- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:2.5.30-2.5.35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-23
记述苏格拉底安贫乐道、教导友人与青年、论德性与几何学的诸多言行,以及他在面对死刑判决与临终饮毒时的超然机智。
Ἐπῆρε δὲ καὶ εἰς φρόνημα Ἰφικράτην τὸν στρατηγόν, δείξας αὐτῷ τοῦ κουρέως Μειδίου ἀλεκτρυόνας ἀντίον τῶν Καλλίου πτερυξαμένους. καὶ αὐτὸν Γλαυκωνίδης ἠξίου τῇ πόλει περιποιεῖν καθάπερ φασιανὸν ὄρνιν ἢ ταώ. Ἔλεγε δὲ ὡς θαυμαστὸν πρόβατα μὲν ἕκαστον εἰπεῖν ἂν ῥᾳδίως ὅσα ἔχει, φίλους δʼ οὐκ ἂν ὀνομάσαι1 ὁπόσους κέκτηται· οὕτως ὀλιγώρως ἔχειν περὶ αὐτούς. ὁρῶν δʼ Εὐκλείδην ἐσπουδακότα περὶ τοὺς ἐριστικοὺς λόγους, ὦ Εὐκλείδη, ἔφη, σοφισταῖς μὲν δυνήσῃ χρῆσθαι, ἀνθρώποις δὲ οὐδαμῶς. ἄχρηστον γὰρ ᾤετο εἶναι τὴν περὶ ταῦτα γλισχρολογίαν, ὡς καὶ Πλάτων ἐν Εὐθυδήμῳ φησί.
他还曾通过向将领伊菲克拉特展示理发师梅迪阿斯的公鸡如何振翼抗击卡利亚斯的公鸡,从而激发了他的士气。格劳科尼德甚至认为应当像对待雉鸡或孔雀那样,将他为城邦保全下来。 他常说,令人惊异的是,人人都能够轻而易举地说出自己拥有多少头羊,却说不出自己结交了多少位朋友,他们对待朋友竟是如此漠不关心。当看到欧克里德热衷于辩驳之术时,他说: “欧克里德啊, 你能与智者们打交道,但绝无法与常人交往。” 因为他认为围绕这些事情咬文嚼字是毫无用处的,柏拉图在《欧梯德谟篇》中亦有此说。
Χαρμίδου τε οἰκέτας αὐτῷ διδόντος, ἵνʼ ἀπʼ αὐτῶν προσοδεύοιτο, οὐχ εἵλετο· καὶ τὸ κάλλος ὑπερεῖδεν Ἀλκιβιάδου κατά τινας. καὶ ἐπῄνει σχολὴν ὡς κάλλιστον κτημάτων, καθὰ καὶ Ξενοφῶν ἐν Συμποσίῳ φησίν. ἔλεγε δὲ καὶ ἓν μόνον ἀγαθὸν εἶναι, τὴν ἐπιστήμην, καὶ ἓν μόνον κακόν, τὴν ἀμαθίαν· πλοῦτον δὲ καὶ εὐγένειαν οὐδὲν σεμνὸν ἔχειν· πᾶν δὲ τοὐναντίον κακόν. εἰπόντος γοῦν τινος αὐτῷ ὡς εἴη Ἀντισθένης μητρὸς Θρᾴττης, σὺ δʼ ᾤου, ἔφη, οὕτως ἂν γενναῖον ἐκ δυοῖν Ἀθηναίων γενέσθαι; Φαίδωνα δὲ διʼ αἰχμαλωσίαν ἐπʼ οἰκήματος καθήμενον προσέταξε Κρίτωνι λυτρώσασθαι, καὶ φιλόσοφον ἀπειργάσατο.
当卡尔米德要送他奴仆以便他从中获取收益时,他未予接受;据某些人说,他也蔑视阿尔基比亚德的俊美。他称赞闲暇是诸般财富中最美好者,正如色诺芬在《会饮篇》中所言。他亦常说,唯一的善是知识,唯一的恶是无知;而财富与显贵毫无尊严可言,恰恰相反纯属祸害。实际上,当有人对他说安提斯泰尼的母亲是色雷斯人时,他说: “难道你以为, 如此高贵的人能出自雅典人父母吗?” 而当斐多因沦为战俘而被拘于妓院时,他责令克里同将其赎出,并将其造就为一位哲学家。
Ἀλλὰ καὶ λυρίζειν ἐμάνθανεν ἤδη γηραιός, μηδὲν λέγων ἄτοπον εἶναι ἅ τις μὴ οἶδεν ἐκμανθάνειν. ἔτι τε ὠρχεῖτο συνεχές, τῇ τοῦ σώματος εὐεξίᾳ λυσιτελεῖν ἡγούμενος τὴν τοιαύτην γυμνασίαν, ὡς καὶ Ξενοφῶν ἐν Συμποσίῳ φησίν. ἔλεγε δὲ καὶ προσημαίνειν τὸ δαιμόνιον τὰ μέλλοντα αὐτῷ· τό τε εὖ [ἄρχεσθαι] μικρὸν μὲν μὴ εἶναι, παρὰ μικρὸν δέ2· καὶ εἰδέναι μὲν μηδὲν πλὴν αὐτὸ τοῦτο [εἰδέναι]. τούς τε τὰ πρώϊμα πολλοῦ ἐωνημένους ἀπογινώσκειν ἔλεγεν εἰς τὰς ὥρας ἐλθεῖν. καί ποτε ἐρωτηθείς, τίς ἀρετὴ νέου, τὸ μηδὲν ἄγαν, εἶπεν. ἔφασκέ τε δεῖν γεωμετρεῖν μέχρι ἄν τις μέτρῳ δύνηται γῆν παραλαβεῖν καὶ παραδοῦναι.
不仅如此,他甚至在年老时还学习弹奏里拉琴,说充分学习自己不知之事绝非怪事。此外,他经常跳舞,认为此类锻炼有益于身体的健康强健,正如色诺芬在《会饮篇》中所言。他还说,神灵的征兆会预先向他显示未来的事;而且做好一件事并非小事,却取决于细微之处;除了知道自己一无所知这一点之外,自己一无所知。他还说,那些高价购买早熟之物的人,是对活到应季之时心存绝望。有一次被问及年轻人的德性是什么时,他说: “凡事勿过度。” 他亦称,学习几何学只需达到能够通过测量交接土地即可。
Εὐριπίδου δʼ ἐν τῇ Αὔγῃ εἰπόντος περὶ ἀρετῆς, "κράτιστον εἰκῆ ταῦτʼ ἐᾶν ἀφειμένα," ἀναστὰς ἐξῆλθε, φήσας γελοῖον εἶναι ἀνδράποδον μὲν μὴ εὑρισκόμενον ἀξιοῦν ζητεῖν, ἀρετὴν δʼ οὕτως ἐᾶν ἀπολωλέναι. ἐρωτηθεὶς πότερον γῆμαι ἢ μή, ἔφη, ὃ ἂν αὐτῶν ποιήσῃς, μεταγνώσῃ. ἐλεγέ τε θαυμάζειν τῶν τὰς λιθίνας εἰκόνας κατασκευαζομένων τοῦ μὲν λίθου προνοεῖν ὅπως ὁμοιότατος ἔσται, αὑτῶν δʼ ἀμελεῖν3, ὡς μὴ ὁμοίους τῷ λίθῳ φαίνεσθαι. ἠξίου δὲ καὶ τοὺς νέους συνεχὲς κατοπτρίζεσθαι, ἵνʼ εἰ μὲν καλοὶ εἶεν, ἄξιοι γίγνοιντο· εἰ δʼ αἰσχροί, παιδείᾳ τὴν δυσείδειαν ἐπικαλύπτοιεν.
当欧里庇得斯在《奥革》中论及德性说: “任由这些事情听其自然弃置一旁,最为妥当,”他便起身离场,并说,若奴隶走失了人们尚且认为应当寻找,却任由德性如此沦丧,这未免荒谬。当被问及应当结婚还是不结婚时,他说: “无论你做其中哪一样,你都必将后悔。” 他还说,他感到奇怪的是,那些雕琢石像的人,苦心顾及如何使石雕尽可能逼真,却忽视了自己,以致让自己显得宛如顽石。他还主张年轻人应常常照镜子,以便容貌俊美者能使品行与容貌相称,容貌丑陋者能以学养掩盖其陋相。
Καλέσας ἐπὶ δεῖπνον πλουσίους, καὶ τῆς Ξανθίππης αἰδουμένης ἔφη, θάρρει· εἰ μὲν γὰρ εἶεν μέτριοι, συμπεριενεχθεῖεν ἄν· εἰ δὲ φαῦλοι, ἡμῖν αὐτῶν οὐδὲν μελήσει. ἔλεγέ τε τοὺς μὲν ἄλλους ἀνθρώπους ζῆν ἵνʼ ἐσθίοιεν· αὐτὸς δὲ ἐσθίειν ἵνα ζῴη. πρὸς τὸ οὐκ ἀξιόλογον πλῆθος ἔφασκεν ὅμοιον εἴ τις τετράδραχμον ἓν ἀποδοκιμάζων τὸν ἐκ τῶν τοιούτων σωρὸν ὡς δόκιμον ἀποδέχοιτο4. Αἰσχίνου δὲ εἰπόντος, πένης εἰμὶ καὶ ἄλλο μὲν οὐδὲν ἔχω, δίδωμι δέ σοι ἐμαυτόν, ἆρʼ οὖν, εἶπεν, οὐκ αἰσθάνῃ τὰ μέγιστά μοι διδούς; τὸν ἀποδυσπετοῦντα ἐπὶ τῷ παρορᾶσθαι, ὁπότε ἐπανέστησαν οἱ τριάκοντα, ἆρα, ἔφη, μήτι σοι μεταμέλει;
当他邀请富人赴宴而克珊蒂珀面露羞窘时,他说: “放心吧;如果他们是通达明理之人,自然会随和相待;如果他们是鄙俗之徒,我们根本无须在意。” 他又说,其他人活着是为了吃饭,而他自己吃饭是为了活着。对于无足轻重的民众,他说这好比有人将一枚四德拉克马银币判定为伪币予以拒收,却将由此类银币堆积成的钱堆视为真币全盘接纳。当埃斯基涅斯说: “我很贫穷,别无长物,唯将我自己奉献给你,”他说: “难道你没有意识到, 你献给我的是最重大的礼物吗?” 对于在三十僭主起事时因受到忽视而愤愤不平的人,他说: “难道你对此有什么懊悔的吗?”
πρὸς τὸν εἰπόντα, θάνατόν σου κατέγνωσαν Ἀθηναῖοι, κἀκείνων, εἶπεν, ἡ φύσις. οἱ δὲ τοῦτʼ Ἀναξαγόρου φασί. τῆς γυναικὸς εἰπούσης, ἀδίκως ἀποθνήσκεις, σὺ δέ, ἔφη, δικαίως ἐβούλου; ὄναρ δόξας τινὰ αὐτῷ λέγειν, "ἤματί κεν τριτάτῳ Φθίην ἐρίβωλον ἵκοιο," πρὸς Αἰσχίνην ἔφη, εἰς τρίτην ἀποθανοῦμαι. μέλλοντί τε αὐτῷ τὸ κώνειον πίεσθαι Ἀπολλόδωρος ἱμάτιον ἐδίδου καλόν, ἵνʼ ἐκείνῳ ἐναποθάνοι· καὶ ὅς, τί δέ, ἔφη, τὸ ἐμὸν ἱμάτιον ἐμβιῶναι μὲν ἐπιτήδειον, ἐναποθανεῖν δὲ οὐχί; πρὸς τὸν εἰπόντα, κακῶς ὁ δεῖνά σε λέγει, καλῶς γάρ, ἔφη, λέγειν οὐκ ἔμαθε.
对那个说“雅典人已判处你死刑”的人,他说: “而大自然也已判处了他们死刑。” (亦有人称此言出自阿那克萨哥拉。)当妻子说: “你是不公正地赴死啊,”他说: “难道你 希望我公正地赴死吗?” 当在梦中仿佛听见有人对他说: “第三日你将抵达肥沃的普提亚,”他对埃斯基涅斯说: “后天我便将死去。” 当他将要饮下毒芹汁时,阿波罗多洛斯递给他一件华美的斗篷,好让他穿裹着它离世;他却说: “怎么, 我的斗篷适于活着穿,难道就不适于死时穿吗?” 对那个说“某人在说你坏话”的人,他说: “因为把话说得漂亮, 他本就从未学过。”
- 2.5.30ὡς θαυμαστὸν πρόβατα μὲν ἕκαστον εἰπεῖν ἂν ῥᾳδίως... φίλους δʼ οὐκ ἂν ὀνομάσαι
连词 ὡς 引导间接引语,其后省略系动词 ἐστί,谓语为 θαυμαστόν。该表语所带的真实主语是由 ἄν 与不定式 εἰπεῖν ἂν 及 ὀνομάσαι ἂν 构成的对照并列结构,ἄν + 不定式表示潜在或可能(“本能够说出……却说不出”)。
- 2.5.32παρὰ μικρὸν δέ
与前句 μικρὸν μὲν μὴ εἶναι 相对照的习语。παρά 接宾格 μικρόν 表示“相差无几”或“取决于细微之处”。整句格言的含义是:做好一件事本身绝非小事,却往往系于微末细节之间。
- 2.5.33θαυμάζειν τῶν τὰς λιθίνας εἰκόνας κατασκευαζομένων τοῦ μὲν λίθου προνοεῖν... αὑτῶν δʼ ἀμελεῖν
动词 θαυμάζω 支配表示情感对象或来源的属格(τῶν κατασκευαζομένων),其后由 μέν...δέ 连接的两个不定式(προνοεῖν 与 ἀμελεῖν)则充当说明具体行为与惊异内容的补足成分(即这群石匠顾此失彼的行径)。
- 2.5.34ὅμοιον εἴ τις τετράδραχμον ἓν ἀποδοκιμάζων τὸν ἐκ τῶν τοιούτων σωρὸν ὡς δόκιμον ἀποδέχοιτο
属于比较省略句,ὅμοιον 之后省略了 εἶναι 或 ποιεῖν,相当于 ὅμοιον ὡς εἴ τις(正如有人……一般)中省去了 ὡς。条件句中的祈愿语气 ἀποδέχοιτο 引导一个假设性的比喻情境。
