- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:2.1.1-2.1.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-23
本段记述阿那克西曼德的学说(“无定”与宇宙论)、其对日晷指针、地图与天球仪的发明、编年史家阿波罗多洛斯所载的生卒年代,以及同名历史学家。
Ἀναξίμανδρος Πραξιάδου Μιλήσιος. οὗτος ἔφασκεν ἀρχὴν καὶ στοιχεῖον τὸ ἄπειρον, οὐ διορίζων ἀέρα ἢ ὕδωρ ἢ ἄλλο τι. καὶ τὰ μὲν μέρη μεταβάλλειν, τὸ δὲ πᾶν ἀμετάβλητον εἶναι. μέσην τε τὴν γῆν κεῖσθαι, κέντρου τάξιν ἐπέχουσαν οὖσαν σφαιροειδῆ1· τήν τε σελήνην ψευδοφαῆ, καὶ ἀπὸ ἡλίου φωτίζεσθαι, ἀλλὰ καὶ τὸν ἥλιον οὐκ ἐλάττονα τῆς γῆς, καὶ καθαρώτατον πῦρ. Εὗρεν δὲ καὶ γνώμονα πρῶτος καὶ ἔστησεν ἐπὶ τῶν σκιοθήρων ἐν Λακεδαίμονι, καθά φησι Φαβωρῖνος ἐν Παντοδαπῇ ἱστορίᾳ, τροπάς τε καὶ ἰσημερίας σημαίνοντα, καὶ ὡροσκοπεῖα κατεσκεύασε.
米利都人普拉克西亚德斯之子阿那克西曼德。他曾主张“无定”(阿派朗)为本原与元素,并未将其限定为气、水或其他任何事物。他认为各部分在变化,但整体是不可变的;大地居于正中,占据中心的位置且呈球形;月亮发出伪光,由太阳照亮;太阳则不小于大地,是最纯粹的火。 正如法沃里努斯在《杂史》中所说,他也是第一个发现日晷指针的人,并将其树立在拉栖代梦的测影器上,以指示冬夏至与春秋分;他还制造了报时钟表。
καὶ γῆς καὶ θαλάσσης περίμετρον πρῶτος ἔγραψεν, ἀλλὰ καὶ σφαῖραν κατεσκεύασε. Τῶν δὲ ἀρεσκόντων αὐτῷ πεποίηται κεφαλαιώδη τὴν ἔκθεσιν2, ᾗ που περιέτυχεν καὶ Ἀπολλόδωρος ὁ Ἀθηναῖος· ὃς καί φησιν αὐτὸν ἐν τοῖς Χρονικοῖς τῷ δευτέρῳ ἔτει τῆς πεντηκοστῆς ὀγδόης Ὀλυμπιάδος ἐτῶν εἶναι ἑξήκοντα τεττάρων καὶ μετʼ ὀλίγον τελευτῆσαι, ἀκμάσαντά πη μάλιστα κατὰ Πολυκράτην τὸν Σάμου τύραννον. τούτου φασὶν ᾅδοντος καταγελάσαι τὰ παιδάρια, τὸν δὲ μαθόντα φάναι, βέλτιον οὖν ἡμῖν ᾀστέον3 διὰ τὰ παιδάρια. Γέγονε δὲ καὶ ἄλλος Ἀναξίμανδρος ἱστορικός, καὶ αὐτὸς Μιλήσιος τῇ Ἰάδι γεγραφώς.
他也是第一个绘制大地与海洋轮廓图的人,并且还制作了天球仪。 他为自己的学说作了一部概要阐述,雅典的阿波罗多洛斯大概曾读过此书;阿波罗多洛斯在《年代记》中说,在第五十八届奥林匹亚德第二年,他年满六十四岁,并在不久之后去世,其鼎盛期大致与萨摩斯僭主波利克拉泰斯同时。据说当他唱歌时,孩童们嘲笑他,他在得知后说道: “那么,为了孩子们,我们必须唱得更好。此外还有另一位历史学家阿那克西曼德,他也是米利都人,用爱奥尼亚方言著述。
- 2.1.1οὖσαν σφαιροειδῆ
分词 οὖσαν 及其谓语形容词 σφαιροειδῆ 与阴性宾格名词 τὴν γῆν 一致。在由 ἔφασκεν 引出的间接引语中,它与 μέσην... κεῖσθαι 及 ἐπέχουσαν 并列,用以补述大地(地球)呈球形。
- 2.1.2πεποίηται κεφαλαιώδη τὴν ἔκθεσιν
完成时中动语态动词 πεποίηται 以阿那克西曼德为主语,具主动/中动意义(“他自己制作了/撰写了”)。处于谓语位置的形容词 κεφαλαιώδη 与带冠词名词 τὴν ἔκθεσιν 构成直接宾语(“要约式的阐述”),并支配表示客体的属格 τῶν δὲ ἀρεσκόντων αὐτῷ。
- 2.1.2βέλτιον οὖν ἡμῖν ᾀστέον
由动形容词 ᾀστέον(源自 ᾄδω)构成的无人称句式,表示必要性或义务。与格 ἡμῖν 为施事与格(“我们必须唱歌”),比较级中性宾格 βέλτιον 用作副词(“更好地”)。
