第欧根尼·拉尔修

哲人言行录

§2.5.36-2.5.41

对克珊蒂珀的机智言行与受审定罪的始末

苏格拉底通过对待克珊蒂珀的态度及机智言辞展现其泰然自若的处世风范;与此同时,德尔斐神谕及他对自负之人的驳斥招致了阿纽托斯等人的怨恨,最终导致他因不敬神和腐化青年的罪名被起诉并定罪。

← 上一节下一节 →

στρέψαντος δὲ Ἀντισθένους τὸ διερρωγὸς τοῦ τρίβωνος εἰς τοὐμφανές, ὁρῶ σου, ἔφη, διὰ τοῦ τρίβωνος τὴν κενοδοξίαν. πρὸς τὸν εἰπόντα, οὐ σοὶ λοιδορεῖται δεῖνα; οὐχί, ἔφη· ἐμοὶ γὰρ οὐ πρόσεστι ταῦτα. ἔλεγε δὲ τοῖς κωμικοῖς δεῖν ἐπίτηδες ἑαυτὸν διδόναι· εἰ μὲν γάρ τι τῶν προσόντων λέξειαν, διορθώσονται1· εἰ δʼ οὔ, οὐδὲν πρὸς ἡμᾶς. πρὸς Ξανθίππην πρότερον μὲν λοιδοροῦσαν, ὕστερον δὲ καὶ περιχέασαν αὐτῷ, οὐκ ἔλεγον, εἶπεν, ὅτι Ξανθίππη βροντῶσα καὶ ὕδωρ ποιήσει; πρὸς Ἀλκιβιάδην εἰπόντα ὡς οὐκ ἀνεκτὴ Ξανθίππη λοιδοροῦσα, ἀλλʼ ἔγωγʼ, ἔφη, συνείθισμαι, καθαπερεὶ καὶ τροχιλίας ἀκούων συνεχές.

当安提斯泰尼将破旧短袍的破烂之处翻到显眼的地方时, “我透过你的短袍, 他说, 看到了你的虚荣。” 对那个说“某人不是在辱骂你吗”的人, “没有, 他说; 因为这些毛病本就不属于我。” 他又常说,应当故意让自己任由喜剧诗人们嘲弄;因为如果他们谈论的是我们确实具有的缺点,他们就会予以纠正;但如果不是,那便与我们无关。对于起初辱骂他、后来甚至将水泼在他身上的克珊蒂珀, “我不是说过吗, 他说, 克珊蒂珀雷鸣之后,必定也会降下雨水来?” 阿尔基比亚德说克珊蒂珀的辱骂令人难以忍受时, “然而我自己, 他说, 已经习惯了,就像不断听着滑轮转动的声音一样。

καὶ σὺ μέν, εἶπε, χηνῶν βοώντων ἀνέχῃ. τοῦ δὲ εἰπόντος, ἀλλά μοι ᾠὰ καὶ νεοττοὺς τίκτουσι, κἀμοί, φησί, Ξανθίππη παιδία γεννᾷ. ποτὲ αὐτῆς ἐν ἀγορᾷ καὶ θοἰμάτιον περιελομένης συνεβούλευον οἱ γνώριμοι χερσὶν ἀμύνασθαι, νὴ Δίʼ, εἶπεν, ἵνʼ ἡμῶν πυκτευόντων ἕκαστος ὑμῶν λέγῃ, εὖ Σώκρατες, εὖ Ξανθίππη. ἔλεγε συνεῖναι τραχείᾳ γυναικὶ καθάπερ οἱ ἱππικοὶ θυμοειδέσιν ἵπποις. ἀλλʼ ὡς ἐκεῖνοι, φησί, τούτων κρατήσαντες ῥᾳδίως τῶν ἄλλων περιγίνονται, οὕτω κἀγὼ Ξανθίππῃ χρώμενος τοῖς ἄλλοις ἀνθρώποις συμπεριενεχθήσομαι. Ταῦτα δὴ καὶ τοιαῦτα λέγων καὶ πράττων πρὸς τῆς Πυθίας ἐμαρτυρήθη, Χαιρεφῶντι ἀνελούσης ἐκεῖνο δὴ τὸ περιφερόμενον, "ἀνδρῶν ἁπάντων Σωκράτης σοφώτατος."

“况且你自己, 他说, 不也忍受着鹅群的大声吵闹吗?” 当阿尔基比亚德说: “可是它们为我下蛋并孵出小鹅啊,” “而在我这里, 他说, 克珊蒂珀也为我生儿育女。” 有一次,她在广场上甚至扯掉了他的斗篷,熟人们劝他动手还击, “以宙斯起誓, 他说, 难道好让我们打起拳击来,而你们每个人都在一旁喝彩说‘打得好,苏格拉底!打得好,克珊蒂珀!’吗?” 他说,自己与性情暴躁的妇人生活在一起,正如骑手们对待烈马一样: “正如他们, 他说, 制服了这些烈马便能轻易驾驭其他的马,我通过与克珊蒂珀相处,也将能够与所有其他人融洽交往。” 因说着这些以及诸如此类的话、做着这般的事,他得到了皮提亚女祭司的作证;当凯勒丰求问神谕时,得到了那句广为流传的应答: “在所有众人之中,苏格拉底最为聪慧。

ἀφʼ οὗ δὴ καὶ ἐφθονήθη μάλιστα· καὶ δὴ καὶ ὅτι διήλεγχε τοὺς μέγα φρονοῦντας ἐφʼ ἑαυτοῖς ὡς ἀνοήτους, καθάπερ ἀμέλει καὶ τὸν Ἄνυτον, ὡς καὶ ἐν τῷ Πλάτωνός ἐστι Μένωνι. οὗτος γὰρ οὐ φέρων τὸν ὑπὸ Σωκράτους χλευασμὸν πρῶτον μὲν ἐπήλειψεν αὐτῷ τοὺς περὶ Ἀριστοφάνην, ἔπειτα καὶ Μέλητον συνέπεισεν ἀπενέγκασθαι κατʼ αὐτοῦ γραφὴν ἀσεβείας καὶ τῶν νέων διαφθορᾶς. Ἀπηνέγκατο μὲν οὖν τὴν γραφὴν Μέλητος, εἶπε δὲ τὴν δίκην Πολύευκτος, ὥς φησι Φαβωρῖνος ἐν Παντοδαπῇ ἱστορίᾳ· συνέγραψε δὲ τὸν λόγον Πολυκράτης σοφιστής, ὥς φησιν Ἕρμιππος, Ἄνυτος, ὥς τινες· προητοίμασε δὲ πάντα Λύκων δημαγωγός.

正是从这时起,他受到的嫉妒达到了极点;也因为他把那些自命不凡的人当作愚蠢之辈来驳斥,就像对待阿纽托斯那样,这在柏拉图的《美诺篇》中亦有记载。阿纽托斯无法忍受苏格拉底的嘲讽,先是唆使阿里斯托芬一帮人攻击他,随后又劝说梅勒托斯对他提起不敬神与败坏青年的公诉。 于是梅勒托斯提交了诉状,而波吕欧克托斯发表了控诉演说,正如法沃里努斯在《杂史》中所说;智者波吕克拉特撰写了演说辞(正如赫尔米波斯所说),或者如某些人所说是阿纽托斯撰写的;而蛊惑民心的政客吕孔则在事先准备好了一切。

Ἀντισθένης δʼ ἐν ταῖς τῶν φιλοσόφων Διαδοχαῖς καὶ Πλάτων ἐν Ἀπολογίᾳ τρεῖς αὐτοῦ κατηγορῆσαί φασιν, Ἄνυτον καὶ Λύκωνα καὶ Μέλητον· τὸν μὲν Ἄνυτον ὡς ὑπὲρ τῶν δημιουργῶν καὶ τῶν πολιτικῶν ὀργιζόμενον· τὸν δὲ Λύκωνα ὑπὲρ τῶν ῥητόρων· καὶ τὸν Μέλητον ὑπὲρ τῶν ποιητῶν, οὓς ἅπαντας Σωκράτης διέσυρε. Φαβωρῖνος δέ φησιν ἐν τῷ πρώτῳ τῶν Ἀπομνημονευμάτων μὴ εἶναι ἀληθῆ τὸν λόγον τὸν Πολυκράτους κατὰ Σωκράτους· ἐν αὐτῷ γάρ, φησί, μνημονεύει τῶν ὑπὸ Κόνωνος τειχῶν ἀνασταθέντων, γέγονεν ἔτεσιν ἓξ τῆς τοῦ Σωκράτους τελευτῆς ὕστερον. καὶ ἔστιν οὕτως ἔχον.

然而安提斯泰尼在《哲学家传承录》中,以及柏拉图在《申辩篇》中,都称有三个人指控了他:阿纽托斯、吕孔和梅勒托斯——阿纽托斯是代表工匠和政治家发怒,吕孔代表修辞学家,梅勒托斯代表诗人,这所有人苏格拉底都曾严加批驳。但法沃里努斯在《回忆录》第一卷中说,波吕克拉特控告苏格拉底的演说并非真实之作;他说,因为其中提到了科农重建的城墙,而这件事发生于苏格拉底死后六年。事实确是如此。

δʼ ἀντωμοσία2 τῆς δίκης τοῦτον εἶχε τὸν τρόπον· ἀνάκειται γὰρ ἔτι καὶ νῦν, φησὶ Φαβωρῖνος, ἐν τῷ Μητρῴῳ· τάδε ἐγράψατο καὶ ἀντωμόσατο Μέλητος Μελήτου Πιτθεὺς Σωκράτει Σωφρονίσκου Ἀλωπεκῆθεν· ἀδικεῖ Σωκράτης, οὓς μὲν πόλις νομίζει θεοὺς οὐ νομίζων, ἕτερα δὲ καινὰ δαιμόνια εἰσηγούμενος· ἀδικεῖ δὲ καὶ τοὺς νέους διαφθείρων. τίμημα θάνατος. δʼ οὖν φιλόσοφος, Λυσίου γράψαντος ἀπολογίαν αὐτῷ, διαναγνοὺς ἔφη, καλὸς μὲν λόγος, Λυσία, οὐ μὴν ἁρμόττων γʼ ἐμοί. δηλαδὴ γὰρ ἦν τὸ πλέον δικανικὸς ἐμφιλόσοφος.

审判的宣誓起诉状具有如下内容;因为法沃里努斯说,它至今仍保存在母神殿中: “皮特霍斯区的梅勒托斯之子梅勒托斯,对阿洛佩克区的索弗罗尼斯克斯之子苏格拉底宣誓提起如下指控:苏格拉底违法犯罪,不承认城邦所承认的诸神,反而引入其他新奇的神灵;他亦因败坏青年而违法犯罪。建议判处的刑罚为死刑。” 于是这位哲学家在吕西亚斯为他写了一篇辩护辞之后,通读了一遍便说道: “这篇演说辞很出色,吕西亚斯,但委实不适合于我。” 因为显而易见,它更多具有法庭讼辩的性质,而非哲学的风格。

εἰπόντος δὲ τοῦ Λυσίου, πῶς, εἰ καλός ἐστιν λόγος, οὐκ ἄν σοι ἁρμόττοι; ἔφη, οὐ γὰρ καὶ ἱμάτια καλὰ καὶ ὑποδήματα εἴη ἂν ἐμοὶ ἀνάρμοστα; Κρινομένου δʼ αὐτοῦ φησιν Ἰοῦστος Τιβεριεὺς ἐν τῷ Στέμματι Πλάτωνα ἀναβῆναι ἐπὶ τὸ βῆμα καὶ εἰπεῖν, νεώτατος ὤν, ἄνδρες Ἀθηναῖοι, τῶν ἐπὶ τὸ βῆμα ἀναβάντων· τοὺς δὲ δικαστὰς ἐκβοῆσαι, Κατάβα, κατάβα [τουτέστι κατάβηθι]. ὅτʼ οὖν καὶ κατεδικάσθη διακοσίαις ὀγδοήκοντα μιᾷ πλείοσι ψήφοις τῶν ἀπολυουσῶν3· καὶ τιμωμένων τῶν δικαστῶν τί χρὴ παθεῖν αὐτὸν ἀποτῖσαι, πέντε καὶ εἴκοσιν ἔφη δραχμὰς ἀποτίσειν. Εὐβουλίδης μὲν γάρ φησιν ἑκατὸν ὁμολογῆσαι·

当吕西亚斯说: “如果演说辞很出色,怎么会不适合于你呢?” 他说: “难道华美的斗篷和鞋履就不能对我不合身吗?” 在他受审时,提比利亚的尤斯图斯在《花冠》中说,柏拉图走上讲坛并说道: “雅典的男人们,我是走上讲坛的人中最年轻的一位……” 审判官们却大声哄喊:“下去,下去!”(即从讲坛上下来)。随后,当他以比判决无罪的票数多出二百八十一票被定罪时,审判官们估定他应当承受何种刑罚或支付何种赔偿,他说自己愿意赔偿二十五德拉克马;不过欧布利德斯说,他同意赔偿一百德拉克马。

语法注3 条
  1. 2.5.36διορθώσονται

    动词 διορθόω 的将来时中间位形式。在此处既可理解为被动含义(“将被纠正”),亦可理解为反身或不及物含义(“自省改正”)。承接前文条件句 εἰ μέν τι τῶν προσόντων λέξειαν(“如果他们指出了真正属于我们的毛病”),此处表示因喜剧作家的揭露而使人的缺点得以纠正。

  2. 2.5.40ἀντωμοσία

    在雅典法庭诉讼程序中,ἀντωμοσία 指原告与被告在宣誓其陈述真实后递交的“宣誓起诉状”或“宣誓答辩书”。此处专指梅勒托斯经由宣誓正式提交的起诉状原文。

  3. 2.5.41διακοσίαις ὀγδοήκοντα μιᾷ πλείοσι ψήφοις τῶν ἀπολυουσῶν

    在此结构中,διακοσίαις ὀγδοήκοντα μιᾷ 是修饰比较级 πλείοσι 的表示差异程度的与格(dative of degree of difference),而 τῶν ἀπολυουσῶν 则是比较属格(genitive of comparison),字面意为“比无罪票多出二百八十一票”。与柏拉图《申辩篇》(36a)中“若改动三十票便可无罪”(即票数极其接近)的记述相比,第欧根尼·拉尔修在此采录的文献传统将票差记载得极其悬殊。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:2.5.36-2.5.41