第欧根尼·拉尔修

哲人言行录

§2.17.135-2.17.139

梅内德谟的格言及与阿斯克勒庇阿德斯的友谊

本段记述了梅内德谟对逻辑命题的看法和机智格言,安提哥努斯对其性情的描述,他与挚友阿斯克勒庇阿德斯的深厚友谊及家庭生活,以及其俭朴而独特的宴会规矩。

← 上一节下一节 →

Ἀνῄρει δέ, φασί, καὶ τὰ ἀποφατικὰ τῶν ἀξιωμάτων, καταφατικὰ τιθείς· καὶ τούτων τὰ ἁπλᾶ προσδεχόμενος τὰ οὐχ ἁπλᾶ ἀνῄρει, λέγω δὲ συνημμένα καὶ συμπεπλεγμένα. φησὶ δʼ Ἡρακλείδης ἐν μὲν τοῖς δόγμασι Πλατωνικὸν εἶναι αὐτόν, διαπαίζειν δὲ τὰ διαλεκτικά· ὥστε Ἀλεξίνου ποτὲ ἐρωτήσαντος εἰ πέπαυται τὸν πατέρα τύπτων, ἀλλʼ οὔτʼ ἔτυπτον, φάναι, οὔτε πέπαυμαι. πάλιν τʼ ἐκείνου λέγοντος ὡς ἐχρῆν εἰπόντα ναί οὔ λῦσαι τὴν ἀμφιβολίαν, γελοῖον, εἶπε, τοῖς ὑμετέροις νόμοις ἀκολουθεῖν, ἐξὸν ἐν πύλαις ἀντιβῆναι1. Βίωνός τε ἐπιμελῶς κατατρέχοντος τῶν μάντεων, νεκροὺς αὐτὸν ἐπισφάττειν ἔλεγε.

据说他还排除了否定命题,只确立肯定命题;而在这些肯定命题中,他接受简单命题,排除了非简单命题,我指的是假言命题和联言命题。赫拉克利德斯说,他在学说上属于柏拉图学派,却嘲弄辩证术;因此,有一次亚历克西努斯问他是否已经停止殴打父亲,“我既没有殴打过,”他说,“也没有停止。” 当亚历克西努斯再次表示他理应回答“是”或“否”来化解这一歧义难题时,“既然能在城门处抵挡,”他说,“去遵守你们的规则就是可笑的。” 当比翁起劲地抨击占卜者时,他说比翁是在屠戮死者。

Καί ποτέ τινος ἀκούσας ὡς μέγιστον ἀγαθὸν εἴη τὸ πάντων ἐπιτυγχάνειν ὧν τις ἐπιθυμεῖ, εἶπε, πολὺ δὲ μεῖζον τὸ ἐπιθυμεῖν ὧν δεῖ. φησὶ δʼ Ἀντίγονος Καρύστιος γράψαι αὐτὸν μηδὲν μηδὲ συντάξαι, ὥστε μηδʼ ἐπὶ δόγματός τινος στηρίζειν. ἐν δὲ ταῖς ζητήσεσι, φησίν, ὧδε μάχιμος ἦν ὥστʼ ὑπώπια φέρων ὑπῄει. ὅμως δʼ οὖν τοιοῦτος ἐν τοῖς λόγοις ὑπάρχων ἐν τοῖς ἔργοις πρᾳότατος ἦν. Ἀλεξῖνον γοῦν πολλὰ καταπαίζων καὶ σκληρῶς ἐπισκώπτων, ὅμως αὐτὸν εὖ ἐποίησε τὴν γυναῖκα παραπέμψας ἐκ Δελφῶν ἕως Χαλκίδος, εὐλαβουμένην τὰς κλωπείας τε καὶ τὰς καθʼ ὁδὸν λῃστείας.

有一次,听到有人说获得所渴望的一切乃是最大的善,他说: “渴望应当渴望之物则是大得多的善。” 卡里斯图斯的安提哥努斯说,他没有写下任何著作,也没有编撰任何文章,因此没有拘泥于任何教条。然而安提哥努斯说,在探究辩论中他是如此好战,以至于常常带着脸上的瘀伤退场。尽管在言论中他是这样的人,但在行动中他却极其温和。无论如何,尽管他多方取笑亚历克西努斯并严苛地讥刺他,但他依然为他行善:在亚历克西努斯的妻子惧怕窃贼和途中强盗时,他护送她从德尔斐直到卡尔基斯。

Φίλος τε ἦν μάλιστα, ὡς δῆλον ἐκ τῆς πρὸς Ἀσκληπιάδην συμπνοίας, οὐδέν τι διαφερούσης τῆς Πυλάδου φιλοστοργίας. ἀλλὰ πρεσβύτερος Ἀσκληπιάδης, ὡς λέγεσθαι ποιητὴν μὲν αὐτὸν εἶναι, ὑποκριτὴν δὲ Μενέδημον. καί ποτέ φασιν Ἀρχιπόλιδος τρισχιλίας αὐτοῖς διαγράψαντος στηριζομένους περὶ τοῦ τίς δεύτερος ἀρεῖ, μηδέτερον λαβεῖν. λέγεται δὲ καὶ γυναῖκας ἀγαγέσθαι αὐτούς· ὧν τὴν μὲν θυγατέρα Ἀσκληπιάδην, τὴν δὲ μητέρα Μενέδημον2. κἀπειδὴ τελευτῆσαι τῷ Ἀσκληπιάδῃ τὸ γύναιον, λαβεῖν τὸ τοῦ Μενεδήμου· ἐκεῖνόν τε, ἐπειδὴ προὔστη τῆς πολιτείας, πλουσίαν γῆμαι· οὐδὲν μέντοι ἧττον μιᾶς οὔσης οἰκίας ἐπιτρέψαι τὸν Μενέδημον τὴν διοίκησιν τῇ προτέρᾳ γυναικί.

他还极其重情谊,这从他与阿斯克勒庇阿德斯的心意相通中便可清楚看出,这种情谊丝毫不逊于皮拉得斯的挚爱。但阿斯克勒庇阿德斯年长,以至于人们说阿斯克勒庇阿德斯是诗人,而梅内德谟是演员。据说有一次阿耳基波利斯开出三千德拉克马给他们,两人争执于谁应该第二位去领取,结果谁也没有接受。据说他们还成了家:阿斯克勒庇阿德斯娶了其中的女儿,梅内德谟娶了母亲。当阿斯克勒庇阿德斯的小娇妻去世时,他迎娶了梅内德谟的妻子;而梅内德谟在执掌国政后娶了一位富有的妇人。然而,由于同居一室,梅内德谟依然把家务管理托付给前妻。

μέντοι Ἀσκληπιάδης προκατέστρεψεν ἐν Ἐρετρίᾳ γηραιὸς ἤδη, συζήσας τῷ Μενεδήμῳ σφόδρα εὐτελῶς ἀπὸ μεγάλων3· ὅτε καὶ μετὰ χρόνον ἐλθόντος ἐπὶ κῶμον ἐρωμένου τοῦ Ἀσκληπιάδου καὶ τῶν νεανίσκων ἀποκλειόντων αὐτόν, Μενέδημος ἐκέλευσεν εἰσδέξασθαι, εἰπὼν ὅτι Ἀσκληπιάδης αὐτῷ καὶ κατὰ γῆς ὢν τὰς θύρας ἀνοίγει. ἦσαν δʼ οἱ σωματοποιήσαντες αὐτοὺς Ἱππόνικός τε Μακεδὼν καὶ Ἀγήτωρ Λαμιεύς· μὲν ἑκατέρῳ δοὺς τριάκοντα μνᾶς, δʼ Ἱππόνικος Μενεδήμῳ εἰς ἔκδοσιν τῶν θυγατέρων δισχιλίας δραχμάς. ἦσαν δὲ τρεῖς, καθά φησιν Ἡρακλείδης, ἐξ Ὠρωπίας αὐτῷ γυναικὸς γεγεννημέναι.

不过阿斯克勒庇阿德斯在埃雷特里亚先于他离世,当时已是暮年,他在巨额资财之后与梅内德谟过着极度俭朴的生活。此后有一次,阿斯克勒庇阿德斯生前的一位年轻伴侣前来参加狂欢游行,青年人们将他拒之门外,梅内德谟却吩咐放他进来,说阿斯克勒庇阿德斯即使在九泉之下也为他敞开大门。为他们置办资财的是马其顿人希波尼库斯和拉米亚人阿革托尔;阿革托尔给他们两人各三十米纳,而希波尼库斯则给梅内德谟两千德拉克马作为女儿们的嫁妆。正如赫拉克利德斯所说,女儿共有三位,是他与一位奥罗普斯妇人所生。

Τὰ δὲ συμπόσια τοῦτον ἐποιεῖτο τὸν τρόπον· προηρίστα μετὰ δυοῖν τριῶν ἕως βραδέως ἦν τῆς ἡμέρας· ἔπειτά τις ἐκάλει τοὺς παραγενομένους καὶ αὐτοὺς ἤδη δεδειπνηκότας· ὥστʼ εἴ τις ἔλθοι θᾶττον, ἀνακάμπτων ἐπυνθάνετο τῶν ἐξιόντων τί εἴη παρακείμενον καὶ πῶς ἔχοι τὸ τοῦ χρόνου· εἰ μὲν οὖν λαχάνιον ταρίχιον, ἀνεχώρουν· εἰ δὲ κρεᾴδιον, εἰσῄεσαν. ἦν δὲ τοῦ μὲν θέρους ψίαθος ἐπὶ τῶν κλινῶν, τοῦ δὲ χειμῶνος κώδιον· προσκεφάλαιον αὑτῷ φέρειν ἔδει. τό τε περιαγόμενον ποτήριον οὐ μεῖζον ἦν κοτυλιαίου· τράγημα θέρμος κύαμος, ἔστι δʼ ὅτε καὶ τῶν ὡρίων ἄπιος ῥοιὰ ὦχροι νὴ Δίʼ ἰσχάδες.

他以如下方式举行宴会:他与两三个人预先用膳,直到天色已晚;随后有人邀请那些已经用过晚餐而赶来的客人们;因此,如果有人来得过早,他就会折返回去向出来的人打听摆上了什么菜肴,时间进行到了哪一步;如果是蔬菜或腌鱼,他们便离去;如果是肉食,他们就进去。夏天卧榻上铺着草席,冬天则铺着羊皮;人们必须自己携带靠枕。传饮的酒杯不大于一科图勒;茶点是羽扇豆或蚕豆,有时也是时令水果,如梨、石榴、鹰嘴豆,或者指着宙斯发誓,是无花果干。

语法注3 条
  1. 2.17.135ἐξὸν ἐν πύλαις ἀντιβῆναι

    非人称动词 ἔξεστι 的中性分词 ἐξόν 构成宾格绝对结构(accusative absolute),带有让步意味(“尽管能够在城门处抵抗”)。此处用作比喻,指在一开始(城门防线处)就可以拒绝对方预设的前提,而无需遵守对方设定的辩证规则。

  2. 2.17.137ὧν τὴν μὲν θυγατέρα Ἀσκληπιάδην, τὴν δὲ μητέρα Μενέδημον

    关系代名词 ὧν 是指代前文 γυναῖκας(母女二人)的部分属格。两分句中均承前省略了不定词 ἀγαγέσθαι(娶妻),形成“τὴν μέν ... τὴν δέ”的对称结构,意为“其中阿斯克勒庇阿德斯娶了女儿,梅内德谟娶了母亲”。

  3. 2.17.138ἀπὸ μεγάλων

    介词 ἀπό 与中性复数形容词 μεγάλων 连用,表示财产或境遇的起点(“从巨额资财/富裕境遇出发”),与副词 εὐτελῶς(俭朴地)构成鲜明对比。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:2.17.135-2.17.139