第欧根尼·拉尔修

哲人言行录

§2.17.125-2.17.129

梅内德谟的生平与埃雷特里亚学派的起源

本节记述了梅内德谟的出身、师从柏拉图与斯提尔波及埃雷特里亚学派的形成,随后列举了展现其严肃威严的性情、尖锐讽刺与直言不讳的诸多轶事。

← 上一节下一节 →

[Μενέδημος] Οὗτος τῶν ἀπὸ Φαίδωνος, Κλεισθένους τοῦ τῶν Θεοπροπιδῶν καλουμένων υἱός, ἀνδρὸς εὐγενοῦς μέν, ἀρχιτέκτονος δὲ καὶ πένητος· οἱ δὲ καὶ σκηνογράφον αὐτὸν εἶναί φασι καὶ μαθεῖν ἑκάτερα τὸν Μενέδημον· ὅθεν γράψαντος αὐτοῦ ψήφισμά τι καθήψατό τις Ἀλεξίνειος, εἰπὼν ὡς οὔτε σκηνὴν οὔτε ψήφισμα προσήκει τῷ σοφῷ γράφειν1. πεμφθεὶς δὲ φρουρὸς Μενέδημος ὑπὸ τῶν Ἐρετριέων εἰς Μέγαρα ἀνῆλθεν εἰς Ἀκαδημείαν πρὸς Πλάτωνα, καὶ θηραθεὶς κατέλιπε τὴν στρατείαν.

[梅内德谟] 他属于斐多学派,是所谓的塞奥普罗皮代家族的克利斯提尼之子;其父虽出身贵族,却是个建筑师,而且贫穷;但也有人说他还是个舞台布景画家,梅内德谟把两门手艺都学会了。因此,在他起草了一项法令之后,阿莱克西努斯派的一个人抨击他,说智者既不适合画舞台布景,也不适合起草法令。梅内德谟作为驻防卫兵被埃雷特里亚人派往墨伽拉,随后前往阿卡德米求学于柏拉图,为之倾倒后便放弃了军旅生涯。

Ἀσκληπιάδου δὲ τοῦ Φλιασίου περισπάσαντος αὐτὸν ἐγένετο ἐν Μεγάροις παρὰ Στίλπωνι, οὗπερ ἀμφότεροι διήκουσαν· κἀντεῦθεν πλεύσαντες εἰς Ἦλιν Ἀγχιπύλῳ καὶ Μόσχῳ τοῖς ἀπὸ Φαίδωνος παρέβαλον. καὶ μέχρι μὲν τούτων, ὡς προείρηται ἐν τῷ περὶ Φαίδωνος, Ἠλιακοὶ προσηγορεύοντο· Ἐρετρικοὶ δʼ ἐκλήθησαν ἀπὸ τῆς πατρίδος τοῦ περὶ οὗ λόγος. Φαίνεται δὴ Μενέδημος σεμνὸς ἱκανῶς γενέσθαι· ὅθεν αὐτὸν Κράτης παρῳδῶν φησι· "Φλιάσιόν τʼ Ἀσκληπιάδην καὶ ταῦρον Ἐρέτρην." δὲ Τίμων οὕτως· "ὄγκον ἀναστήσας ὠφρυωμένος ἀφροσιβόμβαξ."

弗利乌斯的阿斯克勒庇阿德斯将他拉走后,他便在墨伽拉寄居于斯提尔波门下,两人都听了他的讲学;自彼处他们航行至厄利斯,投奔了斐多的门徒安奇庇罗斯和莫斯库斯。直到这些人为止,正如之前在关于斐多的篇章中所述,他们都被称为厄利斯派;但后来根据我们正在论述的这位人物的故乡,他们被称为埃雷特里亚派。 梅内德谟显然成了一个相当威严自持的人;因此克拉特斯嘲弄他说: “弗利乌斯人阿斯克勒庇阿德斯,以及埃雷特里亚的公牛。” 第蒙则如此写道: “高扬着傲慢的双眉,发出愚蠢嗡鸣的狂妄汉。

οὕτω δʼ ἦν σεμνὸς ὡς Εὐρύλοχον τὸν Κασανδρέα μετὰ Κλεϊππίδου Κυζικηνοῦ μειρακίου κληθέντα ὑπʼ Ἀντιγόνου ἀντειπεῖν· φοβεῖσθαι γὰρ μὴ Μενέδημος αἴσθοιτο. ἦν γὰρ καὶ ἐπικόπτης καὶ παρρησιαστής. μειρακίου γοῦν καταθρασυνομένου εἶπε μὲν οὐδέν· λαβὼν δὲ κάρφος διέγραφεν εἰς τοὔδαφος περαινομένου σχῆμα· ἕως ὁρώντων πάντων συνὲν τὸ μειράκιον τὴν ὕβριν ἀπηλλάγη. Ἱεροκλέους δὲ τοῦ ἐπὶ τοῦ Πειραιῶς συνανακάμπτοντος αὐτῷ ἐν Ἀμφιαράου καὶ πολλὰ λέγοντος περὶ τῆς ἁλώσεως τῆς Ἐρετρίας, ἄλλο μὲν οὐδὲν εἶπεν, ἠρώτησε δὲ εἰς τί αὐτὸν Ἀντίγονος περαίνει2.

他是如此威严,以至于卡桑德里亚的欧律洛科斯与基齐库斯的少年克莱普庇得斯一同受到安提柯邀请时,竟然谢绝了;因为他害怕被梅内德谟发觉。因为他既是一个辛辣的批评者,又是一个敢怒敢言的直言之士。至少,曾有一个少年态度放肆,他什么话也没说,只拿起一根树枝,在地上画出了承受被动男色行为的姿势;直到当着众人的面,那少年省悟到了这一侮辱而溜走了。比雷埃夫斯的守备官耶罗克勒斯在安菲阿拉奥斯圣所与他同行漫步,并滔滔不绝地谈论埃雷特里亚的沦陷时,他什么也没多说,只问安提柯究竟拿他作何用途。

Πρὸς δὲ τὸν θρασυνόμενον μοιχόν, ἀγνοεῖς, ἔφη, ὅτι οὐ μόνον κράμβη χυλὸν ἔχει χρηστόν, ἀλλὰ καὶ ῥαφανίς; πρὸς δὲ τὸν νεώτερον κεκραγότα, σκέψαι, ἔφη, μή τι ὄπισθεν ἔχων λέληθας. Ἀντιγόνου δὲ συμβουλευομένου εἰ ἐπὶ κῶμον ἀφίκοιτο, σιωπήσας τἄλλα μόνον ἐκέλευσεν ἀπαγγεῖλαι ὅτι βασιλέως υἱός ἐστι. πρὸς δὲ τὸν ἀναίσθητον ἀναφέροντά τι αὐτῷ εἰκαίως, ἠρώτησεν εἰ ἀγρὸν ἔχοι· φήσαντος δὲ καὶ πάμπλειστα κτήματα, πορεύου τοίνυν, ἔφη, κἀκείνων ἐπιμελοῦ, μὴ συμβῇ σοι καὶ ταῦτα καταφθεῖραι καὶ κομψὸν ἰδιώτην ἀποβαλεῖν. πρὸς δὲ τὸν πυθόμενον εἰ γήμαι σπουδαῖος, ἔφη, πότερον ἐγώ σοι σπουδαῖος δοκῶ οὔ; φήσαντος δʼ εἶναι, ἐγὼ τοίνυν, εἶπε, γεγάμηκα.

面对一个态度傲慢的通奸者,他说: “你难道不知道,不仅卷心菜有美汁,萝卜也有吗?” 面对一个大喊大叫的年轻人,他说: “你瞧瞧,别是身后被塞了什么东西而自己还不知道。” 当安提柯就自己是否该去参加狂欢宴饮征求他的意见时,他对其余的事保持沉默,只吩咐转告说:他是国王的儿子。面对一个轻率地向他汇报琐事的不明事理者,他问对方是否有田地;在那人表示自己还拥有极多的产业后,他说: “那么你去吧,照管好那些产业,免得你把它们挥霍殆尽,连一个风雅的平民身份也丢掉了。” 面对向他询问贤人是否应当结婚的人,他说: “在你看来,我算是一个贤人呢,还是不算?” 在那人说是之后,他说: “既然如此,我已经结婚了。

πρὸς δὲ τὸν εἰπόντα πολλὰ τὰ ἀγαθὰ ἐπύθετο πόσα τὸν ἀριθμὸν καὶ εἰ νομίζοι πλείω τῶν ἑκατόν. μὴ δυνάμενος δὲ τῶν καλούντων ἐπὶ δεῖπνόν τινος περιελεῖν τὴν πολυτέλειαν, κληθείς ποτε οὐδὲν μὲν εἶπε· σιωπῶν δʼ αὐτὸν ἐνουθέτησε μόνας ἐλαίας προσενεγκάμενος. διὰ δὴ οὖν τὸ παρρησιαστικὸν τοῦτο μικροῦ καὶ ἐκινδύνευσεν ἐν Κύπρῳ παρὰ Νικοκρέοντι σὺν Ἀσκληπιάδῃ τῷ φίλῳ. τοῦ γάρ τοι βασιλέως ἐπιμήνιον ἑορτὴν τελοῦντος καὶ καλέσαντος καὶ τούτους ὥσπερ τοὺς ἄλλους φιλοσόφους, τὸν Μενέδημον εἰπεῖν ὡς εἰ καλὸν ἦν τῶν τοιούτων ἀνδρῶν συναγωγή, καθʼ ἑκάστην ἡμέραν ἔδει γίνεσθαι3 τὴν ἑορτήν· εἰ δʼ οὔ, περιττῶς καὶ νῦν.

面对说“善的事物很多”的人,他询问具体数目是多少,是否认为多于一百。他由于无法革除一位邀请他赴宴之人的奢靡之风,有一次赴约时一言不发,仅仅吃了些橄榄,便在沉默中规劝了那人。正是由于这种直言不讳的性格,他和挚友阿斯克勒庇阿德斯在塞浦路斯的尼科克利昂那里险些遭遇不测。因为在国王举行每月例行的节日庆典并像邀请其他哲学家一样邀请了他们时,梅内德谟说:如果聚集这样的人是一件好事,那么这个节日就应当每天举行;如果不算,那么即便现在举行也是多余的。

语法注3 条
  1. 2.17.125οὔτε σκηνὴν οὔτε ψήφισμα προσήκει τῷ σοφῷ γράφειν

    动词 γράφειν 在此构成双关或一词多义的结合法(zeugma):支配 σκηνήν 时意为“绘制”(舞台背景),支配 ψήφισμα 时意为“起草/书写”(法令)。这一修辞巧妙地将梅内德谟及其父所习的手艺(布景画)与他后来的参政行为(起草法令)结合起来进行攻击。

  2. 2.17.127εἰς τί αὐτὸν Ἀντίγονος περαίνει

    动词 περαίνω 含有双重语义:表面上指“完成/使……派上何种用场”,但在俗语与俚语中具有淫秽含义,指性行为中的主动插入(鸡奸者)。这与前文梅内德谟在地上画出承受男色姿势(περαινομένου σχῆμα)的情节相呼应,使得此问在表面询问“安提柯留用他究竟作何用途”的同时,暗含了极为下流的性侮辱。

  3. 2.17.129τὸν Μενέδημον εἰπεῖν ὡς εἰ καλὸν ἦν... ἔδει γίνεσθαι

    在开头的属格绝对结构 τοῦ γάρ τοι βασιλέως... τελοῦντος 之后,出现了主格限定动词缺失、直接由“宾格+不定式”(τὸν Μενέδημον εἰπεῖν)充当主要叙述的现象。这是古希腊语在间接引语叙事(oratio obliqua)中,无需显式的主句动词而直接以不定式传述传闻或轶事的常见语法现象。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:2.17.125-2.17.129