第欧根尼·拉尔修

哲人言行录

§2.6.54-2.6.59

诸子的命运与晚年及著作目录

叙述了色诺芬诸子在曼提尼亚战役中的命运、色诺芬面对格律罗斯阵亡的沉着风度、其生卒年代与去世地点、著作篇目以及同名者考。

← 上一节下一节 →

καὶ γὰρ ἐπεπαίδευντο αὐτόθι ἐν τῇ Σπάρτῃ, καθά φησι Διοκλῆς ἐν τοῖς Βίοις τῶν φιλοσόφων. μὲν οὖν Διόδωρος οὐδὲν ἐπιφανὲς πράξας ἐκ τῆς μάχης ἀνασώζεται, καὶ αὐτῷ υἱὸς ὁμώνυμος γίνεται τἀδελφῷ. δὲ Γρύλλος τεταγμένος κατὰ τοὺς ἱππέασἦν δὲ μάχη περὶ τὴν Μαντίνειανἰσχυρῶς ἀγωνισάμενος ἐτελεύτησεν, ὥς φησιν Ἔφορος ἐν τῇ πέμπτῃ καὶ εἰκοστῇ· Κηφισοδώρου μὲν ἱππαρχοῦντος, Ἡγησίλεω δὲ στρατηγοῦντος1. ἐν ταύτῃ τῇ μάχῃ καὶ Ἐπαμεινώνδας ἔπεσε. τηνικαῦτα δὴ καὶ τὸν Ξενοφῶντά φασι θύειν ἐστεμμένον· ἀπαγγελθέντος δʼ αὐτῷ τοῦ θανάτου ἀποστεφανώσασθαι· ἔπειτα μαθόντα ὅτι γενναίως, πάλιν ἐπιθέσθαι τὸν στέφανον.

因为他们正是在斯巴达当地受教育的,正如狄奥克利斯在《哲学家列传》中所说的那样。狄奥多洛斯在战斗中没有立下任何显赫战功便安全归来,后来生了一个与兄弟同名的儿子。而编入骑兵部队的格律罗斯——那场战役发生在曼提尼亚周边——奋勇作战而牺牲,正如埃福罗斯在第二十五卷中所说;当时凯菲索多洛斯担任骑兵长官,黑格西勒奥斯担任将军。在这场战役中,伊巴密浓达也阵亡了。据说正是在那时,色诺芬头戴花冠正在献祭;当死讯传报给他时,他摘下了花冠;随后得知儿子死得英勇高尚,便又把花冠戴了回去。

ἔνιοι δὲ οὐδὲ δακρῦσαί φασιν αὐτὸν ἀλλὰ * γὰρ εἰπεῖν, ᾔδειν θνητὸν γεγεννηκώς2. φησὶ δʼ Ἀριστοτέλης ὅτι ἐγκώμια καὶ ἐπιτάφιον Γρύλλου μυρίοι ὅσοι συνέγραψαν, τὸ μέρος καὶ τῷ πατρὶ χαριζόμενοι. ἀλλὰ καὶ Ἕρμιππος ἐν τῷ περὶ Θεοφράστου καὶ Ἰσοκράτην φησὶ Γρύλλου ἐγκώμιον γεγραφέναι. Τίμων δʼ ἐπισκώπτει αὐτὸν ἐν τούτοις· "ἀσθενική τε λόγων δυὰς τριὰς ἔτι πρόσσω, οἷος Ξεινοφόων ἤτʼ Αἰσχίνου οὐκ ἀπιθὴςἲσγράψαι...." Καὶ μὲν βίος αὐτῷ τοιόσδε. ἤκμαζε δὲ κατὰ τὸ τέταρτον ἔτος τῆς τετάρτης καὶ ἐνενηκοστῆς Ὀλυμπιάδος, καὶ ἀναβέβηκε σὺν Κύρῳ ἐπὶ ἄρχοντος Ξεναινέτου ἑνὶ πρότερον ἔτει τῆς Σωκράτους τελευτῆς.

有人说他甚至没有哭泣,而是说: “我早就知道自己生下的是个凡人。” 亚里士多德说,有无数人撰写了格律罗斯的赞词和墓志铭,部分原因也是为了取悦他的父亲。不仅如此,赫尔米波斯在《论泰奥弗拉斯托斯》中也说,伊索克拉底也写了一篇格律罗斯的赞词。但蒂蒙在以下诗句中嘲笑他: “或是两篇、三篇、甚至更多的拙劣言辞,宛如色诺芬,或是埃斯基涅斯那擅长写作的不容小觑的力量……” 他的一生就是这样。他盛年约在第九十四届奥林匹亚周期的第四年,在克塞奈涅托斯担任执政官之年随小居鲁士进军内陆,也就是苏格拉底去世前的一年。

Κατέστρεψε δέ, καθά φησι Κτησικλείδης Ἀθηναῖος ἐν τῇ τῶν ἀρχόντων καὶ Ὀλυμπιονικῶν ἀναγραφῇ, ἔτει πρώτῳ τῆς πέμπτης καὶ ἑκατοστῆς Ὀλυμπιάδος, ἐπὶ ἄρχοντος Καλλιδημίδου, ἐφʼ οὗ καὶ Φίλιππος Ἀμύντου Μακεδόνων ἦρξε. τέθνηκε δʼ ἐν Κορίνθῳ, ὥς φησι Δημήτριος Μάγνης, ἤδη δηλαδὴ γηραιὸς ἱκανῶς· ἀνὴρ τά τʼ ἄλλα γεγονὼς ἀγαθὸς καὶ δὴ καὶ φίλιππος καὶ φιλοκύνηγος καὶ τακτικός, ὡς ἐκ τῶν συγγραμμάτων δῆλον· εὐσεβής τε καὶ φιλοθύτης καὶ ἱερεῖα διαγνῶναι ἱκανὸς καὶ Σωκράτην ζηλώσας ἀκριβῶς. Συνέγραψε δὲ βιβλία πρὸς τὰ τετταράκοντα, ἄλλων ἄλλως διαιρούντων·

他去世的时间,正如雅典人克忒西克利得斯在《执政官与奥林匹克优胜者名录》中所说,是在第一百零五届奥林匹亚周期的第一年,卡利得米得斯担任执政官之年;正是在这任执政官期间,阿明塔斯之子腓力成了马其顿人的国王。正如马格内西亚的德米特里厄斯所说,他死于科林斯,显然当时年事已高;他在其他各方面都是一位杰出人物,而且热爱马匹,热爱狩猎,精于战术,这一点从他的著作中便显而易见;他为人虔敬,热爱献祭,善于辨识祭牲,并严格效法苏格拉底。 他写了大约四十卷书,不过人们的分卷方式各有不同:

Τήν τʼ Ἀνάβασιν, ἧς κατὰ βιβλίον μὲν ἐποίησε προοίμιον, ὅλης δὲ οὔ3· καὶ Κύρου Παιδείαν καὶ Ἑλληνικὰ καὶ Ἀπομνημονεύματα· Συμπόσιόν τε καὶ Οἰκονομικὸν καὶ Περὶ ἱππικῆς καὶ Κυνηγετικὸν καὶ Ἱππαρχικόν, Ἀπολογίαν τε Σωκράτους καὶ Περὶ πόρων καὶ Ἱέρωνα Τυραννικόν, Ἀγησίλαόν τε καὶ Ἀθηναίων καὶ Λακεδαιμονίων Πολιτείαν, ἥν φησιν οὐκ εἶναι Ξενοφῶντος Μάγνης Δημήτριος. λέγεται δʼ ὅτι καὶ τὰ Θουκυδίδου βιβλία λανθάνοντα ὑφελέσθαι δυνάμενος αὐτὸς εἰς δόξαν ἤγαγεν4. ἐκαλεῖτο δὲ καὶ Ἀττικὴ Μοῦσα γλυκύτητι τῆς ἑρμηνείας· ὅθεν καὶ πρὸς ἀλλήλους ζηλοτύπως εἶχον αὐτός τε καὶ Πλάτων, ὡς ἐν τῷ περὶ Πλάτωνος λέξομεν.

《长征记》(他为每一卷撰写了序言,但未为全书撰写总序);《居鲁士的教育》;《希腊史》;《回忆录》;《会饮篇》;《经济论》;《论马术》;《论狩猎》;《骑兵队长官论》;《苏格拉底的申辩》;《论赋税》;《希厄隆,或论僭主》;《阿格西劳斯》;以及《雅典人与拉刻代蒙人的政制》(马格内西亚的德米特里厄斯说这部书并非色诺芬所作)。 据说修昔底德的著作隐匿不彰,他本可以将之据为己有,但他却亲自使之名扬天下。由于文风甘美,他还被称为“阿提卡的缪斯”;正因如此,他与柏拉图彼此心怀嫉妒,关于这一点我们将在《柏拉图传》中论述。

Ἔστι δὲ καὶ εἰς τοῦτον ἡμῶν ἐπιγράμματα τοῦτον ἔχοντα τὸν τρόπον· "οὐ μόνον εἰς Πέρσας ἀνέβη Ξενοφῶν διὰ Κῦρον, ἀλλʼ ἄνοδον ζητῶν ἐς Διὸς ἥτις ἄγοι. παιδείης γὰρ ἑῆς Ἑλληνικὰ πράγματα δείξας, ὡς καλὸν σοφίη μνήσατο Σωκράτεος." ἄλλο, ὡς ἐτελεύτα· "εἰ καὶ σέ, Ξενοφῶν, Κραναοῦ Κέκροπός τε πολῖται φεύγειν κατέγνων, τοῦ φίλου χάριν Κύρου· ἀλλὰ Κόρινθος ἔδεκτο φιλόξενος, σὺ φιληδῶν οὕτως ἀρέσκῃ· κεῖθι καὶ μένειν ἔγνως."

我们也有关于他的题铭,内容如下: “色诺芬前往波斯人之地不仅是为了居鲁士, 而是为了寻求通往宙斯居所的攀登之道; 因为他展示了自身教养所结出的希腊伟业, 使人忆及苏格拉底的智慧何其美好。” 另一首关于他的逝世: “色诺芬啊,纵使克拉瑙斯与凯克洛普斯的公民们 为了你那位居鲁士朋友而判处你流放; 好客的科林斯却接纳了你,你在那里怡然自得, 心满意足;你便决意留居该地。

Εὗρον δʼ ἀλλαχόθι ἀκμάσαι αὐτὸν περὶ τὴν ἐνάτην καὶ ὀγδοηκοστὴν Ὀλυμπιάδα σὺν τοῖς ἄλλοις Σωκρατικοῖς, καὶ Ἴστρος φησὶν αὐτὸν φυγεῖν κατὰ ψήφισμα Εὐβούλου, καὶ κατελθεῖν κατὰ ψήφισμα τοῦ αὐτοῦ. Γεγόνασι δὲ Ξενοφῶντες ἑπτά· πρῶτος αὐτὸς οὗτος· δεύτερος Ἀθηναῖος, ἀδελφὸς Πυθοστράτου τοῦ τὴν Θησηΐδα πεποιηκότος, γεγραφὼς ἄλλα τε καὶ βίον Ἐπαμεινώνδου καὶ Πελοπίδου· τρίτος ἰατρὸς Κῷος· τέταρτος ἱστορίαν Ἀννιβαϊκὴν γεγραφώς· πέμπτος μυθώδη τερατείαν πεπραγματευμένος· ἕκτος Πάριος, ἀγαλματοποιός· ἕβδομος κωμῳδίας ἀρχαίας ποιητής.

不过我在别处发现,他与其他苏格拉底学派学者是在第八十九届奥林匹亚周期前后达到盛年;伊斯托罗斯则说,他是依照欧布洛斯的决议遭到流放,又依照同一人的决议被召回的。 历史上有七位名叫色诺芬的人:第一位就是他本人;第二位是雅典人,作《忒修斯纪》的皮托斯特拉托斯的兄弟,除其他作品外还撰写过伊巴密浓达与珀罗匹达斯的传记;第三位是科斯岛的医生;第四位撰写了汉尼拔历史;第五位专事虚妄怪诞的故事;第六位是帕罗斯岛的雕塑家;第七位是古喜剧诗人。

语法注4 条
  1. 2.6.54Κηφισοδώρου μὲν ἱππαρχοῦντος, ¦p.V1_184¦ Ἡγησίλεω δὲ στρατηγοῦντος

    两个并列的独立属格结构,指明了战役期间的官方指挥官(骑兵长官与将军),具有明确历史纪年与官方记录的功能。

  2. 2.6.55ᾔδειν θνητὸν γεγεννηκώς

    表示知晓的动词 ᾔδειν(οἶδα 的过去时)带主格补充分词 γεγεννηκώς 的句式。因分词的逻辑主语即主句主语自身,故用主格分词,带直接宾语 θνητόν,意为“我知道自己生下的是个凡人”。

  3. 2.6.57ἧς κατὰ βιβλίον μὲν ἐποίησε προοίμιον, ὅλης δὲ οὔ

    关系代词 ἧς 指代先行词 Ἀνάβασιν,作 προοίμιον 的部分属格。介词短语 κατὰ βιβλίον 起分配作用(“逐卷地”),与全书(ὅλης)缺乏总序形成对比。

  4. 2.6.57λανθάνοντα ὑφελέσθαι δυνάμενος αὐτὸς εἰς δόξαν ἤγαγεν

    分词 δυνάμενος 具有让步意味(“尽管他有能力据为己有”),支配中间态不定式 ὑφελέσθαι,中性复数分词 λανθάνοντα 修饰承前省略的先行词 τά Θουκυδίδου βιβλία。强调代词 αὐτός 作为主句谓语 ἤγαγεν 的主语,形成了鲜明对照(“他自己却使之闻名”)。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:2.6.54-2.6.59