως ὡς τοὺς πλείστους διαλόγους ὄντας Σωκράτους ὑποβάλλοιτο, λαμβάνων παρὰ Ξανθίππης· ὧν οἱ μὲν καλούμενοι ἀκέφαλοι σφόδρʼ εἰσὶν ἐκλελυμένοι καὶ οὐκ ἐπιφαίνοντες τὴν Σωκρατικὴν εὐτονίαν· οὓς καὶ Πεισίστρατος ὁ Ἐφέσιος ἔλεγε μὴ εἶναι Αἰσχίνου.
埃斯基涅斯是灌肠工查理努斯(一说吕萨尼亚斯)之子,雅典人,自幼勤勉;因此他从未离开苏格拉底。所以苏格拉底常说: “唯有这灌肠工之子懂得如何尊重我们。” 伊多墨纽斯说,在狱中劝苏格拉底逃跑的正是此人,而不是克里同;但柏拉图因为埃斯基涅斯与阿里斯提卜更为亲近,便将这些言论安到了克里同身上。埃斯基涅斯还遭到诽谤,尤其是厄勒特里亚的墨涅德摩斯指责他将大多属于苏格拉底本人的对话录从克珊梯珀那里取来冒充己作;其中所谓“无头”的对话录极其松弛无力,丝毫不显苏格拉底式的强劲气派;厄弗所的庇西斯特拉托也说这些篇章并非埃斯基涅斯所作。
καὶ τῶν ἑπτὰ δὲ τοὺς πλείστους Περσαῖός φησι Πασιφῶντος εἶναι τοῦ Ἐρετρικοῦ, εἰς τοὺς Αἰσχίνου δὲ κατατάξαι. ἀλλὰ καὶ τῶν Ἀντισθένους τόν τε μικρὸν Κῦρον καὶ τὸν Ἡρακλέα τὸν ἐλάσσω καὶ Ἀλκιβιάδην καὶ τοὺς τῶν ἄλλων δὲ ἐσκευώρηται. οἱ δʼ οὖν τῶν Αἰσχίνου τὸ Σωκρατικὸν ἦθος ἀπομεμαγμένοι εἰσὶν ἑπτά· πρῶτος Μιλτιάδης, διὸ καὶ ἀσθενέστερόν πως ἔχει· Καλλίας, Ἀξίοχος, Ἀσπασία, Ἀλκιβιάδης, Τηλαύγης, Ῥίνων. Φασὶ δʼ αὐτὸν διʼ ἀπορίαν ἐλθεῖν εἰς Σικελίαν πρὸς Διονύσιον, καὶ ὑπὸ μὲν Πλάτωνος παροφθῆναι, ὑπὸ δʼ Ἀριστίππου συστῆναι· δόντα τέ τινας τῶν διαλόγων δῶρα λαβεῖν.
佩尔塞奥斯甚至说,那七篇对话录中的大部分实际上出自厄勒特里亚的帕西丰之手,却被埃斯基涅斯列入了自己的作品名下。不仅如此,他还从安提斯泰尼的作品中剽窃了《小居鲁士》、《小赫拉克勒斯》和《阿尔喀比亚德》,并且还剽窃了他人的作品。无论如何,在埃斯基涅斯的作品中印刻着苏格拉底风骨的共有七篇:首先是《米尔提阿德》(因此笔致略显单薄);然后是《卡利亚斯》、《阿克西奥科斯》、《阿斯帕西亚》、《阿尔喀比亚德》、《泰劳格斯》、《里农》。 据说他因穷困潦倒而前往西西里投奔狄奥尼修斯,虽然受到柏拉图的冷遇,却得到阿里斯提卜的引荐;他献上几篇对话录后,得到了赠礼。
ἔπειτʼ ἀφικόμενον Ἀθήναζε μὴ τολμᾶν σοφιστεύειν, εὐδοκιμούντων τότε τῶν περὶ Πλάτωνα καὶ Ἀρίστιππον. ἐμμίσθους δʼ ἀκροάσεις ποιεῖσθαι· εἶτα συγγράφειν λόγους δικανικοὺς τοῖς ἀδικουμένοις· διὸ καὶ τὸν Τίμωνα εἰπεῖν ἐπʼ αὐτοῦ ἤτʼ Αἰσχίνου οὐκ ἀπιθὴς 〈ἴσ〉 γράψαι. φασὶ δʼ αὐτῷ λέγειν Σωκράτην, ἐπειδήπερ ἐπιέζετο ὑπὸ πενίας, παρʼ ἑαυτοῦ δανείζεσθαι τῶν σιτίων ὑφαιροῦντα2. τούτου τοὺς διαλόγους καὶ Ἀρίστιππος ὑπώπτευεν. ἐν γοῦν Μεγάροις ἀναγινώσκοντος αὐτοῦ φασι σκῶψαι εἰπόντα, πόθεν σοι, λῃστά, ταῦτα;
随后他回到雅典,当时柏拉图与阿里斯提卜之流正享有盛名,他不敢公开以智者自居。于是他举办收费的讲座,接着为受冤屈之人撰写法庭演说辞;因此蒂蒙在谈及他时也说: “或是埃斯基涅斯那擅长写作的不容小觑的力量……” 据说苏格拉底曾对他说,既然他备受贫困压迫,不妨通过扣减口粮来向自己借贷。阿里斯提卜也对他的对话录心存怀疑。至少当他在墨加拉当众诵读时,据说阿里斯提卜嘲笑他说: “强盗啊,你从哪里弄来这些东西的?”
Φησὶ δὲ Πολύκριτος ὁ Μενδαῖος ἐν τῷ πρώτῳ τῶν περὶ Διονύσιον ἄχρι τῆς ἐκπτώσεως συμβιῶναι αὐτὸν τῷ τυράννῳ καὶ ἕως τῆς Δίωνος εἰς Συρακούσας καθόδου, λέγων εἶναι σὺν αὐτῷ καὶ Καρκίνον τὸν τραγῳδιοποιόν. φέρεται δὲ καὶ ἐπιστολὴ πρὸς Διονύσιον Αἰσχίνου. ἦν δὲ καὶ ἐν τοῖς ῥητορικοῖς ἱκανῶς γεγυμνασμένος· ὡς δῆλον ἔκ τε τῆς ἀπολογίας τοῦ πατρὸς Φαίακος τοῦ στρατηγοῦ καὶ Δίωνος. μάλιστα δὲ μιμεῖται Γοργίαν τὸν Λεοντῖνον. καὶ Λυσίας δὲ κατʼ αὐτοῦ γέγραφε λόγον, [περὶ] συκοφαντίας ἐπιγράψας· ἐξ ὧν δῆλον ὅτι καὶ ῥητορικός τις ἦν. γνώριμος δʼ αὐτοῦ φέρεται εἷς, Ἀριστοτέλης ὁ Μῦθος ἐπικληθείς.
门德的波吕克利托斯在《狄奥尼修斯纪事》第一卷中说,他一直与僭主同住,直至其被逐出政权以及狄翁返回叙拉古为止,并称悲剧诗人卡尔基诺斯也与他在一起。如今还流传有一封埃斯基涅斯致狄奥尼修斯的信。此外,他在修辞技巧方面也受过充分训练,这一点从他为将军淮阿克斯之父及狄翁所作的申辩辞中便可见一斑。他主要效仿的是勒翁蒂尼的戈尔吉亚。吕西亚斯也曾写过一篇针对他的演说辞,题为《论诬告》;由此可见他亦是一位修辞家。他的门生中见诸记载的仅有一人,即绰号“神话”的亚里士多德。
Πάντων μέντοι τῶν Σωκρατικῶν διαλόγων Παναίτιος ἀληθεῖς εἶναι δοκεῖ3 τοὺς Πλάτωνος, Ξενοφῶντος, Ἀντισθένους, Αἰσχίνου· διστάζει δὲ περὶ τῶν Φαίδωνος καὶ Εὐκλείδου, τοὺς δὲ ἄλλους ἀναιρεῖ πάντας. Γεγόνασι δʼ Αἰσχίναι ὀκτώ· πρῶτος αὐτὸς οὗτος· δεύτερος δʼ ὁ τὰς τέχνας γεγραφὼς τὰς ῥητορικάς· τρίτος ὁ ῥήτωρ ὁ κατὰ Δημοσθένην· τέταρτος Ἀρκάς, μαθητὴς Ἰσοκράτους· πέμπτος ὁ Μυτιληναῖος, ὃν καὶ ῥητορομάστιγα ἐκάλουν· ἕκτος Νεαπολίτης, φιλόσοφος Ἀκαδημαϊκός, Μελανθίου τοῦ Ῥοδίου μαθητὴς καὶ παιδικά· ἕβδομος Μιλήσιος, πολιτικὸς συγγραφεύς· ὄγδοος ἀνδριαντοποιός.
不过,在所有的苏格拉底学派对话录中,帕奈提乌斯似乎认为唯有柏拉图、色诺芬、安提斯泰尼和埃斯基涅斯的作品是真实的;对斐多与欧几里得的著作存疑,而将其他人的作品全部斥为伪作。 历史上共有八位名叫埃斯基涅斯的人:第一位就是他本人;第二位是撰写修辞学技艺指南者;第三位是与德摩斯梯尼对抗的演说家;第四位是阿卡迪亚人,伊索克拉底的学生;第五位是米蒂利尼人,被称为“演说家的皮鞭”;第六位是那不勒斯人,柏拉图学园派哲学家,罗得岛的梅兰提乌斯之门徒兼男宠;第七位是米利都人,政治著作撰写者;第八位是全身雕像塑造家。
- 2.7.60ὅτι ἦν Ἀριστίππῳ μᾶλλον φίλος
在这一表示原因的从属从句中,动词 ἦν 的主语根据上下文最自然应理解为埃斯基涅斯,即“柏拉图因为埃斯基涅斯与阿里斯提卜(与柏拉图关系紧张)走得更近,才把劝逃的功劳归在克里同名下”。语法上虽亦可将柏拉图视作主语(“因为柏拉图本人更喜欢阿里斯提卜”),但鉴于学派内部柏拉图与阿里斯提卜的龃龉,这一读法难以成立。
- 2.7.62παρʼ ἑαυτοῦ δανείζεσθαι τῶν σιτίων ὑφαιροῦντα
间接引语中接在 λέγειν 后的祈使性不定式结构。不定式 δανείζεσθαι 表达苏格拉底对埃斯基涅斯的建议或告诫。分词 ὑφαιροῦντα 在性数格上与不定式的逻辑主语(省略的宾格 αὐτόν)一致,作方式状语(“通过减少口粮来向自己借贷”)。属格 τῶν σιτίων 为部分属格。
- 2.7.64Παναίτιος ἀληθεῖς εἶναι δοκεῖ
动词 δοκέω 的人称句结构(主语提升)。此处未采用非人称句(“在帕奈提乌斯看来似乎……”),而是以人名 Παναίτιος 作主语,意为“帕奈提乌斯似乎认为……是真实的”。谓语形容词 ἀληθεῖς 为宾格,与不定式引出的宾语 τοὺς(指代 διαλόγους)一致。
