第欧根尼·拉尔修

哲人言行录

§2.5.24-2.5.29

苏格拉底的政治操守与自足清贫的生活行谊

本段记述苏格拉底坚定的政治操守、自足清贫的生活作风、婚姻情况、对他人讥讽的超然态度,以及善于因势利导勉励或劝阻他人的行谊。

← 上一节下一节 →

Ἦν δὲ καὶ ἰσχυρογνώμων καὶ δημοκρατικός, ὡς δῆλον ἔκ τε τοῦ μὴ εἶξαι τοῖς περὶ Κριτίαν, κελεύουσι Λέοντα τὸν Σαλαμίνιον, ἄνδρα πλούσιον, ἀγαγεῖν πρὸς αὐτούς, ὥστε ἀπολέσθαι· ἀλλὰ καὶ μόνος ἀποψηφίσασθαι τῶν δέκα στρατηγῶν. καὶ ἐνὸν αὐτῷ ἀποδρᾶναι1 τῆς εἱρκτῆς μὴ ἐθελῆσαι· τοῖς τε κλαίουσιν αὐτὸν ἐπιπλῆξαι καὶ τοὺς καλλίστους λόγους ἐκείνους δεδεμένον διαθέσθαι. Αὐτάρκης τε ἦν καὶ σεμνός. καί ποτε Ἀλκιβιάδου, καθά φησι Παμφίλη ἐν τῷ ἑβδόμῳ τῶν Ὑπομνημάτων, διδόντος αὐτῷ χώραν μεγάλην, ἵνα ἐνοικοδομήσηται οἰκίαν, φάναι, καὶ εἰ ὑποδημάτων ἔδει, καὶ βύρσαν μοι ἐδίδους, ἵνʼ ἐμαυτῷ ὑποδήματα ποιησαίμην, καταγέλαστος ἂν ἦν λαβών2.

他既意志坚定,又拥护民主,这从他不屈服于克里提阿斯一伙便显而易见——当时他们命令他将萨拉米斯的富人莱翁押解给他们以便处死;而且在审判十将军时,他是唯一投反对票的人。此外,当本可以越狱逃跑时,他却不肯离去;他责备那些为他哭泣的人,并在戴着锁链时发表了那些最美妙的论辩。 他自足自立且庄重自尊。正如潘菲勒在《回忆录》第七卷中所言,有一次阿尔基比亚德要送他一大块土地以便他建造房屋,据说他回答道: “如果我需要鞋子,而你送我一张皮革好让我给自己做鞋,要是我收下了,我岂不成了一个笑柄。

πολλάκις δʼ ἀφορῶν εἰς τὰ πλήθη τῶν πιπρασκομένων ἔλεγε πρὸς αὑτόν, πόσων ἐγὼ χρείαν οὐκ ἔχω. καὶ συνεχὲς ἐκεῖνα ἀνεφθέγγετο τὰ ἰαμβεῖα· "τὰ δʼ ἀργυρώματʼ ἐστὶν τε πορφύρα εἰς τοὺς τραγῳδοὺς χρήσιμʼ, οὐκ εἰς τὸν βίον." ὑπερεφρόνησε δὲ καὶ Ἀρχελάου τοῦ Μακεδόνος καὶ Σκόπα τοῦ Κρανωνίου καὶ Εὐρυλόχου τοῦ Λαρισσαίου, μήτε χρήματα προσέμενος παρʼ αὐτῶν, μήτε παρʼ αὐτοὺς ἀπελθών. εὔτακτός τε ἦν τὴν δίαιταν οὕτως, ὥστε πολλάκις Ἀθήνησι λοιμῶν γενομένων μόνος οὐκ ἐνόσησε.

他常常注视着市场上售卖的大批物品,自言自语道: “有多少东西是我用不着的啊!” 他经常诵念这些抑扬格诗句: “银器与紫袍, 对悲剧演员有用,对实际生活却无益。” 他还蔑视马其顿的阿耳刻拉奥、克兰农的斯科帕斯和拉里萨的欧律洛科斯,既不接受他们的金钱,也不前往他们那里。他的生活方式极有条理,以至于雅典多次发生瘟疫时,唯独他一人没有染病。

Φησὶ δʼ Ἀριστοτέλης δύο γυναῖκας αὐτὸν ἀγαγέσθαι· προτέραν μὲν Ξανθίππην, ἐξ ἧς αὐτῷ γενέσθαι Λαμπροκλέα· δευτέραν δὲ Μυρτώ, τὴν Ἀριστείδου τοῦ δικαίου θυγατέρα, ἣν καὶ ἄπροικον λαβεῖν, ἐξ ἧς γενέσθαι Σωφρονίσκον καὶ Μενέξενον. οἱ δὲ προτέραν γῆμαι τὴν Μυρτώ φασιν· ἔνιοι δὲ καὶ ἀμφοτέρας σχεῖν ὁμοῦ, ὧν ἐστι Σάτυρός τε καὶ Ἱερώνυμος Ῥόδιος. φασὶ γὰρ βουληθέντας Ἀθηναίους διὰ τὸ λειπανδρεῖν συναυξῆσαι τὸ πλῆθος, ψηφίσασθαι γαμεῖν μὲν ἀστὴν μίαν, παιδοποιεῖσθαι δὲ καὶ ἐξ ἑτέρας· ὅθεν τοῦτο ποιῆσαι καὶ Σωκράτην.

亚里士多德说他娶过两个妻子:前妻是克珊蒂珀,为他生了兰普罗克勒斯;后妻是“正义者”阿里斯泰德之女米尔托,他未要嫁妆便娶了她,她为他生了索弗罗尼斯科斯和墨涅克塞诺斯。但另有人说他先娶的是米尔托;还有些人(其中包括萨图罗斯和罗德岛的希埃罗纽莫斯)称他同时拥有这两个妻子。因为据说雅典人由于人丁稀少想要增加人口,便通过决议:既可迎娶一位同邦女子为妻,亦可与另一位女子生育子女;苏格拉底因此也照样做了。

Ἦν δʼ ἱκανὸς καὶ τῶν σκωπτόντων [αὐτὸν] ὑπερορᾶν. καὶ ἐσεμνύνετο ἐπὶ τῇ εὐτελείᾳ, μισθόν τε οὐδένα εἰσεπράξατο. καὶ ἔλεγεν ἥδιστα ἐσθίων ἥκιστα ὄψου προσδεῖσθαι· καὶ ἥδιστα πίνων ἥκιστα τὸ μὴ παρὸν ποτὸν ἀναμένειν· καὶ ἐλαχίστων δεόμενος ἔγγιστα εἶναι θεῶν. τοῦτο δʼ ἐνέσται καὶ παρὰ τῶν κωμῳδοποιῶν λαβεῖν, οἳ λανθάνουσιν ἑαυτοὺς διʼ ὧν σκώπτουσιν ἐπαινοῦντες αὐτόν3. Ἀριστοφάνης μὲν οὕτως· " τῆς μεγάλης ἐπιθυμήσας σοφίας ἄνθρωπε δικαίως, ὡς εὐδαίμων παρʼ Ἀθηναίοις καὶ τοῖς Ἕλλησι διάξεις. εἶ γὰρ μνήμων καὶ φροντιστής, καὶ τὸ ταλαίπωρον ἔνεστιν ἐν τῇ γνώμῃ, κοὔτε τι κάμνεις οὔθʼ ἑστὼς οὔτε βαδίζων, οὔτε ῥιγῶν ἄχθει λίαν, οὔτʼ ἀρίστων ἐπιθυμεῖς, οἴνου τʼ ἀπέχει κἀδηφαγίας καὶ τῶν ἄλλων ἀνοήτων."

他也极善于蔑视嘲弄他的人。他以简朴为荣,从不收取任何报酬。他常说,吃得最甘甜的人最不需要珍馐调味,喝得最畅快的人最不渴望手头没有的饮料;而所需最少的人离神明最近。这一点也可以从喜剧诗人们那里看出,他们在嘲讽他时,反倒在不知不觉中赞美了他。阿里斯托芬这样写道: “啊,你这位名正言顺地热望大智慧的人, 你将在雅典人与希腊人中过上多么幸福的生活! 因为你善于记忆、善于深思,坚忍之志 存于你的心智;你无论站立还是行走都不觉疲惫, 既不因受冻而备感痛苦,也不贪恋午餐,且远离酒色暴食与其他愚妄之事。

Ἀμειψίας δʼ ἐν τρίβωνι παράγων αὐτὸν φησὶν οὕτως· "Σώκρατες ἀνδρῶν βέλτιστʼ ὀλίγων, πολλῷ δὲ ματαιόταθʼ, ἥκεις καὶ σὺ πρὸς ἡμᾶς. καρτερικός γʼ εἶ. πόθεν ἄν σοι χλαῖνα γένοιτο; Β. τουτὶ τὸ κακὸν κατʼ ἐπήρειαν τῶν σκυτοτόμων γεγένηται. Α. οὗτος μέντοι πεινῶν οὕτως οὐπώποτʼ ἔτλη κολακεῦσαι." τοῦτο δʼ αὐτοῦ τὸ ὑπεροπτικὸν καὶ μεγαλόφρον ἐμφαίνει καὶ Ἀριστοφάνης λέγων οὕτως, "ὅτι βρενθύει τʼ ἐν ταῖσιν ὁδοῖς, καὶ τὠφθαλμὼ παραβάλλεις, κἀνυπόδητος κακὰ πόλλʼ ἀνέχει, κἀν ἡμῖν σεμνοπροσωπεῖς." καίτοι ἐνίοτε πρὸς τοὺς καιροὺς ἁρμοττόμενος καὶ λαμπρὰ ἠμπίσχετο· καθάπερ ἐν τῷ Πλάτωνος συμποσίῳ παρʼ Ἀγάθωνα βαδίζων.

阿梅普西亚斯在戏中让他身穿粗劣斗篷登场,这样说道: “苏格拉底,在少数人中你最卓越,但在多数人中你最荒唐,你也来到我们这里了。你倒真是坚忍!从哪儿能弄来一件厚斗篷给你呢?乙:这件祸事全因鞋匠们的恶意刁难而起。甲:然而此人虽饥肠辘辘,却从未俯就过谄媚。” 他的这种傲然自得与高迈精神,在阿里斯托芬的诗句中亦有体现: “因为你在街道上昂首阔步,斜眼睥睨, 赤脚忍受诸多苦楚,在我们中间摆出一副道貌岸然的模样。” 不过,他有时也会随顺时宜身着华服;正如在柏拉图的《会饮篇》中,他去往阿伽通家赴宴时那样。

Ἱκανὸς δʼ ἀμφότερα ἦν, καὶ προτρέψαι καὶ ἀποτρέψαι. ὥσπερ τὸν Θεαίτητον περὶ ἐπιστήμης διαλεχθεὶς ἔνθεον ἀπέπεμψε, καθὰ καὶ Πλάτων φησίν. Εὐθύφρονα δὲ τῷ πατρὶ γραψάμενον ξενοκτονίας δίκην περὶ ὁσίου τινὰ διαλεχθεὶς ἀπήγαγε. καὶ τὸν Λύσιν δὲ ἠθικώτατον ἐποίησε προτρέψας. ἦν γὰρ ἱκανὸς ἀπὸ τῶν πραγμάτων τοὺς λόγους εὑρίσκειν. ἐνέτρεψε δὲ καὶ Λαμπροκλέα τὸν υἱὸν τῇ μητρὶ ἀγριαινόμενον, ὥς που καὶ Ξενοφῶν εἴρηκε. καὶ Γλαύκωνα μὲν τὸν Πλάτωνος ἀδελφὸν θέλοντα πολιτεύεσθαι ἀπέστησε διὰ τὸ ἀπείρως ἔχειν, ὥς φησι Ξενοφῶν· Χαρμίδην δὲ τοὐναντίον ἔχοντα οἰκείως ἐπέστησεν4.

他善于兼顾两端:既能劝人为善,又能劝阻人为恶。正如他与泰阿泰德探讨知识之后,让他满怀神圣灵感而去(这正如柏拉图所述);而在与告发自己父亲杀害外邦人罪的欧梯弗隆略论虔敬之事后,便劝阻了他。他还通过劝导使吕西斯成为道德极高尚之人;因为他善于从实情本身中汲取论据。当儿子兰普罗克勒斯对母亲发怒时,他也加以训诫(正如色诺芬某处所记)。当柏拉图的兄弟格劳孔想要从政时,鉴于其缺乏经验,他劝其放弃(正如色诺芬所述);而对于恰恰相反、具备相应才具的卡尔米德,他则促使其投身政治。

语法注4 条
  1. 2.5.24ἐνὸν αὐτῷ ἀποδρᾶναι

    由非人称动词 ἔνεστι(可能)的中性现在分词 ἐνόν 构成的绝对宾格(accusative absolute),在此表让步:“尽管他本可以逃跑”。

  2. 2.5.24καταγέλαστος ἂν ἦν λαβών

    过去分词 λαβών 充当反事实条件从句(相当于 εἰ ἔλαβον,“如果我收下了的话”),与带有 ἄν 的未完成过去直陈式归结句 καταγέλαστος ἂν ἦν 构成与过去事实相反的虚拟条件句。

  3. 2.5.27λανθάνουσιν ἑαυτοὺς διʼ ὧν σκώπτουσιν ἐπαινοῦντες αὐτόν

    动词 λανθάνω 支配补充成分分词 ἐπαινοῦντες,并带有反身代词 ἑαυτούς,构成惯用表达,意为“他们在自己浑然不觉中称赞了他”。此外,διʼ ὧν 是先行词被吸收的紧缩关系结构(相当于 διὰ τούτων ἅ)。

  4. 2.5.29Χαρμίδην δὲ τοὐναντίον ἔχοντα οἰκείως ἐπέστησεν

    副词性宾格 τοὐναντίον(“恰恰相反”)与副词 οἰκείως 以及分词 ἔχοντα 连用,与上文格劳孔的“缺乏经验”(ἀπείρως ἔχειν)相对照,指卡尔米德“具有适宜资质”。动词 ἐπέστησεν 在此指促使其着手参与政事。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:2.5.24-2.5.29