- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:2.3.11-2.3.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-23
本段记述了阿那克萨哥拉的言行、著述与宇宙论学说、在雅典受审及伯里克利为其辩护的诸种记述、在拉姆普萨库斯的逝世与受享的荣誉,以及其他同名者。
πρὸς τὸν δυσφοροῦντα ὅτι ἐπὶ ξένης τελευτᾷ, πανταχόθεν, ἔφη, ὁμοία ἐστὶν ἡ εἰς ᾅδου κατάβασις. Δοκεῖ δὲ πρῶτος, καθά φησι Φαβωρῖνος ἐν Παντοδαπῇ ἱστορίᾳ, τὴν Ὁμήρου ποίησιν ἀποφήνασθαι εἶναι περὶ ἀρετῆς καὶ δικαιοσύνης· ἐπὶ πλεῖον δὲ προστῆναι τοῦ λόγου Μητρόδωρον τὸν Λαμψακηνόν, γνώριμον ὄντα αὐτοῦ, ὃν καὶ πρῶτον σπουδάσαι τοῦ ποιητοῦ περὶ τὴν φυσικὴν πραγματείαν. πρῶτος δὲ Ἀναξαγόρας καὶ βιβλίον ἐξέδωκε συγγραφῆς. φησὶ δὲ Σιληνὸς ἐν τῇ πρώτῃ τῶν Ἱστοριῶν ἐπὶ ἄρχοντος Δημύλου λίθον ἐξ οὐρανοῦ πεσεῖν·
面对一个因客死异乡而悲叹的人,他说道: “通往哈得斯冥府的下坡路,无论从何处出发都是一样的。” 正如法沃里努斯在《杂史》中所说,他似乎是第一个主张荷马史诗乃关乎德性与正义的人;而他的相识、拉姆普萨库斯的墨特罗多洛斯则将这一主张进一步发挥,此人也是第一个专心钻研荷马对自然之阐述的人。阿那克萨哥拉亦是第一个出版散文专著的人。西勒诺斯在《历史》第一卷中说,在德米罗斯任执政官期间,有一块巨石从天而降;
τὸν δὲ Ἀναξαγόραν εἰπεῖν ὡς ὅλος ὁ οὐρανὸς ἐκ λίθων συγκέοιτο· τῇ σφοδρᾷ δὲ περιδινήσει συνεστάναι καὶ ἀνεθέντα κατενεχθήσεσθαι1. Περὶ δὲ τῆς δίκης αὐτοῦ διάφορα λέγεται. Σωτίων μὲν γάρ φησιν ἐν τῇ Διαδοχῇ τῶν φιλοσόφων ὑπὸ Κλέωνος αὐτὸν ἀσεβείας κριθῆναι, διότι τὸν ἥλιον μύδρον ἔλεγε διάπυρον· ἀπολογησαμένου δὲ ὑπὲρ αὐτοῦ Περικλέους τοῦ μαθητοῦ, πέντε ταλάντοις ζημιωθῆναι καὶ φυγαδευθῆναι. Σάτυρος δʼ ἐν τοῖς Βίοις ὑπὸ Θουκυδίδου φησὶν εἰσαχθῆναι τὴν δίκην, ἀντιπολιτευομένου τῷ Περικλεῖ· καὶ οὐ μόνον ἀσεβείας, ἀλλὰ καὶ μηδισμοῦ· καὶ ἀπόντα καταδικασθῆναι θανάτῳ.
阿那克萨哥拉则宣称,整个天穹都是由石头构成的,因急剧的旋涡运动而维系在一起,一旦这一旋涡弛缓,它们便将坠落下来。 关于他的受审,世人有诸般异说。索提翁在《哲学家传承录》中称,他因宣称太阳是一团炽热熔块而被克里昂指控为不敬神之罪;虽有其弟子伯里克利为之申辩,他仍被处以五塔兰同的罚金并遭放逐。然而萨提洛斯在《列传》中则称,控诉是由在政见上与伯里克利对立的修昔底德提起的;指控不仅有不敬神,更有通敌波斯(通波斯罪);阿那克萨哥拉遂在缺席审判中被判处死刑。
ὅτε καὶ ἀμφοτέρων αὐτῷ προσαγγελέντων, τῆς τε καταδίκης καὶ τῆς τῶν παίδων τελευτῆς, εἰπεῖν περὶ μὲν τῆς καταδίκης, ὅτι ἄρα κἀκείνων κἀμοῦ πάλαι ἡ φύσις κατεψηφίσατο, περὶ δὲ τῶν παίδων, ὅτι ᾔδειν αὐτοὺς θνητοὺς γεννήσας2. οἱ δʼ εἰς Σόλωνα τοῦτʼ ἀναφέρουσιν, ἄλλοι εἰς Ξενοφῶντα. τοῦτον δὲ καὶ θάψαι ταῖς ἰδίαις χερσὶν αὐτοὺς Δημήτριός φησιν ὁ Φαληρεὺς ἐν τῷ Περὶ γήρως. Ἕρμιππος δʼ ἐν τοῖς Βίοις φησὶν ὅτι καθείρχθη ἐν τῷ δεσμωτηρίῳ τεθνηξόμενος. Περικλῆς δὲ παρελθὼν εἶπεν εἴ τι ἔχουσιν ἐγκαλεῖν αὑτῷ κατὰ τὸν βίον· οὐδὲν δὲ εἰπόντων, καὶ μὴν ἐγώ, ἔφη, τούτου μαθητής εἰμι· μὴ οὖν διαβολαῖς ἐπαρθέντες ἀποκτείνητε τὸν ἄνθρωπον, ἀλλʼ ἐμοὶ πεισθέντες ἄφετε. καὶ ἀφείθη· οὐκ ἐνεγκὼν δὲ τὴν ὕβριν ἑαυτὸν ἐξήγαγεν.
当时,当判决与诸子死讯这两则消息同时报至他时,关于判决他说道:“自然早已对他们和对我作出了死刑宣判”;而关于诸子,他则说:“我早已知道自己生下的是必死之人。”不过,有人将此言归于梭伦,亦有人归于色诺芬。法勒隆的德米特里在《论老年》中说,他甚至亲手埋葬了儿子们。赫尔米波斯在《列传》中称,他被关入牢狱候死;伯里克利走上前来,询问会众就自己的平生为人是否有可指摘之处;当人们答称并无过咎时,“那么,”伯里克利说,“我正是此人的弟子;因此切莫因听信诬陷而诛杀此人,愿诸位听从于我,将他释放。” 他遂获释;然而因无法忍受屈辱,他自行结束了生命。
Ἱερώνυμος δʼ ἐν τῷ δευτέρῳ Τῶν σποράδην ὑπομνημάτων φησὶν ὅτι ὁ Περικλῆς παρήγαγεν αὐτὸν ἐπὶ τὸ δικαστήριον, διερρυηκότα καὶ λεπτὸν ὑπὸ νόσου, ὥστε ἐλέῳ μᾶλλον ἢ κρίσει ἀφεθῆναι. καὶ τὰ μὲν περὶ τῆς δίκης αὐτοῦ τοσαῦτα. Ἔδοξε δέ πως καὶ Δημοκρίτῳ ἀπεχθῶς ἐσχηκέναι ἀποτυχὼν τῆς πρὸς αὐτὸν κοινολογίας. καὶ τέλος ἀποχωρήσας εἰς Λάμψακον αὐτόθι κατέστρεψεν. ὅτε καὶ τῶν ἀρχόντων τῆς πόλεως ἀξιούντων τί βούλεται αὐτῷ γενέσθαι, φάναι3, τοὺς παῖδας ἐν ᾧ ἂν ἀποθάνῃ μηνὶ κατʼ ἔτος παίζειν συγχωρεῖν. καὶ φυλάττεται τὸ ἔθος καὶ νῦν.
耶罗尼穆斯在《散记集》第二卷中称,伯里克利将他带上法庭时,他因病痛而消瘦羸弱,以致他是出于怜悯而非审判而获释。关于他受审的事宜大抵如此。 由于未能与德谟克利特结识对谈,他似乎亦多少对德谟克利特抱有反感。最终他退隐至拉姆普萨库斯并在那里辞世。当时城邦的执政长官询问他有何愿望,据说他回答道: “允许学童们每年在我去世的那个月放假玩乐。” 这一习俗至今仍被恪守。
τελευτήσαντα δὴ αὐτὸν ἔθαψαν ἐντίμως οἱ Λαμψακηνοὶ καὶ ἐπέγραψαν· "ἐνθάδε, πλεῖστον ἀληθείας ἐπὶ τέρμα περήσας οὐρανίου κόσμου, κεῖται Ἀναξαγόρας." Ἔστι καὶ ἡμῶν εἰς αὐτόν· "ἠέλιον πυρόεντα μύδρον ποτὲ φάσκεν ὑπάρχειν, καὶ διὰ τοῦτο θανεῖν μέλλεν Ἀναξαγόρας· ἀλλʼ ὁ φίλος Περικλῆς μὲν ἐρύσατο τοῦτον, ὁ δʼ αὑτὸν ἐξάγαγεν βιότου μαλθακίῃ σοφίης." Γεγόνασι δὲ καὶ ἄλλοι τρεῖς Ἀναξαγόραι, ὧν [ἐν οὐδενὶ πάντα, ἀλλʼ] ὁ μὲν ἦν ῥήτωρ Ἰσοκράτειος· ὁ δʼ ἀνδριαντοποιός, οὗ μέμνηται Ἀντίγονος· ἄλλος γραμματικὸς Ζηνοδότειος.
他去世后,拉姆普萨库斯人将他隆重安葬,并题刻碑铭: “此处长眠着阿那克萨哥拉,他涉足至远, 直达天界宇宙之真理极境。” 我们亦有一首献给他的讽刺短诗: “阿那克萨哥拉曾言太阳是一团炽热金属, 并因此注定受死; 但其友伯里克利搭救了他,他却因其智慧的 柔弱而自行脱离了尘世。” 另有三位同名阿那克萨哥拉之人:其一为伊索克拉底派修辞学家;其二为安提戈诺斯提及的雕塑家;另一位则是泽诺多托斯派文法学家。
- 2.3.12ἀνεθέντα κατενεχθήσεσθαι
分词 ἀνεθέντα 为中性复数宾格,照应前文构成天穹的“群石”(λίθοι)或天体,具有条件或时间分词的功用,意为“一旦弛缓/松懈”。它与间接引语中的将来被动不定词 κατενεχθήσεσθαι 的逻辑主语保持一致。
- 2.3.13ᾔδειν αὐτοὺς θνητοὺς γεννήσας
分词 γεννήσας(阳性单数主格不定过去分词)作为补充性分词跟在动词 ᾔδειν(οἶδα 的过去完成时作过去时用)之后,由于主语一致而用主格。θνητούς 则是宾语 αὐτούς 的述语宾格,全句表示“我知道自己生下的是必死之人”。
- 2.3.14ἀξιούντων τί βούλεται αὐτῷ γενέσθαι, φάναι
属格独立结构 τῶν ἀρχόντων ... ἀξιούντων(“当长官们询问时”)引导间接疑问句 τί βούλεται αὐτῷ γενέσθαι(“他希望为自己做些什么”),句子的主干则是间接引语中的不定词 φάναι(“据说他回答说”),其后所引愿望的内容亦由不定词 συγχωρεῖν 引导。
