- 底本
- Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:2.11.117-2.11.120
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-25
本节记述了斯提尔蓬与犬儒派克拉特斯的机智应对、他否定理念的辩难论据、其对话录作品目录,以及相传他为尽早解脱而饮酒致死的结局。
Κράτητος τοίνυν αὐτὸν ἐρωτήσαντος εἰ οἱ θεοὶ χαίρουσι ταῖς προσκυνήσεσι καὶ εὐχαῖς, φασὶν εἰπεῖν, περὶ τούτων μὴ ἐρώτα, ἀνόητε, ἐν ὁδῷ, ἀλλὰ μόνον1. τὸ δʼ αὐτὸ καὶ Βίωνα ἐρωτηθέντα εἰ θεοί εἰσιν εἰπεῖν· "οὐκ ἀπʼ ἐμοῦ σκεδάσεις ὄχλον, ταλαπείριε πρέσβυ;" Ἦν δʼ ὁ Στίλπων καὶ ἀφελὴς καὶ ἀνεπίπλαστος πρός τε τὸν ἰδιώτην εὔθετος. Κράτητος γοῦν ποτε τοῦ κυνικοῦ πρὸς μὲν τὸ ἐρωτηθὲν οὐκ ἀποκριναμένου, ἀποπαρδόντος δέ, ᾔδειν, ἔφη, ὡς πάντα μᾶλλον φθέγξῃ ἢ ἃ δεῖ.
因此,当克拉特斯问他诸神是否悦纳顶礼与祈求时,据说他回答道: “傻瓜,不要在路上问这种事,只有在我们独处时才问。” 相传比昂在被问及诸神是否存在时,也曾如此回答: “受尽磨难的老汉,你难道不能把人群从我身边驱散开吗?” 斯提尔蓬为人朴实无华、不加掩饰,与平民交往甚为融洽。有一次,犬儒派的克拉特斯对他的提问不仅不予回答,反而放了一个响屁,斯提尔蓬便说: “我早就料到你宁肯发出别的任何声响,也不会说出该说的话。”
ἀλλὰ καὶ ἰσχάδα προτείναντος αὐτῷ ποτε καὶ ἐρώτημα, δεξάμενον καταφαγεῖν· τοῦ δέ, ὦ Ἡράκλεις, εἰπόντος, ἀπολώλεκα τὴν ἰσχάδα· οὐ μόνον, ἔφη, ἀλλὰ καὶ τὸ ἐρώτημα, οὗ ἦν ἀρραβὼν ἡ ἰσχάς. πάλιν δὲ ἰδὼν τὸν Κράτητα χειμῶνος συγκεκαυμένον, ὦ Κράτης, εἶπε, δοκεῖς μοι χρείαν ἔχειν ἱματίου καινοῦ. [ὅπερ ἦν νοῦ καὶ ἱματίου.]2 καὶ τὸν ἀχθεσθέντα παρῳδῆσαι εἰς αὐτὸν οὕτω· "καὶ μὴν Στίλπωνʼ εἰσεῖδον χαλέπʼ ἄλγεʼ ἔχοντα ἐν Μεγάροις, ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς. ἔνθα τʼ ἐρίζεσκεν, πολλοὶ δʼ ἀμφʼ αὐτὸν ἑταῖροι· τὴν δʼ ἀρετὴν παρὰ γράμμα διώκοντες κατέτριβον."
还有一次,克拉特斯递给他一枚干无花果并抛出一个问题,斯提尔蓬接过无花果就吃了下去。克拉特斯喊道: “天哪, 我丢了无花果!” 斯提尔蓬说: “不仅如此,连同以无花果为定金的问题,你也一并丢了。” 又有一次,斯提尔蓬看到克拉特斯在冬天里冻得瑟瑟发抖,便说: “克拉特斯啊,我看你需要一件新斗篷。” [这是一句谐音双关,意指‘理智与斗篷’。]克拉特斯被惹恼了,便作了一首讽刺诗来嘲弄他: “我确实看见斯提尔蓬在墨加拉饱受深重苦难,据说那里是堤丰卧榻之所。他在那里争辩不休,身旁聚拢着大批同伴;但他们拘泥于字句去追求美德,白白耗费了光阴。”
Λέγεται δʼ οὕτως Ἀθήνησιν ἐπιστρέψαι τοὺς ἀνθρώπους, ὥστʼ ἀπὸ τῶν ἐργαστηρίων συνθεῖν ἵνα αὐτὸν θεάσαιντο. καί τινος εἰπόντος, Στίλπων, θαυμάζουσί σε ὡς θηρίον, οὐ μὲν οὖν, εἰπεῖν, ἀλλʼ ὡς ἄνθρωπον ἀληθινόν. δεινὸς δʼ ἄγαν ὢν ἐν τοῖς ἐριστικοῖς ἀνῄρει καὶ τὰ εἴδη· καὶ ἔλεγε τὸν λέγοντα ἄνθρωπον εἶναι μηδένα3· οὔτε γὰρ τόνδε εἶναι οὔτε τόνδε· τί γὰρ μᾶλλον τόνδε ἢ τόνδε; οὐδʼ ἄρα τόνδε. καὶ πάλιν· τὸ λάχανον οὐκ ἔστι τὸ δεικνύμενον· λάχανον μὲν γὰρ ἦν πρὸ μυρίων ἐτῶν· οὐκ ἄρα ἐστὶ τοῦτο λάχανον. φασὶ δʼ αὐτὸν ὁμιλοῦντα Κράτητι μετάξὺ σπεῦσαι ἰχθῦς πρίασθαι· τοῦ δʼ ἐπισπωμένου καὶ φάσκοντος, καταλείπεις τὸν λόγον; οὐκ ἔγωγε, ἔφη, ἀλλὰ τὸν μὲν λόγον ἔχω, σὲ δὲ καταλείπω· ὁ μὲν γὰρ λόγος περιμενεῖ, τὸ δʼ ὄψον πεπράσεται.
据说他在雅典如此引人注目,以至于工匠们从作坊里一齐跑出来看他。有人说: “斯提尔蓬,他们惊奇地看着你,就像在看珍禽异兽一样。” 据说他回答道: “绝非如此,他们看我,就像在看一个真正的人。” 他极擅长辩驳术,甚至否定了理念(相)。他主张,说出“人”这个词的人并未指涉任何人;因为所指的既非此人,亦非彼人。何以此人而非彼人呢?因此它也不是此人。他又说:“眼前展示的蔬菜并不是蔬菜;因为蔬菜在一万年之前就已经存在了;因此这个并不是蔬菜。”据说,他正与克拉特斯谈话时,中途急着去买鱼;克拉特斯拉住他说: “你要丢下这论辩吗?” 他说: “我可不会丢下论辩;论辩我保留着,我丢下的是你。因为论辩还会等我,但鱼肉却要卖光了。”
Φέρονται δʼ αὐτοῦ διάλογοι ἐννέα ψυχροί· Μόσχος, Ἀρίστιππος ἢ Καλλίας, Πτολεμαῖος, Χαιρεκράτης, Μητροκλῆς, Ἀναξιμένης, Ἐπιγένης, Πρὸς τὴν ἑαυτοῦ θυγατέρα, Ἀριστοτέλης. τούτου φησὶν Ἡρακλείδης καὶ τὸν Ζήνωνα ἀκοῦσαι τὸν τῆς στοᾶς κτίστην. γηραιὸν δὲ τελευτῆσαί φησιν Ἕρμιππος, οἶνον προσενεγκάμενον ὅπως θᾶττον ἀποθάνοι. Ἔστι δὲ καὶ εἰς τοῦτον ἡμῶν· "τὸν Μεγαρέα Στίλπωνα, γιγνώσκεις δʼ ἴσως, γῆρας, ἔπειτα νόσος καθεῖλε, δύσμαχον ζυγόν· ἀλλʼ οἶνον εὗρε τῆς κακῆς συνωρίδος φέρτερον ἡνίοχον4· 〈χανδὸν〉 πιὼν γὰρ ἤλασεν." προσεσκώφθη δὲ ὑπὸ Σωφίλου τοῦ κωμικοῦ ἐν δράματι Γάμῳ· Στίλπωνός ἐστι βύσμαθʼ ὁ Χαρίνου λόγος.
流传有他的九篇枯燥乏味的对话录:《莫斯库斯》、《阿里斯提普斯或卡利亚斯》、《托勒密》、《凯瑞克拉特斯》、《美特罗克勒斯》、《阿那克西美尼》、《埃庇革涅斯》、《答自己的女儿》、《亚里士多德》。赫拉克利德说,斯多亚学派的创立者芝诺也曾听过他的讲学。赫尔米普斯说,他年事已高而死,是通过饮酒来加速自己的死亡。 我们也有写给他的一首打油诗: “墨加拉人斯提尔蓬,想必你也熟知, 衰老,继之以疾病,将他击垮——这是一副难以抵挡的轭; 但他找到了比这恶劣的双马车驾 更强有力的御者,即美酒;因为他痛饮之后便扬长而去。” 喜剧诗人索菲鲁斯在剧作《婚姻》中也曾讥讽他: “卡里努斯的言论不过是斯提尔蓬的填塞料。”
- 2.11.117ἀλλὰ μόνον
在转折连词 ἀλλά 之后的 μόνον 既可作状语性宾格,亦可视为形容词省略句(即“唯在独处时提问”),与前文的 ἐν ὁδῷ(在路上,即大庭广众之下)构成鲜明对比。
- 2.11.118ἱματίου καινοῦ. [ὅπερ ἦν νοῦ καὶ ἱματίου.]
这里利用了 ἱματίου καινοῦ(一件新斗篷)与 ἱματίου καὶ νοῦ(斗篷与理智/脑子)的同音双关。方括号中的解释语 ὅπερ ἦν νοῦ καὶ ἱματίου 通常被认为是后世注释混入正文的旁注(gloss)。
- 2.11.119τὸν λέγοντα ἄνθρωπον εἶναι μηδένα
带不定式的宾格句结构。τὸν λέγοντα 为不定式 εἶναι 的逻辑主语,μηδένα 为述语宾格,字面意为“说‘人’者谁也不是(或指涉无物)”。紧接其后的 οὔτε γὰρ τόνδε εἶναι οὔτε τόνδε(因为它既非此人亦非彼人)表明,此处的论点在于普遍概念“人”并不指向任何具体的个别事物。
- 2.11.120τῆς κακῆς συνωρίδος φέρτερον ἡνίοχον
φέρτερον ἡνίοχον(更强有力的御者)作为宾语 οἶνον(酒)的补足宾格,受动词 εὗρε 支配。属格短语 τῆς κακῆς συνωρίδος(比那恶劣的双马车架)作为比较属格,依赖于比较级形容词 φέρτερον。
