- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:2.5.42-2.5.47
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-23
苏格拉底在法庭上提出以在市政厅享用公膳作为对自己的惩戒,被陪审团判定死刑,他在狱中进行了哲学对谈与诗作后饮毒身亡。随后记叙了雅典人的追悔与对告发者的惩办,以及苏格拉底的生卒年代、对自然哲学的态度、生前死后的争胜者,并概述了苏格拉底学派的诸位继承人与叙述次序。
θορυβησάντων δὲ τῶν δικαστῶν, ἕνεκα μέν, εἶπε, τῶν ἐμοὶ διαπεπραγμένων τιμῶμαι τὴν δίκην τῆς ἐν πρυτανείῳ σιτήσεως1. Καὶ οἳ θάνατον αὐτοῦ κατέγνωσαν, προσθέντες ἄλλας ψήφους ὀγδοήκοντα. καὶ δεθεὶς μετʼ οὐ πολλὰς ἡμέρας ἔπιε τὸ κώνειον, πολλὰ καλὰ κἀγαθὰ διαλεχθείς, ἃ Πλάτων ἐν τῷ Φαίδωνί φησιν. ἀλλὰ καὶ παιᾶνα κατά τινας ἐποίησεν, οὗ ἡ ἀρχή· "Δήλιʼ Ἄπολλον χαῖρε, καὶ Ἄρτεμι, παῖδε κλεεινώ." Διονυσόδωρος δέ φησι μὴ εἶναι αὐτοῦ τὸν παιᾶνα. ἐποίησε δὲ καὶ μῦθον Αἰσώπειον οὐ πάνυ ἐπιτετευγμένως, οὗ ἡ ἀρχή· "Αἴσωπός ποτʼ ἔλεξε Κορίνθιον ἄστυ νέμουσι, μὴ κρίνειν ἀρετὴν λαοδίκῳ σοφίῃ."
当审判官们喧嚷鼓噪时,他说: “因着我所成就的事业, 他说, 我估定对自己应处的惩戒是在市政厅享受公款膳食。” 于是他们对他判处了死刑,又追加了八十票。在被囚禁没过几天之后,他便饮下了毒堇汁,此前他畅谈了许多美好而高尚的话题,柏拉图在《斐多篇》中记载了这些内容。此外,据某些人说,他还创作了一首赞歌,其开头是: “欢呼吧,提洛的阿波罗,以及阿尔忒弥斯,显赫的孪生子。” 然而狄奥尼索多罗斯说这首赞歌并非他所作。他还将伊索寓言改写为诗歌,写得并不算十分成功,其开头是: “伊索曾对居住在科林斯城的人们说, 切莫用民众法庭的智慧去评判美德。”
Ὁ μὲν οὖν ἐξ ἀνθρώπων ἦν· Ἀθηναῖοι δʼ εὐθὺς μετέγνωσαν, ὥστε κλεῖσαι καὶ παλαίστρας καὶ γυμνάσια. καὶ τοὺς μὲν 〈ἄλλους〉 ἐφυγάδευσαν, Μελήτου δὲ θάνατον κατέγνωσαν· Σωκράτην δὲ χαλκῇ εἰκόνι ἐτίμησαν, ἣν ἔθεσαν ἐν τῷ πομπείῳ, Λυσίππου ταύτην ἐργασαμένου. Ἄνυτόν τε ἐπιδημήσαντα αὐθημερὸν ἐξεκήρυξαν Ἡρακλεῶται. οὐ μόνον δʼ ἐπὶ Σωκράτους Ἀθηναῖοι πεπόνθασι τοῦτο, ἀλλὰ καὶ ἐπὶ πλείστων ὅσων. καὶ γὰρ Ὅμηρον, καθά φησιν Ἡρακλείδης, πεντήκοντα δραχμαῖς ὡς μαινόμενον ἐζημίωσαν, καὶ Τυρταῖον παρακόπτειν ἔλεγον, καὶ Ἀστυδάμαντα πρότερον τῶν περὶ Αἰσχύλον ἐτίμησαν εἰκόνι χαλκῇ.
于是他离开了人世;但雅典人随即悔悟,以致关闭了角力场和体育馆。他们把其他告发者流放国外,并对梅勒托斯判处死刑;他们还用吕西波斯制作的青铜雕像尊崇苏格拉底,将它安置在盛典厅中。至于阿纽托斯,在他客居赫拉克利亚的那一天,赫拉克利亚人就把他驱逐出境。雅典人不仅对苏格拉底做出这等事,对极多的人也是如此。正如赫拉克利德斯所说,他们甚至把荷马当作疯子课以五十德拉克马的罚款,说提尔泰奥斯心智失常,并且比埃斯库罗斯一派更早地为阿斯蒂达马斯设立了青铜雕像予以表彰。
Εὐριπίδης δὲ καὶ ὀνειδίζει αὐτοῖς ἐν τῷ Παλαμήδει λέγων· ἐκάνετʼ ἐκάνετε τὰν πάνσοφον τὰν οὐδὲν ἀλγύνουσαν ἀηδόνα μουσᾶν. καὶ τάδε μὲν ὧδε. Φιλόχορος δέ φησι προτελευτῆσαι τὸν Εὐριπίδην τοῦ Σωκράτους. Ἐγεννήθη δέ, καθά φησιν Ἀπολλόδωρος ἐν τοῖς Χρονικοῖς, ἐπὶ Ἀψεφίωνος ἐν τῷ τετάρτῳ ἔτει τῆς ἑβδομηκοστῆς ἑβδόμης Ὀλυμπιάδος, Θαργηλιῶνος ἕκτῃ, ὅτε καθαίρουσιν Ἀθηναῖοι τὴν πόλιν καὶ τὴν Ἄρτεμιν Δήλιοι γενέσθαι φασίν. ἐτελεύτησε δὲ τῷ πρώτῳ ἔτει τῆς ἐνενηκοστῆς πέμπτης Ὀλυμπιάδος, γεγονὼς ἐτῶν ἑβδομήκοντα. ταὐτά φησι καὶ Δημήτριος ὁ Φαληρεύς. ἔνιοι δὲ ἑξήκοντα ἐτῶν τελευτῆσαι αὐτόν φασιν.
欧里庇得斯在《帕拉墨得斯》中也谴责他们说: “你们杀害了,杀害了那位全智的、不伤任何人的缪斯夜莺。” 关于此事便说到这里;不过菲洛科罗斯说欧里庇得斯死于苏格拉底之前。 正如阿波罗多罗斯在《编年史》中所说,他出生于阿普塞菲翁任执政官之年,即第七十七届奥林匹亚周期的第四年,萨尔格利昂月的第六天,这一天正是雅典人净化城邦、提洛人称阿尔忒弥斯降生的日子。他死于第九十五届奥林匹亚周期的第一年,享年七十岁。法勒鲁姆的德米特里厄斯也说了同样的话;但有些人说他是六十岁去世的。
Ἀμφότεροι δʼ ἤκουσαν Ἀναξαγόρου, καὶ οὗτος καὶ Εὐριπίδης, ὃς καὶ τῷ πρώτῳ ἔτει τῆς ἑβδομηκοστῆς πέμπτης Ὀλυμπιάδος ἐγεννήθη ἐπὶ Καλλιάδου. Δοκεῖ δέ μοι καὶ περὶ τῶν φυσικῶν ὁ Σωκράτης διειλέχθαι· ὅπου γε καὶ περὶ προνοίας τινὰ διαλέγεται, καθά φησι καὶ Ξενοφῶν, καίτοι περὶ μόνων τῶν ἠθικῶν ποιεῖσθαι τοὺς λόγους αὐτὸν εἰπών. ἀλλὰ καὶ Πλάτων ἐν τῇ Ἀπολογίᾳ μνησθεὶς Ἀναξαγόρου καὶ ἄλλων τινῶν φυσικῶν, ἃ Σωκράτης ἀρνεῖται, περὶ τούτων αὐτὸς λέγει, καίπερ ἀνατιθεὶς πάντα Σωκράτει. Φησὶ δʼ Ἀριστοτέλης μάγον τινὰ ἐλθόντα ἐκ Συρίας εἰς Ἀθήνας τά τε ἄλλα καταγνῶναι τοῦ Σωκράτους, καὶ δὴ καὶ βίαιον ἔσεσθαι τὴν τελευτὴν αὐτῷ.
两个人都听过阿那克萨哥拉的讲课,即他和欧里庇得斯,后者出生于第七十五届奥林匹亚周期的第一年,卡利亚德斯任执政官之时。 在我看来,苏格拉底似乎也讨论过自然哲学;因为他甚至探讨了某些关于神意的问题,正如色诺芬所说,尽管色诺芬曾说苏格拉底只就伦理问题进行论述。此外,柏拉图在《申辩篇》中提及阿那克萨哥拉和其他一些自然哲学家,即苏格拉底所否认涉及的内容,柏拉图自己谈论了这些,尽管他把一切都归功于苏格拉底。 亚里士多德说,有一位从叙利亚来到雅典的占星巫师,不仅指出了苏格拉底的其他各种性情,而且还预言他必死于非命。
Ἔστι δὲ καὶ ἡμῶν εἰς αὐτὸν οὕτω· "πῖνέ νυν ἐν Διὸς ὤν, ὦ Σώκρατες· ἦ σε γὰρ ὄντως καὶ σοφὸν εἶπε θεός, καὶ θεὸς ἡ σοφίη. πρὸς γὰρ Ἀθηναίων κώνειον ἁπλῶς σὺ ἐδέξω· αὐτοὶ δʼ ἐξέπιον τοῦτο τεῷ στόματι2." Τούτῳ τις, καθά φησιν Ἀριστοτέλης ἐν τρίτῳ Περὶ ποιητικῆς, ἐφιλονείκει Ἀντίλοχος Λήμνιος καὶ Ἀντιφῶν ὁ τερατοσκόπος, ὡς Πυθαγόρᾳ Κύλων Κροτωνιάτης· καὶ Σύαγρος Ὁμήρῳ ζῶντι, ἀποθανόντι δὲ Ξενοφάνης ὁ Κολοφώνιος· καὶ Κέρκωψ Ἡσιόδῳ ζῶντι, τελευτήσαντι δὲ ὁ προειρημένος Ξενοφάνης· καὶ Πινδάρῳ Ἀμφιμένης ὁ Κῷος· Θάλητι δὲ Φερεκύδης καὶ Βίαντι Σάλαρος Πριηνεύς· Πιττακῷ Ἀντιμενίδας καὶ Ἀλκαῖος, Ἀναξαγόρᾳ Σωσίβιος, καὶ Σιμωνίδῃ Τιμοκρέων.
我们写给他的一首讽喻短诗如下: “如今在宙斯身旁饮吧,苏格拉底;因为实实在在 神称你为智者,而智慧本身便是神。 你不过是坦然从雅典人手中接过了毒堇汁; 但他们自己却借着你的口将其饮尽。” 正如亚里士多德在《诗学》第三卷中所说,曾与他竞争的有勒姆诺斯的安提洛克斯和占兆师安提丰,就像克罗顿的库隆与毕达哥拉斯竞争一样;荷马生前有休阿格罗斯与其作对,死后有科罗封的克塞诺芬尼;赫西俄德生前有刻耳科普斯与其作对,死后有前述的克塞诺芬尼;与品达作对的有科斯岛的安菲墨涅斯;与泰勒斯作对的有斐瑞居德斯,与比阿斯作对的有普里埃内的萨拉罗斯;与庇塔科斯作对的有安提墨尼达斯和阿尔卡埃乌斯,与阿那克萨哥拉作对的有索西比奥斯,与西摩尼得斯作对的有蒂莫克勒翁。
Τῶν δὲ διαδεξαμένων αὐτὸν τῶν λεγομένων Σωκρατικῶν οἱ κορυφαιότατοι μὲν Πλάτων, Ξενοφῶν, Ἀντισθένης· τῶν δὲ φερομένων δέκα3 οἱ διασημότατοι τέσσαρες, Αἰσχίνης, Φαίδων, Εὐκλείδης, Ἀρίστιππος. λεκτέον δὲ πρῶτον περὶ Ξενοφῶντος, εἶτα περὶ Ἀντισθένους ἐν τοῖς κυνικοῖς, ἔπειτα περὶ τῶν Σωκρατικῶν, εἶθʼ οὕτω περὶ Πλάτωνος, ἐπεὶ κατάρχει τῶν δέκα αἱρέσεων καὶ τὴν πρώτην Ἀκαδημείαν αὐτὸς συνεστήσατο. ἡ μὲν οὖν ἀκολουθία τοῦτον ἐχέτω τὸν τρόπον. Γέγονε δὲ καὶ ἕτερος Σωκράτης, ἱστορικός, περιήγησιν Ἄργους γεγραφώς· καὶ ἄλλος περιπατητικός, Βιθυνός· καὶ ἕτερος ἐπιγραμμάτων ποιητής· καὶ ὁ Κῷος, ἐπικλήσεις θεῶν γεγραφώς.
在继承他的所谓苏格拉底学派诸人中,领袖人物为柏拉图、色诺芬、安提斯泰尼;在相传的十人中,最著名的四位是埃斯基涅斯、斐多、欧几里得、阿里斯蒂波。我们应当首先论述色诺芬,然后在犬儒派中论述安提斯泰尼,随后论述苏格拉底学派诸人,再按此顺序论述柏拉图,因为他是十个学派的开创者,并且亲自建立了第一所学园。叙述的顺序便以此为准。 还有另外几位同名的苏格拉底:一位是撰写了阿尔戈斯游记的历史学家;一位是来自比提尼亚的漫步学派哲学家;一位是撰写警句诗的诗人;还有一位是撰写诸神称号的科斯岛人。
- 2.5.42τιμῶμαι τὴν δίκην τῆς ἐν πρυτανείῳ σιτήσεως
动词 τιμῶμαι 为中动语态,属于雅典法庭术语,意为“(被定罪的被告)为自身评估/提议反制刑罚”。τὴν δίκην 作内在宾格(“惩戒/判决”),而 τῆς ἐν πρυτανείῳ σιτήσεως 是表示评估内容(价值或刑罚)的属格。该句法结构表达苏格拉底挑衅性地提出将“在市政厅享用公膳”这一最高殊荣作为对自己的惩戒。
- 2.5.46αὐτοὶ δʼ ἐξέπιον τοῦτο τεῷ στόματι
在短诗的语境中,τεῷ στόματι 是表示手段或工具的与格(“借着你的口”)。雅典人以为通过让苏格拉底饮下毒汁处死了他,但具有讽刺意味的逆说在于:他们实际上是借苏格拉底之口饮尽了招致自身道德毁灭与耻辱的鸩毒。
- 2.5.47τῶν δὲ φερομένων δέκα
τῶν φερομένων 是现在时中被动态分词 φέρομαι 的部分属格形式,意为“流传的”、“口耳相传的”或“被公认列举的”。它限定 δέκα,并由后文的 οἱ διασημότατοι τέσσαρες(“最著名的四位”)所统辖,意即“在普遍相传的十人之中最著名的四位”。
