第欧根尼·拉尔修

哲人言行录

§2.3.6-2.3.10

阿那克萨哥拉的生平与心灵宇宙论

本节记述克拉佐美奈的阿那克萨哥拉的生平、著作,以及以心灵和同质部分为核心的宇宙论学说与展现其敏捷思辨的言行轶事。

← 上一节下一节 →

Ἀναξαγόρας Ἡγησιβούλου Εὐβούλου Κλαζομένιος. οὗτος ἤκουσεν Ἀναξιμένους, καὶ πρῶτος τῇ ὕλῃ νοῦν ἐπέστησεν, ἀρξάμενος οὕτω τοῦ συγγράμματος, ἐστιν ἡδέως καὶ μεγαλοφρόνως ἡρμηνευμένον· πάντα χρήματα ἦν ὁμοῦ· εἶτα νοῦς ἐλθὼν αὐτὰ διεκόσμησε. παρὸ καὶ Νοῦς ἐπεκλήθη, καί φησι περὶ αὐτοῦ Τίμων ἐν τοῖς Σίλλοις οὕτω· "καί που Ἀναξαγόρην φάσʼ ἔμμεναι, ἄλκιμον ἥρω Νοῦν, ὅτι δὴ νόος αὐτῷ, ὃς ἐξαπίνης ἐπεγείρας πάντα συνεσφήκωσεν ὁμοῦ τεταραγμένα πρόσθεν." Οὗτος εὐγενείᾳ καὶ πλούτῳ διαφέρων ἦν, ἀλλὰ καὶ μεγαλοφροσύνῃ, ὅς γε τὰ πατρῷα παρεχώρησε τοῖς οἰκείοις.

克拉佐美奈的阿那克萨哥拉,是赫革西布洛斯或欧布洛斯之子。他曾受教于阿那克西美尼,并且是第一个将心灵(努斯)置于质料之上的人,其著作开篇——该书辞致雅致而弘阔——如下: “万物混融一体;继而心灵降临,将它们加以规整。” 因此他亦被冠以“心灵”的称号,蒂蒙在其《嘲讽诗》中亦这般谈及他: “世人想必言说,英烈阿那克萨哥拉 即是心灵,因他诚然怀有智慧之心,猝然苏醒, 将先前彼此混杂的万物凝聚束合。” 他因出身显贵与家财丰厚而闻名,但更以崇高的器度著称,以致将祖产拱手让予亲属。

αἰτιαθεὶς γὰρ ὑπʼ αὐτῶν ὡς ἀμελῶν, τί οὖν, ἔφη, οὐχ ὑμεῖς ἐπιμελεῖσθε; καὶ τέλος ἀπέστη καὶ περὶ τὴν τῶν φυσικῶν θεωρίαν ἦν οὐ φροντίζων τῶν πολιτικῶν. ὅτε καὶ πρὸς τὸν εἰπόντα, οὐδέν σοι μέλει τῆς πατρίδος; εὐφήμει, ἔφη, ἐμοὶ γὰρ καὶ σφόδρα μέλει τῆς πατρίδος, δείξας τὸν οὐρανόν. Λέγεται δὲ κατὰ τὴν Ξέρξου διάβασιν εἴκοσιν ἐτῶν εἶναι, βεβιωκέναι δὲ ἑβδομήκοντα δύο. φησὶ δʼ Ἀπολλόδωρος ἐν τοῖς Χρονικοῖς γεγενῆσθαι αὐτὸν τῇ ἑβδομηκοστῇ Ὀλυμπιάδι, τεθνηκέναι δὲ τῷ πρώτῳ ἔτει τῆς ὀγδοηκοστῆς ὀγδόης. ἤρξατο δὲ φιλοσοφεῖν Ἀθήνησιν ἐπὶ Καλλίου, ἐτῶν εἴκοσιν ὤν, ὥς φησι Δημήτριος Φαληρεὺς ἐν τῇ τῶν Ἀρχόντων ἀναγραφῇ, ἔνθα καί φασιν αὐτὸν ἐτῶν διατρῖψαι τριάκοντα.

盖因当他被亲属指责疏于料理时,便道: “那么,”他说,“你们为何不亲自料理呢?” 最终他退避隐居,潜心钻研自然之理,不问政事。故而当有人对他说: “难道你对祖国全然漠不关心吗?” “住口,”他说,“我对祖国实则关切至深,”一边指向苍穹。 据说他在薛西斯横渡海峡时年方二十,享寿七十二岁。阿波罗多洛斯在《编年史》中记载他生于第七十届奥林匹亚德,卒于第八十八届第一年。他在法勒隆的德米特里于《执政官名录》所载的卡利亚斯执政之年、年满二十岁时于雅典开启哲学探索,据说他在那里居留了三十年。

Οὗτος ἔλεγε τὸν ἥλιον μύδρον εἶναι διάπυρον καὶ μείζω τῆς Πελοποννήσου· οἱ δέ φασι Τάνταλον1· τὴν δὲ σελήνην οἰκήσεις ἔχειν, ἀλλὰ καὶ λόφους καὶ φάραγγας. ἀρχὰς δὲ τὰς ὁμοιομερείας· καθάπερ γὰρ ἐκ τῶν ψηγμάτων λεγομένων τὸν χρυσὸν συνεστάναι, οὕτως ἐκ τῶν ὁμοιομερῶν μικρῶν σωμάτων τὸ πᾶν συγκεκρίσθαι. καὶ νοῦν μὲν ἀρχὴν κινήσεως· τῶν δὲ σωμάτων τὰ μὲν βαρέα τὸν κάτω τόπον, 〈ὡς τὴν γῆν〉, τὰ δὲ κοῦφα τὸν ἄνω ἐπισχεῖν, ὡς τὸ πῦρ· ὕδωρ δὲ καὶ ἀέρα τὸν μέσον. οὕτω γὰρ ἐπὶ τῆς γῆς πλατείας οὔσης τὴν θάλασσαν ὑποστῆναι, διατμισθέντων ὑπὸ τοῦ ἡλίου τῶν ὑγρῶν.

他宣称太阳是一团炽热的熔块,比伯罗奔尼撒半岛还要庞大(亦有人说他将太阳称作坦塔罗斯);而月球上有住所,且有山岗与深峡。他认为万物的本原是同质部分(同素体);正如黄金是由所谓的碎金屑构成,万物亦是由微小的同质实体汇聚而成。而心灵是运动的发端;诸物体中沉重者占据下方,如大地;轻盈者占据上方,如火;水与气则居于中位。正是如此,由于大地呈扁平状,当湿气被太阳蒸发后,海洋遂沉降积存。

τὰ δʼ ἄστρα κατʼ ἀρχὰς μὲν θολοειδῶς ἐνεχθῆναι, ὥστε κατὰ κορυφὴν τῆς γῆς τὸν ἀεὶ φαινόμενον εἶναι πόλον, ὕστερον δὲ τὴν ἔγκλισιν λαβεῖν. καὶ τὸν γαλαξίαν ἀνάκλασιν εἶναι φωτὸςτῶν ὑπὸἡλίου μὴ καταλαμπομένωντῶνἄστρων. τοὺς δὲ κομήτας σύνοδον πλανητῶν φλόγας ἀφιέντων· τούς τε διᾴττοντας οἷον σπινθῆρας ἀπὸ τοῦ ἀέρος ἀποπάλλεσθαι. ἀνέμους γίγνεσθαι λεπτυνομένου τοῦ ἀέρος ὑπὸ τοῦ ἡλίου. βροντὰς σύγκρουσιν νεφῶν· ἀστραπὰς ἔκτριψιν νεφῶν· σεισμὸν ὑπονόστησιν ἀέρος εἰς γῆν. Ζῷα γίγνεσθαι ἐξ ὑγροῦ καὶ θερμοῦ καὶ γεώδους, ὕστερον δὲ ἐξ ἀλλήλων· καὶ ἄρρενα μὲν ἀπὸ τῶν δεξιῶν, θήλεα δὲ ἀπὸ τῶν ἀριστερῶν.

星辰起初呈圆顶状回转,致使那常显的极轴直抵大地天顶,其后才呈现倾斜。银河则是未被太阳光照射到的星辰之光的折射。彗星是喷发火焰的行星的相聚;流星则是如火花般从空气中弹射出的微粒。风起于空气受太阳照射而变得稀薄。雷鸣为云层之碰撞;闪电为云层之摩攃;地震则是空气倒灌潜入地中。 动物最初由湿、热和土质物生成,其后方互相繁衍;雄性来自右侧,雌性来自左侧。

Φασὶ δʼ αὐτὸν προειπεῖν τὴν περὶ Αἰγὸς ποταμοὺς γενομένην τοῦ λίθου πτῶσιν, ὃν εἶπεν ἐκ τοῦ ἡλίου πεσεῖσθαι. ὅθεν καὶ Εὐριπίδην, μαθητὴν ὄντα αὐτοῦ, χρυσέαν βῶλον εἰπεῖν τὸν ἥλιον ἐν τῷ Φαέθοντι. ἀλλὰ καὶ εἰς Ὀλυμπίαν ἐλθόντα ἐν δερματίνῳ καθίσαι, ὡς μέλλοντος ὕσειν2· καὶ γενέσθαι. πρός τε τὸν εἰπόντα, εἰ τὰ ἐν Λαμψάκῳ ὄρη ἔσται ποτὲ θάλαττα, φασὶν εἰπεῖν, ἐάν γε χρόνος μὴ ἐπιλίπῃ. ἐρωτηθείς ποτε εἰς τί γεγέννηται, εἰς θεωρίαν, ἔφη, ἡλίου καὶ σελήνης καὶ οὐρανοῦ. πρὸς τὸν εἰπόντα, ἐστερήθης Ἀθηναίων, οὐ μὲν οὖν, ἔφη, ἀλλʼ ἐκεῖνοι ἐμοῦ. ἰδὼν τὸν Μαυσώλου τάφον ἔφη, τάφος πολυτελὴς λελιθωμένης ἐστὶν οὐσίας εἴδωλον.

人们说他曾预言了羊角河(埃戈斯波塔米)的陨石坠落,声称那块石头将从太阳坠落。因此其弟子欧里庇得斯在《法厄同》中亦称太阳为金色的土块。更有甚者,他前往奥林匹亚时,因预料到将要降雨而披着皮袍就座,结果果真如此。当有人问他拉姆普萨库斯的群山有朝一日是否会变成大海时,据说他回答道: “只要时间尚未枯竭。” 有一次他被问及因何而生,便答道: “为了观照 太阳、月亮与苍穹。” 面对有人说“你失去了雅典人”,他答道: “绝非如此, 而是他们失去了我。” 当看到摩索拉斯的陵墓时,他说道: “奢靡的陵墓,不过是一份化为石头的产业的虚幻影像罢了。

语法注2 条
  1. 2.3.8οἱ δέ φασι Τάνταλον

    间接引语中的省略结构,承接前文 ἔλεγε τὸν ἥλιον... 句意。宾格 Τάνταλον 用作省略了的不定词(如 εἶναι 或 ὀνομάζειν)的谓语宾格,意为“有人说他将太阳称为坦塔罗斯”,指涉悬在坦塔罗斯头顶之巨石的神话意象。

  2. 2.3.10ὡς μέλλοντος ὕσειν

    由 μέλλω 的现在主动态分词属格(μέλλοντος)配合非人称动词 ὕει 的将来不定词(ὕσειν)构成的独立属格结构。前置连词 ὡς 表述主语阿那克萨哥拉的主观预期或用意(“料想将要下雨”)。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:2.3.6-2.3.10