第欧根尼·拉尔修

哲人言行录

§2.6.48-2.6.53

色诺芬的师承远征与斯基路斯隐居生活

本段记述色诺芬的出身、结识苏格拉底的经过、追随小居鲁士远征的始末,以及被雅典流放后定居斯基路斯著书立说的晚年生涯。

← 上一节下一节 →

Ξενοφῶν Γρύλλου μὲν ἦν υἱός, Ἀθηναῖος, τῶν δήμων Ἐρχιεύς· αἰδήμων δὲ καὶ εὐειδέστατος εἰς ὑπερβολήν. τούτῳ δὲ ἐν στενωπῷ φασιν ἀπαντήσαντα Σωκράτην διατεῖναι τὴν βακτηρίαν καὶ κωλύειν παριέναι, πυνθανόμενον ποῦ πιπράσκοιτο τῶν προσφερομένων ἕκαστον· ἀποκριναμένου δὲ πάλιν πυθέσθαι1, ποῦ δὲ καλοὶ κἀγαθοὶ γίνονται ἄνθρωποι· ἀπορήσαντος δέ, ἕπου τοίνυν, φάναι, καὶ μάνθανε. καὶ τοὐντεῦθεν ἀκροατὴς Σωκράτους ἦν. καὶ πρῶτος ὑποσημειωσάμενος τὰ λεγόμενα εἰς ἀνθρώπους ἤγαγεν, Ἀπομνημονεύματα ἐπιγράψας. ἀλλὰ καὶ ἱστορίαν φιλοσόφων πρῶτος ἔγραψε. Καὶ αὐτόν φησιν Ἀρίστιππος ἐν τετάρτῳ Περὶ παλαιᾶς τρυφῆς ἐρασθῆναι Κλεινίου·

色诺芬是格律罗斯之子,雅典人,属于埃尔基亚区;他举止谦逊,容貌极其俊美。据说苏格拉底在一条狭窄的巷子里遇见他,伸出拐杖拦住他的去路,询问他每种日用食物都在哪里出售。当他回答后,苏格拉底又问他,人们在哪里才能成为高尚而优秀的人。当他不知所措时,苏格拉底便说: “那么跟我来, 去学习吧。” 从那时起,他便成了苏格拉底的听讲者。他也是第一个把谈话内容记录下来并公诸于世的人,题名为《回忆录》。不仅如此,他还是第一个撰写哲学家历史的人。 阿里斯蒂波在《论古代的奢华》第四卷中还说,他爱上了克勒尼阿斯;

πρὸς ὃν καὶ ταῦτα εἰπεῖν· νῦν γὰρ ἐγὼ Κλεινίαν ἥδιον μὲν θεῶμαι τἄλλα πάντα τὰ ἐν ἀνθρώποις καλά· τυφλὸς δὲ τῶν ἄλλων πάντων δεξαίμην ἂν Κλεινίου ἑνὸς ὄντος γενέσθαι2· ἄχθομαι δὲ καὶ νυκτὶ καὶ ὕπνῳ, ὅτι ἐκεῖνον οὐχ ὁρῶ· ἡμέρᾳ δὲ καὶ ἡλίῳ τὴν μεγίστην χάριν οἶδα, ὅτι μοι Κλεινίαν ἀναφαίνουσι. Κύρῳ δὲ φίλος ἐγένετο τοῦτον τὸν τρόπον. ἦν αὐτῷ συνήθης Πρόξενος ὄνομα, γένος Βοιώτιος, μαθητὴς μὲν Γοργίου τοῦ Λεοντίνου, φίλος δὲ Κύρῳ. οὗτος ἐν Σάρδεσι διατρίβων παρὰ τῷ Κύρῳ ἔπεμψεν εἰς Ἀθήνας ἐπιστολὴν Ξενοφῶντι, καλῶν αὐτὸν ἵνα γένηται Κύρῳ φίλος. δὲ τὴν ἐπιστολὴν δεικνύει Σωκράτει καὶ σύμβουλον ᾑρεῖτο.

甚至对他说过这样的话: “如今比起世间所有人中其他一切美的事物,我更欣喜于注视克勒尼阿斯;我宁愿对其他一切事物都视而不见,也不愿在克勒尼阿斯这一人身上盲目;我对黑夜和睡眠深感厌烦,因为我看不见他;但我对白昼和太阳怀有最大的感激,因为它们让我看到了克勒尼阿斯。” 他是通过如下方式成为小居鲁士的朋友的。他有一位名叫普罗克塞诺斯的密友,是波奥提亚人,莱翁蒂尼的高尔吉亚的学生,也是居鲁士的朋友。此人逗留在萨尔迪斯的居鲁士身边时,寄信到雅典给色诺芬,邀请他去成为居鲁士的朋友。色诺芬把信给苏格拉底看,并请他做顾问。

καὶ ὃς ἀπέστειλεν αὐτὸν εἰς Δελφοὺς χρησόμενον τῷ θεῷ. πείθεται Ξενοφῶν· ἥκει παρὰ τὸν θεόν· πυνθάνεται οὐχὶ εἰ χρὴ ἀπιέναι πρὸς Κῦρον, ἀλλʼ ὅπως3· ἐφʼ καὶ Σωκράτης αὐτὸν ᾐτιάσατο, συνεβούλευσε δὲ ἐξελθεῖν. καὶ ὃς γίνεται παρὰ Κύρῳ, καὶ τοῦ Προξένου φίλος οὐχ ἧττον ἦν αὐτῷ. τὰ μὲν οὖν ἄλλα τὰ κατὰ τὴν ἀνάβασιν γενόμενα καὶ τὴν κάθοδον ἱκανῶς αὐτὸς ἡμῖν διηγεῖται. ἐχθρῶς δὲ διέκειτο πρὸς Μένωνα τὸν Φαρσάλιον παρὰ τὸν χρόνον τῆς ἀναβάσεως τὸν ξεναγόν· ὅτε καὶ λοιδορῶν αὐτόν φησιν αὑτοῦ μείζοσι κεχρῆσθαι παιδικοῖς. ἀλλὰ καὶ Ἀπολλωνίδῃ τινὶ ὀνειδίζει τετρῆσθαι τὰ ὦτα.

于是苏格拉底打发他去德尔斐求神谕。色诺芬顺从了;他来到神前;但他询问的并不是是否应当去居鲁士那里,而是应当怎样去。为此苏格拉底责怪了他,但还是建议他动身。于是他来到居鲁士身边,并成为居鲁士的朋友,不亚于普罗克塞诺斯。至于随军内进以及撤退途中发生的其他事情,他自己已经向我们叙述得十分充分了。然而在远征期间,他与雇佣军指挥官法尔萨洛斯的墨农关系敌对;在斥责他时,色诺芬说墨农蓄养比自己年纪还大的男宠。不仅如此,他还责骂一个叫阿波罗尼德斯的人耳朵上穿了孔。

Μετὰ δὲ τήν τʼ ἀνάβασιν καὶ τὰς ἐν τῷ Πόντῳ συμφορὰς καὶ τὰς παρασπονδήσεις τὰς Σεύθου τοῦ τῶν Ὀδρυσῶν βασιλέως ἧκεν εἰς Ἀσίαν πρὸς Ἀγησίλαον τὸν τῶν Λακεδαιμονίων βασιλέα, μισθοῦ τοὺς Κύρου στρατιώτας αὐτῷ παρασχών· φίλος τʼ ἦν εἰς ὑπερβολήν. παρʼ ὃν καιρὸν ἐπὶ Λακωνισμῷ φυγὴν ὑπʼ Ἀθηναίων κατεγνώσθη. γενόμενος δʼ ἐν Ἐφέσῳ καὶ χρυσίον ἔχων τὸ μὲν ἥμισυ Μεγαβύζῳ δίδωσι τῷ τῆς Ἀρτέμιδος ἱερεῖ φυλάττειν, ἕως ἂν ἐπανέλθοι· εἰ δὲ μή, ἄγαλμα ποιησάμενον ἀναθεῖναι τῇ θεῷ· τοῦ δὲ ἡμίσεος ἔπεμψεν εἰς Δελφοὺς ἀναθήματα. ἐντεῦθεν ἦλθεν εἰς τὴν Ἑλλάδα μετʼ Ἀγησιλάου, κεκλημένου εἰς τὸν πρὸς Θηβαίους πόλεμον· καὶ αὐτῷ προξενίαν ἔδοσαν οἱ Λακεδαιμόνιοι.

在远征、本都的厄运以及奥德吕萨国王色塞斯背信弃义之后,他来到小亚细亚,投奔拉刻代蒙人的国王阿格西劳斯,收取报酬将居鲁士的士兵交给了他;并且与他成了极要好的朋友。就在此时,他因亲斯巴达而被雅典人判处流放。到了以弗所后,他携带着一笔黄金,便将其中的一半交给阿尔忒弥斯的神庙祭司麦加比佐斯保管,直到自己归来;如果自己未能归来,就用它制作一尊雕像献给女神;另一半他则送往德尔斐作为奉献物。从那里,他随阿格西劳斯前往希腊本土,阿格西劳斯当时被召去参加针对底比斯人的战争;拉刻代蒙人还赐予他城邦友客的身份。

Ἐντεῦθεν ἐάσας τὸν Ἀγησίλαον ἧκεν εἰς Σκιλλοῦντα, χωρίον τῆς Ἠλείας ὀλίγον τῆς πόλεως ἀπέχον. εἵπετο δὲ αὐτῷ καὶ γύναιον ὄνομα Φιλησία, καθά φησι Δημήτριος Μάγνης, καὶ δύο υἱεῖς, Γρύλλος καὶ Διόδωρος, ὥς φησι Δείναρχος ἐν τῷ πρὸς Ξενοφῶντα ἀποστασίου, οἳ καὶ Διόσκουροι ἐπεκαλοῦντο. ἀφικομένου δὲ τοῦ Μεγαβύζου κατὰ πρόφασιν τῆς πανηγύρεως, κομισάμενος τὰ χρήματα χωρίον ἐπρίατο καὶ καθιέρωσε τῇ θεῷ, διʼ οὗ ποταμὸς ἔρρει Σελινοῦς, ὁμώνυμος τῷ ἐν Ἐφέσῳ. τοὐντεῦθεν διετέλει κυνηγετῶν καὶ τοὺς φίλους ἑστιῶν καὶ τὰς ἱστορίας συγγράφων. φησὶ δʼ Δείναρχος ὅτι καὶ οἰκίαν καὶ ἀγρὸν αὐτῷ ἔδοσαν Λακεδαιμόνιοι.

从那里离开阿格西劳斯后,他来到斯基路斯,这是厄利斯境内距离城邦不远的一处地方。陪伴他的还有一位名叫斐勒西亚的妇人(正如马格内西亚的德米特里厄斯所言),以及两个儿子格律罗斯和狄奥多洛斯(正如德伊纳尔库斯在《针对色诺芬的背弃主事人诉讼案》中所言,他们也被称为“狄奥斯库罗伊”)。当麦加比佐斯借口参加节日庆典来到这里时,色诺芬收回了钱款,买下一块土地献给女神,流经其间的塞利努斯河与以弗所的那条河同名。此后他一直以打猎、宴请朋友和撰写历史为业。德伊纳尔库斯还说,拉刻代蒙人赐给了他一处宅第和一块田地。

Ἀλλὰ καὶ Φυλοπίδαν τὸν Σπαρτιάτην φασὶν αὐτῷ πέμψαι αὐτόθι δωρεὰν ἀνδράποδα αἰχμάλωτα ἐκ Δαρδάνου· καὶ τὸν διαθέσθαι αὐτὰ ὡς ἠβούλετο· Ἠλείους τε στρατευσαμένους εἰς τὸν Σκιλλοῦντα [καὶ] βραδυνόντων τῶν Λακεδαιμονίων ἐξελεῖν τὸ χωρίον. ὅτε καὶ τοὺς υἱέας αὐτοῦ εἰς Λέπρεον ὑπεξελθεῖν4 μετʼ ὀλίγων οἰκετῶν, καὶ αὐτὸν Ξενοφῶντα εἰς τὴν Ἦλιν πρότερον, εἶτα [καὶ] εἰς Λέπρεον πρὸς τοὺς παῖδας, κἀκεῖθεν σὺν αὐτοῖς εἰς Κόρινθον διασωθῆναι καὶ αὐτόθι κατοικῆσαι. ἐν τούτῳ δὲ ψηφισαμένων τῶν Ἀθηναίων βοηθεῖν Λακεδαιμονίοις ἔπεμψε τοὺς παῖδας εἰς τὰς Ἀθήνας στρατευσομένους ὑπὲρ τῶν Λακεδαιμονίων.

人们还说,斯巴达人费洛皮达斯送给他从达耳达诺斯俘获的奴隶作为礼物,色诺芬按照自己的意愿处理了他们;厄利斯人进军斯基路斯,趁着拉刻代蒙人迟延之际攻占了该地。那时他的儿子们随少数家奴暗中逃往勒普雷翁,色诺芬自己先逃到厄利斯,然后去勒普雷翁与孩子们会合,又从那里与他们一同安全逃往科林斯并在那里定居。在此期间,雅典人通过决议援助拉刻代蒙人,他便把儿子们送到雅典,代表拉刻代蒙人出征。

语法注4 条
  1. 2.6.48ἀποκριναμένου δὲ πάλιν πυθέσθαι

    独立属格 ἀποκριναμένου(逻辑主语为色诺芬)之后接续不定式 πυθέσθαι(逻辑主语为苏格拉底),受句首 φασίν 统辖构成间接引语,通过分词与不定式交替体现问答双方的转换。

  2. 2.6.49τυφλὸς δὲ τῶν ἄλλων πάντων δεξαίμην ἂν ἢ Κλεινίου ἑνὸς ὄντος γενέσθαι

    短语 τυφλὸς τῶν ἄλλων πάντων 带有表示分离或限定的属格,意为“对其他所有事物视而不见”。比较连词 ἤ 与 δεξαίμην ἂν(虚拟语气+ἄν,表示潜在愿望“我宁愿接受”)相呼应,构成“宁愿看不见其他一切,也不愿在克勒尼阿斯单单一件事/人上盲目”的比较结构。

  3. 2.6.50οὐχὶ εἰ χρὴ ἀπιέναι πρὸς Κῦρον, ἀλλʼ ὅπως

    引导间接疑问从句的连词对比(εἰ 表示“是否”,ὅπως 表示“如何”)。在 ὅπως 之后,承接上下文省略了诸如向哪些神祗祈祷才能顺利成行等动词短语。

  4. 2.6.53Ἀλλὰ καὶ Φυλοπίδαν ... φασὶν αὐτῷ πέμψαι ... Ἠλείους τε ... ἐξελεῖν ... ὅτε καὶ τοὺς υἱέας αὐτοῦ ... ὑπεξελθεῖν

    由主动词 φασίν 所支配的一系列“宾格加不定式”结构(πέμψαι, διαθέσθαι, ἐξελεῖν)并列展开;甚至在由 ὅτε 引导的关系时间从句中,不定式(ὑπεξελθεῖν, διασωθῆναι, κατοικῆσαι)依然延续了间接引语的陈述语气。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:2.6.48-2.6.53