- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:2.2.3-2.2.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-23
记述阿那克西美尼的师承、以气和无限为本原的学说、生卒年代与同名人物,并引录了他写给毕达哥拉斯的两封书信,分别悼念泰勒斯坠亡及述说自身在战乱阴影下的困境。
Ἀναξιμένης Εὐρυστράτου Μιλήσιος ἤκουσεν Ἀναξιμάνδρου. ἔνιοι δὲ καὶ Παρμενίδου φασὶν ἀκοῦσαι αὐτόν. οὗτος ἀρχὴν ἀέρα εἶπε καὶ τὸ ἄπειρον1. κινεῖσθαι δὲ τὰ ἄστρα οὐχ ὑπὸ γῆν, ἀλλὰ περὶ γῆν. κέχρηταί τε λέξει Ἰάδι ἁπλῇ καὶ ἀπερίττῳ. Καὶ γεγένηται μέν, καθά φησιν Ἀπολλόδωρος, περὶ τὴν Σάρδεων ἅλωσιν, ἐτελεύτησε δὲ τῇ ἑξηκοστῇ τρίτῃ Ὀλυμπιάδι. Γεγόνασι δὲ καὶ ἄλλοι δύο Λαμψακηνοί, ῥήτωρ καὶ ἱστορικός, ὃς ἀδελφῆς υἱὸς ἦν τοῦ ῥήτορος τοῦ τὰς Ἀλεξάνδρου πράξεις γεγραφότος. Οὗτος δὴ ὁ φιλόσοφος καὶ ἐπέστειλεν ὧδε
欧律斯特拉托斯之子、米利都的阿那克西美尼师从阿那克西曼德。也有人说他曾受教于巴门尼德。他主张始基是气和无限。星辰不是在地下运转,而是在地周围运转。他使用的是朴素而未经雕饰的爱奥尼亚方言。 据阿波罗多洛斯所言,他生于萨狄斯陷落前后,卒于第六十三届奥林匹亚德。 此外还有两位同名的拉姆普萨库斯人,一位修辞学家和一位历史学家;后者是那位撰写亚历山大事迹的修辞学家的外甥。 这位哲学家曾写信如下:
Ἀναξιμένης Πυθαγόρῃ “Θαλῆς Ἐξαμύου ἐπὶ γήρως οὐκ εὐπότμως οἴχεται· εὐφρόνης, ὥσπερ ἐώθει, ἅμα τῇ ἀμφιπόλῳ προϊὼν ἐκ τοῦ αὐλίου τὰ ἄστρα ἐθηεῖτο· καί—οὐ γὰρ ἐς μνήμην ἔθετο—θηεύμενος ἐς τὸ κρημνῶδες ἐκβὰς καταπίπτει. Μιλησίοισι μέν νυν ὁ αἰθερολόγος ἐν τοιῷδε κεῖται τέλει. ἡμέες δὲ οἱ λεσχηνευταὶ αὐτοί τε μεμνώμεθα τοῦ ἀνδρός, οἵ τε ἡμέων παῖδές τε καὶ λεσχηνευταί, ἐπιδεξιοίμεθα2 δʼ ἔτι τοῖς ἐκείνου λόγοις. ἀρχὴ μέντοι παντὸς τοῦ λόγου Θαλῇ ἀνακείσθω. Καὶ πάλιν·
阿那克西美尼致毕达哥拉斯: “埃克萨米奥斯之子泰勒斯晚年不幸辞世。夜间,他如往常一样由侍女相随,走出庭院仰观群星;他——因为未加留神——边仰望边走向悬崖边缘,跌落下去。对于米利都人而言,这位天文学家便落得如此下场。然而我们这些同道中人,不仅我们自己当铭记此人,我们的子弟与求学同道亦当如此,且让我们依旧欣然采纳他的学说。无论如何,一切学问的发端皆当归功于泰勒斯。” 又有一封:
Ἀναξιμένης Πυθαγόρῃ “Εὐβουλότατος ἦς ἡμέων, μεταναστὰς ἐκ Σάμου ἐς Κρότωνα, ἐνθάδε εἰρηνέεις. οἱ δὲ Αἰακέος παῖδες ἄλαστα κακὰ ἔρδουσι καὶ Μιλησίους οὐκ ἐπιλείπουσι αἰσυμνῆται. δεινὸς δὲ ἡμῖν καὶ ὁ Μήδων βασιλεύς, οὐκ ἤν γε ἐθέλωμεν δασμοφορέειν· ἀλλὰ μέλλουσι δὴ ἀμφὶ τῆς ἐλευθερίης ἁπάντων Ἴωνες Μήδοις κατίστασθαι ἐς πόλεμον· καταστᾶσι δὲ οὐκέτι ἐλπὶς ἡμῖν σωτηρίης3. κῶς ἂν οὖν Ἀναξιμένης ἐν θυμῷ ἔτι ἔχοι4 αἰθερολογέειν, ἐν δείματι ἐὼν ὀλέθρου ἢ δουλοσύνης; σὺ δὲ εἶ καταθύμιος μὲν Κροτωνιήτῃσι, καταθύμιος δὲ καὶ τοῖσι ἄλλοισι Ἰταλιώτῃσι· φοιτέουσι δέ τοι λεσχηνευταὶ καὶ ἐκ Σικελίης.
阿那克西美尼致毕达哥拉斯: “你从萨摩斯迁居克罗顿,乃是我们中最有明见的抉择,你在那里安享和平。然而埃阿克斯的子嗣为非作歹,恶贯满盈,米利都人身边的僭主也未尝断绝。对我们来说,米底人之王亦令人生畏,若我们甘愿纳贡倒也罢了;然而爱奥尼亚人正准备为了全体的自由而与米底人开战。一旦陷入战火,我们便再无生全之望。既然如此,身处毁灭或沦为奴隶的恐惧之中,阿那克西美尼又怎能还有心思去钻研天体运行呢?而你深受克罗顿人的爱戴,亦深得其他意大利希腊人的欢心;更有求学者甚至从西西里远道而来归附于你。”
- 2.2.3ἀρχὴν ἀέρα εἶπε καὶ τὸ ἄπειρον
ἀρχήν 作谓语宾格,ἀέρα 与 τὸ ἄπειρον 由连词 καί 连接充当直接宾语。虽有人将其解作形容词修饰即“无限之气”,但依语序及承袭阿那克西曼德 τὸ ἄπειρον 的哲学语境,作并列宾语处理更为自然。
- 2.2.4μεμνώμεθα ... ἐπιδεξιοίμεθα
爱奥尼亚方言形式的劝勉表达:μεμνώμεθα 是 μέμνημαι 的第一人称复数虚拟式,ἐπιδεξιοίμεθα 是 ἐπιδεξιόομαι(善意接纳、传承)的第一人称复数祈愿式,共同构成“让我们铭记……并欣然承续”的劝勉语气。
- 2.2.5καταστᾶσι δὲ οὐκέτι ἐλπὶς ἡμῖν σωτηρίης
καταστᾶσι 是第二不定过去时主动分词阳性复数与格,承接前文的 κατίστασθαι ἐς πόλεμον(陷入战争),与代词 ἡμῖν 呼应,或作条件性的关系与格(“一旦陷入交战,我们便不再有……”)。
- 2.2.5κῶς ἂν οὖν Ἀναξιμένης ἐν θυμῷ ἔτι ἔχοι
带有 ἄν 的祈愿式(κῶς ἂν ... ἔχοι)构成的潜在语气修辞反问(“阿那克西美尼又怎能……”)。写信人阿那克西美尼在此使用第三人称自称。
