第欧根尼·拉尔修

哲人言行录

§2.5.18-2.5.23

苏格拉底的身世、伦理学转向与从军经历

本节记述了苏格拉底的出身、师承、与欧里庇得斯剧作的关系、在喜剧和讽刺诗中的形象、从自然研究转向伦理学,以及其参军征战与远游的诸种逸事。

← 上一节下一节 →

Σωκράτης Σωφρονίσκου μὲν ἦν υἱὸς λιθουργοῦ καὶ Φαιναρέτης μαίας, ὡς καὶ Πλάτων ἐν Θεαιτήτῳ φησίν, Ἀθηναῖος, τῶν δήμων Ἀλωπεκῆθεν. ἐδόκει δὲ συμποιεῖν Εὐριπίδῃ· ὅθεν Μνησίμαχος οὕτω φησί, "Φρύγες ἐστὶ καινὸν δρᾶμα τοῦτʼ Εὐριπίδου, ... καὶ Σωκράτης τὰ φρύγανʼ ὑποτίθησι." καὶ πάλιν, Εὐριπίδας σωκρατογόμφους. καὶ Καλλίας Πεδήταις· "Α. Τί δὴ σὺ σεμνὴ καὶ φρονεῖς οὕτω μέγα; Β. Ἔξεστι γάρ μοι· Σωκράτης γὰρ αἴτιος." Ἀριστοφάνης Νεφέλαις· "Εὐριπίδῃ δʼ τὰς τραγῳδίας ποιῶν τὰς περιλαλούσας οὗτός ἐστι, τὰς σοφάς."

苏格拉底是石匠索弗罗尼斯科斯与产婆淮纳瑞忒之子,正如柏拉图在《泰阿泰德篇》中所述;他是雅典人,属于阿罗珀刻德谟。人们认为他曾协助欧里庇得斯作剧;因此,墨涅西马科斯这样说道: “《弗律癸亚人》是欧里庇得斯的这部新作, ……苏格拉底也为其 垫上了细柴。” 又说: “由苏格拉底打榫钉牢的欧里庇得斯之剧。” 卡利亚斯在《戴木枷者》中也说: “甲:你究竟为何这般神气,自视如此甚高?乙:因为我可以如此;苏格拉底正是个中缘由。” 阿里斯托芬在《云》中说道: “正是此人替欧里庇得斯 撰写了那些饶舌多言、自命聪明的悲剧。

Ἀκούσας δὲ Ἀναξαγόρου κατά τινας, ἀλλὰ καὶ Δάμωνος, ὡς Ἀλέξανδρος ἐν Διαδοχαῖς, μετὰ τὴν ἐκείνου καταδίκην διήκουσεν Ἀρχελάου τοῦ φυσικοῦ· οὗ καὶ παιδικὰ γενέσθαι φησὶν Ἀριστόξενος. Δοῦρις δὲ καὶ δουλεῦσαι αὐτὸν καὶ ἐργάσασθαι λίθους· εἶναί τε αὐτοῦ καὶ τὰς ἐν ἀκροπόλει Χάριτας1 ἔνιοί φασιν, ἐνδεδυμένας οὔσας. ὅθεν καὶ Τίμωνα ἐν τοῖς Σίλλοις εἰπεῖν· "ἐκ δʼ ἄρα τῶν ἀπέκλινεν λαξόος, ἐννομολέσχης, Ἑλλήνων ἐπαοιδός, ἀκριβολόγους ἀποφήνας, μυκτὴρ ῥητορόμυκτος, ὑπαττικὸς εἰρωνευτής." ἦν γὰρ καὶ ἐν τοῖς ῥητορικοῖς δεινός, ὥς φησι καὶ Ἰδομενεύς· ἀλλὰ καὶ οἱ τριάκοντα αὐτὸν ἐκώλυσαν τέχνας διδάσκειν λόγων, ὥς φησι Ξενοφῶν.

据某些人说,他曾听从阿那克萨哥拉受教,也听从达蒙受教(正如亚历山大在《哲学学统承继考》中所述);在那位哲人被判刑后,他师从自然哲学家阿耳刻拉奥;阿里斯托克塞诺斯甚至称他曾作阿耳刻拉奥的娈童。杜里斯说他曾做过奴隶并做过雕石工;有人还说卫城上那几尊着衣的美惠三女神像也是他的作品。因此提蒙在《嘲讽诗》中亦吟道: “正是那位石工背弃了那些事物,一位高谈法律之辈, 希腊人的施咒者,调教出咬文嚼字之徒的人, 被修辞家讥嘲的轻慢者,带阿提卡韵味的讽刺客。” 因为他在修辞术上也极为了得,正如伊多墨纽斯所言;而且三十僭主也曾禁止他传授言论之术,正如色诺芬所记。

καὶ Ἀριστοφάνης αὐτὸν κωμῳδεῖ ὡς τὸν ἥττω λόγον κρείττω ποιοῦντα. καὶ γὰρ πρῶτος, ὥς φησι Φαβωρῖνος ἐν Παντοδαπῇ ἱστορίᾳ, μετὰ τοῦ μαθητοῦ Αἰσχίνου ῥητορεύειν ἐδίδαξε· λέγει δὲ τοῦτο καὶ Ἰδομενεὺς ἐν τῷ περὶ τῶν Σωκρατικῶν. καὶ πρῶτος περὶ βίου διελέχθη καὶ πρῶτος φιλοσόφων καταδικασθεὶς ἐτελεύτα. φησὶ δʼ αὐτὸν Ἀριστόξενος Σπινθάρου καὶ χρηματίσασθαι· τιθέντα γοῦν τὸ βαλλόμενον κέρμα ἀθροίζειν· εἶτʼ ἀναλώσαντα πάλιν τιθέναι. Κρίτωνα δʼ ἀναστῆσαι αὐτὸν ἀπὸ τοῦ ἐργαστηρίου καὶ παιδεῦσαι τῆς κατὰ ψυχὴν χάριτος ἐρασθέντα Δημήτριός φησιν Βυζάντιος.

阿里斯托芬在喜剧中亦嘲笑他把微弱的言论变强。正如法沃里努斯在《杂史》中所说,他确实是最先与其弟子埃斯基涅斯一同教授修辞之人;伊多墨纽斯在《论苏格拉底学派之徒》中也讲了这件事。他亦是第一个论述人生处世之人,也是哲学家中因被定罪而处死的第一人。斯宾塔洛斯之子阿里斯托克塞诺斯说他也曾赚取金钱:至少他把所投入的钱币汇聚起来放贷,花尽之后又重新放贷。 另一方面,拜占庭的德米特里奥斯称,克里托爱慕他灵魂的优雅,遂将他从作坊中拉出并给予他教育。

γνόντα δὲ τὴν φυσικὴν θεωρίαν μηδὲν εἶναι πρὸς ἡμᾶς, τὰ ἠθικὰ φιλοσοφεῖν2 ἐπί τε τῶν ἐργαστηρίων καὶ ἐν τῇ ἀγορᾷ· κἀκεῖνα δὲ φάσκειν ζητεῖν, "ὅττι τοι ἐν μεγάροισι κακόν τʼ ἀγαθόν τε τέτυκται." πολλάκις δὲ βιαιότερον ἐν ταῖς ζητήσεσι διαλεγόμενον κονδυλίζεσθαι καὶ παρατίλλεσθαι, τὸ πλέον τε γελᾶσθαι καταφρονούμενον· καὶ πάντα ταῦτα φέρειν ἀνεξικάκως. ὅθεν καὶ λακτισθέντα, ἐπειδὴ ἠνέσχετο, τινὸς θαυμάσαντος, εἰπεῖν, εἰ δέ με ὄνος ἐλάκτισε, δίκην ἂν αὐτῷ ἐλάγχανον; καὶ ταῦτα μὲν Δημήτριος.

他认识到对自然的观照与我们毫无干系,便在作坊和广场上研讨伦理哲学;并声称自己探求的正是: “大厅之内究竟铸成了何等之恶与何等之善。” 他在探求辩论时由于常常过于激烈,屡屡挨拳头、被拔头发,且大多遭受蔑视与嘲笑;但他都逆来顺受地忍受了这一切。因此,当他被人踢了一脚而安然忍受时,有人对此感到惊奇,据说他回答道: “如果是一头驴踢了我,难道我还会去告它吗?” 以上乃是德米特里奥斯所记。

Ἀποδημίας δὲ οὐκ ἐδεήθη, καθάπερ οἱ πλείους, πλὴν εἰ μὴ στρατεύεσθαι ἔδει. τὸ δὲ λοιπὸν αὐτόθι μένων φιλονεικότερον συνεζήτει τοῖς προσδιαλεγομένοις, οὐχ ὥστε ἀφελέσθαι τὴν δόξαν αὐτούς, ἀλλʼ ὥστε τὸ ἀληθὲς ἐκμαθεῖν πειρᾶσθαι. φασὶ δʼ Εὐριπίδην αὐτῷ δόντα τὸ Ἡρακλείτου σύγγραμμα ἐρέσθαι, τί δοκεῖ; τὸν δὲ φάναι, μὲν συνῆκα, γενναῖα· οἶμαι δὲ καὶ μὴ συνῆκα· πλὴν Δηλίου γέ τινος δεῖται κολυμβητοῦ. Ἐπεμελεῖτο δὲ καὶ σωμασκίας, καὶ ἦν εὐέκτης. ἐστρατεύσατο γοῦν εἰς Ἀμφίπολιν καὶ Ξενοφῶντα ἀφʼ ἵππου πεσόντα ἐν τῇ κατὰ Δήλιον μάχῃ διέσωσεν ὑπολαβών·

他并不像大多数人那样需要离邦远游,除非不得不出征作战。其余时间他都留在本地,同那些前来对话的人极为热切地辩难,并非为了夺走他们的见解,而是为了设法探知真理。据说欧里庇得斯将赫拉克利特的著述交给他并询问: “你觉得如何?” 他答道: “我弄懂的部分极其高妙;我想我没弄懂的部分也是如此;只是这需要一位提洛潜水夫罢了。” 他亦注重身体锻炼,体魄十分强健。无论如何,他曾出征安菲波利斯;在德利翁战役中,色诺芬从马上跌落,他将色诺芬背负起来予以救护。

ὅτε καὶ πάντων φευγόντων Ἀθηναίων αὐτὸς ἠρέμα ἀνεχώρει, παρεπιστρεφόμενος ἡσυχῆ καὶ τηρῶν ἀμύνασθαι εἴ τίς οἱ ἐπέλθοι3. ἐστρατεύσατο δὲ καὶ εἰς Ποτίδαιαν διὰ θαλάττης· πεζῇ γὰρ οὐκ ἐνῆν τοῦ πολέμου κωλύοντος. ὅτε καὶ μεῖναι διὰ νυκτὸς ὅλης ἐφʼ ἑνὸς σχήματος αὐτόν φασι, καὶ ἀριστεύσαντα αὐτόθι παραχωρῆσαι Ἀλκιβιάδῃ τοῦ ἀριστείου· οὗ καὶ ἐρασθῆναί φησιν αὐτὸν Ἀρίστιππος ἐν τετάρτῳ Περὶ παλαιᾶς τρυφῆς. Ἴων δὲ Χῖος καὶ νέον ὄντα εἰς Σάμον σὺν Ἀρχελάῳ ἀποδημῆσαι· καὶ Πυθώδε ἐλθεῖν Ἀριστοτέλης φησίν· ἀλλὰ καὶ εἰς Ἰσθμόν, ὡς Φαβωρῖνος ἐν τῷ πρώτῳ τῶν Ἀπομνημονευμάτων.

当时在所有雅典人皆败逃之际,他独自徐徐退却,不慌不忙地环顾四周,戒备着若有人攻来便自卫反击。他又曾乘船出征波提狄亚;因为由于战争阻隔,无法循陆路前往。据说他在那里曾一整夜保持同一种姿势站立不动;他在那里立下头功,却将战功奖赏让给了阿尔基比亚德。阿里斯蒂波在《论古代奢靡》第四卷中说,苏格拉底曾爱慕阿尔基比亚德。希俄斯的伊翁则说,他年轻时曾同阿耳刻拉奥一同前往萨摩斯岛远游;亚里士多德说他曾去过皮托;而正如法沃里努斯在《回忆录》第一卷中所言,他也去过地峡。

语法注3 条
  1. 2.5.19εἶναί τε αὐτοῦ καὶ τὰς ἐν ἀκροπόλει Χάριτας

    属格 αὐτοῦ 用作表语性属格(作者/所有属格),意为卫城上的美惠女神像“也是他的作品”。后随的分词短语 ἐνδεδυμένας οὔσας 作为修饰/状语性分词(“身着衣物的”),修饰宾格 Χάριτας。

  2. 2.5.21γνόντα δὲ τὴν φυσικὴν θεωρίαν μηδὲν εἶναι πρὸς ἡμᾶς, τὰ ἠθικὰ φιλοσοφεῖν

    宾格分词 γνόντα 与前句中由 φησίν(拜占庭的德米特里奥斯)所统辖的间接引语的不定式逻辑主语(苏格拉底)保持一致,并充当随后不定式 φιλοσοφεῖν 与 φάσκειν 的逻辑主语。

  3. 2.5.23τηρῶν ἀμύνασθαι εἴ τίς οἱ ἐπέλθοι

    条件从句 εἴ τίς οἱ ἐπέλθοι 中的祈愿语气 ἐπέλθοι 属于历史时态(ἀνεχώρει)间接统辖下的斜格祈愿语气,相当于过去时境中的未来假设(代替 ἐάν τις ἐπέλθῃ),表示“假若有人攻袭于他”。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:2.5.18-2.5.23