第欧根尼·拉尔修

哲人言行录

§2.17.130-2.17.134

梅内德谟的学风性格与辩证法

本段记述了梅内德谟随性不羁的学风、在从政时的焦虑性格、健壮的身体体魄、对荷马与阿开奥斯等诗人的喜爱,以及好辩的论辩方法。

← 上一节下一节 →

πρὸς δὲ τοῦτο ἀπαντήσαντος τοῦ τυράννου καὶ εἰπόντος ὡς ταύτην τὴν ἡμέραν ἔχοι σχολάζουσαν πρὸς τὸ διακούειν φιλοσόφων, ἔτι καὶ μᾶλλον αὐστηρότερον ἐνέκειτο1, δεικνὺς ἐπὶ τῆς θυσίας ὡς χρὴ πάντα καιρὸν φιλοσόφων ἀκούειν· ὥστʼ εἰ μή τις αὐλητὴς αὐτοὺς διεπέμψατο, κἂν ἀπώλοντο. ὅθεν χειμαζομένων ἐν τῷ πλοίῳ τὸν Ἀσκληπιάδην φασὶν εἰπεῖν ὡς μὲν τοῦ αὐλητοῦ εὐμουσία σέσωκεν αὐτούς, δὲ τοῦ Μενεδήμου παρρησία ἀπολώλεκεν. Ἦν δέ, φασί, καὶ ἐκκλίτης καὶ τὰ τῆς σχολῆς ἀδιάφορος, οὔτε τάξιν γοῦν τινὰ ἦν παρʼ αὐτῷ βλέπειν οὔτε βάθρα κύκλῳ διέκειτο, ἀλλʼ οὗ ἂν ἕκαστος ἔτυχε περιπατῶν καθήμενος ἤκουε, καὶ αὐτοῦ τοῦτον τὸν τρόπον διακειμένου.

针对此话,僭主回答说自己留下这一天是为了专门听哲学家讲学,但他却更加严厉地紧追不舍,在祭祀时证明人们应当在一切时刻聆听哲学家;以至于若不是一位笛手将他们秘密送走,他们几乎丧命。因此,当他们在船上遭遇风暴时,据说阿斯克勒庇阿德斯曾说,笛手的精湛技艺救了他们,而梅内德谟的直言不讳却害了他们。 据说他为人随和,对学园的形式漠不关心。至少,在他身边看不到任何讲究的秩序,也没有环形摆放的长凳;每个人无论恰好身在何处,或漫步或坐着倾听,他自己也是如此这般。

ἀγωνιάτης μέντοι, φασίν, ἦν ἄλλως καὶ φιλόδοξος ὥστε τὸ πρότερον τέκτονι συνοικοδομοῦντες αὐτός τε καὶ Ἀσκληπιάδης, μὲν Ἀσκληπιάδης ἐφαίνετο γυμνὸς ἐπὶ τοῦ τέγους τὸν πηλὸν παραφέρων, δὲ εἴ τινʼ ἴδοι ἐρχόμενον, παρεκρύπτετο. ἐπεὶ δʼ ἥψατο τῆς πολιτείας, οὕτως ἦν ἀγωνιάτης ὥστε καὶ τὸν λιβανωτὸν τιθεὶς διήμαρτε τοῦ θυμιατηρίου. καί ποτε Κράτητος περιισταμένου αὐτὸν καὶ καθαπτομένου εἰς τὸ ὅτι πολιτεύεται, ἐκέλευσέ τισιν εἰς τὸ δεσμωτήριον αὐτὸν ἐμβαλεῖν· τὸν δὲ μηδὲν ἧττον τηρεῖν παριόντα καὶ ὑπερκύπτοντα Ἀγαμεμνόνειόν τε καὶ Ἡγησίπολιν ἀποκαλεῖν2.

然而据说他在其他方面既焦虑不安又在意名声,以至于从前他和阿斯克勒庇阿德斯两人在木匠手下一起盖房时,阿斯克勒庇阿德斯光着身子在屋顶上搬运黏土,而他只要看见有人走来,就会躲藏起来。当他投身于城邦政务时,他是如此焦虑,以至于在放置乳香时甚至连香炉都投偏了。有一次,克拉特斯围着他并就他参与政治一事加以谴责,他便吩咐人把克拉特斯投入监狱;但据说克拉特斯毫不收敛,在他走过时窥视着,探出身子不停喊他为“阿伽门农”和“城邦领袖”。

Ἦν δέ πως ἠρέμα καὶ δεισιδαιμονέστερος σὺν γοῦν Ἀσκληπιάδῃ κατʼ ἄγνοιαν ἐν πανδοκείῳ ποτὲ κρεάτων ῥιπτουμένων φαγών, ἐπειδὴ μάθοι, ἐναυτία τε καὶ ὠχρία· ἕως Ἀσκληπιάδης ἐπετίμησεν αὐτῷ ὡς οὐδὲν [εἰπὼν] ἠνώχλησεν αὐτὸν τὰ κρέα, ἀλλʼ περὶ τούτων ὑπόνοια. τὰ δʼ ἄλλα μεγαλόψυχος ἀνὴρ ἦν καὶ ἐλευθέριος. κατά τε τὴν ἕξιν τὴν σωματικὴν ἤδη καὶ πρεσβύτης ὑπάρχων οὐδὲν ἧττον ἀθλητοῦ στερεός τε καὶ ἐπικεκαυμένος τὸ εἶδος, πίων τε καὶ τετριμμένος τὸ δὲ μέγεθος σύμμετρος, ὡς δῆλον ἐκ τοῦ εἰκονίου τοῦ ἐν Ἐρετρίᾳ ἐν τῷ ἀρχαίῳ σταδίῳ. ἔστι γάρ, ὡς ἐπίτηδες, παράγυμνον, τὰ πλεῖστα μέρη φαῖνον τοῦ σώματος.

不知何故,他还有点迷信。无论如何,有一次他和阿斯克勒庇阿德斯在一家客栈里出于不知情吃了被丢弃的肉,一旦得知实情,他便感到恶心并且脸色发白;直到阿斯克勒庇阿德斯责备他说,困扰他的绝不是肉,而只是对肉的猜疑。在其他方面,他是一个宽宏大度且具自由人风范的人。就身体状况而言,他虽然已是老人,却不亚于运动员那般结实,外貌经烈日曝晒而黝黑,肌肉饱满且久经锻炼,体型匀称,这从埃雷特里亚古竞技场中的小雕像便可清楚看出;因为那座雕像宛如故意一般半裸着,展露出身体的大部分。

Ἦν δὲ καὶ φιλυπόδοχος καὶ διὰ τὸ νοσῶδες τῆς Ἐρετρίας πλείω συνάγων συμπόσια· ἐν οἷς καὶ ποιητῶν καὶ μουσικῶν. ἠσπάζετο δὲ καὶ Ἄρατον καὶ Λυκόφρονα τὸν τῆς τραγῳδίας ποιητὴν καὶ τὸν Ῥόδιον Ἀνταγόραν· μάλιστα δὲ πάντων Ὁμήρῳ προσεῖχεν· εἶτα καὶ τοῖς μελικοῖς· ἔπειτα Σοφοκλεῖ, καὶ δὴ καὶ Ἀχαιῷ, ᾧπερ καὶ τὸ δευτερεῖον ἐν τοῖς Σατύροις, Αἰσχύλῳ δὲ τὸ πρωτεῖον ἀπεδίδου. ὅθεν καὶ πρὸς τοὺς ἀντιπολιτευομένους ταῦτα, φασί, προεφέρετο· "ἡλίσκετʼ ἆρα καὶ πρὸς ἀσθενῶν ταχύς, καὶ πρὸς χελώνης ἀετὸς βραχεῖ χρόνῳ."

他还生性好客,由于埃雷特里亚气候多病,他召集了较多的宴会;在宴席中也有诗人和音乐家。他赏识阿拉托斯、悲剧诗人吕科弗隆以及罗得岛的安塔哥拉斯;但他最倾心于荷马,其次是抒情诗人,再次是索福克勒斯,以及阿开奥斯,他在萨堤洛斯剧中将第二位归于阿开奥斯,而将第一位归于埃斯库罗斯。因此据说针对政敌,他曾引用了以下诗句: “原来敏捷者也被孱弱者所捕获, 雄鹰也在短暂之间受制于乌龟。

ταῦτα δʼ ἐστὶν Ἀχαιοῦ ἐκ τῆς σατυρικῆς Ὀμφάλης· ὥστε πταίουσιν οἱ λέγοντες μηδὲν αὐτὸν ἀνεγνωκέναι πλὴν τῆς Μηδείας τῆς Εὐριπίδου, ἣν ἔνιοι Νεόφρονος εἶναι τοῦ Σικυωνίου φασί. Τῶν δὲ διδασκάλων τοὺς περὶ Πλάτωνα καὶ Ξενοκράτην, ἔτι τε Παραιβάτην τὸν Κυρηναῖον κατεφρόνει, Στίλπωνα δʼ ἐτεθαυμάκει· καί ποτε ἐρωτηθεὶς περὶ αὐτοῦ ἄλλο μὲν οὐδὲν εἶπε πλὴν ὅτι ἐλευθέριος. ἦν δὲ καὶ δυσκατανόητος Μενέδημος καὶ ἐν τῷ συνθέσθαι δυσανταγώνιστος3· ἐστρέφετό τε πρὸς πάντα καὶ εὑρεσιλόγει· ἐριστικώτατός τε, καθά φησιν Ἀντισθένης ἐν Διαδοχαῖς, ἦν. καὶ δὴ καὶ τόδε ἐρωτᾶν εἰώθει· τὸ ἕτερον τοῦ ἑτέρου ἕτερόν ἐστι; ναί. ἕτερον δέ ἐστι τὸ ὠφελεῖν τοῦ ἀγαθοῦ; ναί. οὐκ ἄρα τὸ ὠφελεῖν ἀγαθόν ἐστιν.

这些诗句出自阿开奥斯的萨堤洛斯剧《翁法勒》;因此,那些说他除了欧里庇得斯的《美狄亚》(有人说此剧出自西库昂的尼奥弗隆)之外什么都没读过的人是错误的。 在导师中,他蔑视柏拉图和色诺克拉底学派的人,还有居勒尼派的帕赖巴特斯,却对斯提尔波推崇备至;有一次有人问起斯提尔波,他除了说此人具有自由人的品格之外别无所言。梅内德谟也是一个难以捉摸的人,在达成共识方面极难对付;他四处变招,善于巧辩;正如安提斯泰尼在《传承录》中所言,他极好辩驳。事实上,他也习惯于提出这样的问题: “一件事物与另一件事物不同吗?” “是的。” “有益与善不同吗?” “是的。” “那么有益就不是善。

语法注3 条
  1. 2.17.130ἔτι καὶ μᾶλλον αὐστηρότερον ἐνέκειτο

    副词短语 ἔτι καὶ μᾶλλον 与比较级 αὐστηρότερον 叠加构成的强调性赘述结构。它强化表达了在听到僭主的辩解后,他的诘难变得愈加严厉。

  2. 2.17.131τὸν δὲ μηδὲν ἧττον τηρεῖν παριόντα καὶ ὑπερκύπτοντα Ἀγαμεμνόνειόν τε καὶ Ἡγησίπολιν ἀποκαλεῖν

    由前文传闻动词 φασίν 所管辖的带不定式宾格结构(A.c.I.)。宾格 τὸν δέ 指代克拉特斯,作为不定式 τηρεῖν 和 ἀποκαλεῖν 的主语,描绘了他虽身处狱中,仍在梅内德谟经过时探出身来(ὑπερκύπτοντα)对其进行讥讽呼喊。

  3. 2.17.134ἐν τῷ συνθέσθαι δυσανταγώνιστος

    冠词中动态不定式短语 ἐν τῷ συνθέσθαι 意为“在达成共识/承认前提方面”。它表明在辩论中,当涉及承认共同论题或作出妥协时,他是一个极难对付(δυσανταγώνιστος)的论敌。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:2.17.130-2.17.134