第欧根尼·拉尔修

哲人言行录

§2.11.113-2.11.116

斯提尔蓬的声望与统治者交往轶事

本节记述了墨加拉的斯提尔蓬凭借雄辩之才从各大学派吸引众多门徒的事迹、家庭轶事、与托勒密和德米特里等统治者的交往,以及关于菲迪亚斯雅典娜雕像的论辩及其被驱逐的经过。

← 上一节下一节 →

Στίλπων Μεγαρεὺς τῆς Ἑλλάδος διήκουσε μὲν τῶν ἀπʼ Εὐκλείδου τινῶν· οἱ δὲ καὶ αὐτοῦ Εὐκλείδου ἀκοῦσαί φασιν αὐτόν, ἀλλὰ καὶ Θρασυμάχου τοῦ Κορινθίου, ὃς ἦν Ἰχθύα γνώριμος, καθά φησιν Ἡρακλείδης. τοσοῦτον δʼ εὑρεσιλογίᾳ καὶ σοφιστείᾳ προῆγε τοὺς ἄλλους, ὥστε μικροῦ δεῆσαι1 πᾶσαν τὴν Ἑλλάδα ἀφορῶσαν εἰς αὐτὸν μεγαρίσαι. περὶ τούτου φησὶ Φίλιππος Μεγαρικὸς κατὰ λέξιν οὕτω· παρὰ μὲν γὰρ Θεοφράστου Μητρόδωρον τὸν θεωρητικὸν καὶ Τιμαγόραν τὸν Γελῶον ἀπέσπασε, παρʼ Ἀριστοτέλους δὲ τοῦ Κυρηναϊκοῦ Κλείταρχον καὶ Σιμμίαν· ἀπὸ δὲ τῶν διαλεκτικῶν Παιώνειον μὲν ἀπʼ Ἀριστείδου, Δίφιλον δὲ τὸν Βοσποριανὸν Εὐφάντου καὶ Μύρμηκα τὸν Ἐξαινέτου παραγενομένους ὡς ἐλέγξοντας2 ἀμφοτέρους ζηλωτὰς ἔσχε.

希腊墨加拉的斯提尔蓬曾听从欧克里德某些门徒的讲学;但也有人说他听过欧克里德本人的教导,并且正如赫拉克利德所说,他还曾听过科林斯的色拉叙马库斯的教导,后者是伊克梯亚斯的弟子。他在辩论的独创性和智者技巧上如此超群绝伦,以至于整个希腊几乎都要注视着他而“墨加拉化”了。墨加拉派的腓力就他原文如此写道: “因为他确实从泰奥弗拉斯托斯那里夺走了理论家美特罗多鲁和革拉的蒂玛哥拉斯,从居勒尼派的亚里士多德那里夺走了克雷塔尔库斯和西米亚斯;而在辩证学者中,他从阿里斯泰德那里夺走了派奥尼乌斯,并且当欧凡图斯的弟子、博斯普鲁斯的狄菲鲁斯与埃克赛内托斯之子缪尔麦克斯前来试图驳倒他时,他把二人都变成了自己的追随者。

χωρὶς τοίνυν τούτων Φρασίδημον μὲν τὸν περιπατητικὸν καὶ φυσικῶν ἔμπειρον ὄντα προσηγάγετο, καὶ τὸν ῥητορικὸν Ἄλκιμον, ἁπάντων πρωτεύοντα τῶν ἐν τῇ Ἑλλάδι ῥητόρων, Κράτητά τε καὶ ἄλλους πλείστους ὅσους3 ἐθήρασε· καὶ δὴ καὶ Ζήνωνα τὸν Φοίνικα μετὰ τούτων ἀφείλετο. Ἦν δὲ καὶ πολιτικώτατος. Καὶ γυναῖκα ἠγάγετο· καὶ ἑταίρᾳ συνῆν Νικαρέτῃ, ὥς φησί που καὶ Ὀνήτωρ. καὶ θυγατέρα ἀκόλαστον ἐγέννησεν, ἣν ἔγημε γνώριμός τις αὐτοῦ Σιμμίας Συρακόσιος. ταύτης οὐ κατὰ τρόπον βιούσης εἶπέ τις πρὸς τὸν Στίλπωνα, ὡς καταισχύνοι αὐτόν· δέ, οὐ μᾶλλον, εἶπεν, ἐγὼ ταύτην κοσμῶ.

“因此,除了这些人之外,他还争取到了逍遥学派且通晓物理学的弗拉西德穆,并捕获了在全希腊演说家中独占鳌头的修辞家阿尔基穆,以及克拉特斯和极多其他的人;并且确实连同这些人一起,他还把腓尼基人芝诺也掳了过来。” 他在政治手腕上也极为卓越。 他娶了一位妻子,但正如奥内托尔在某处也说过的那样,他还与名妓尼卡勒忒同居。他生了一个放荡不羁的女儿,由他的一个门徒、叙拉古的西米亚斯娶为妻子。由于女儿生活放荡,有人对斯提尔蓬说她在让他蒙羞;然而他说: “她令我受辱的程度, 并不比我为她增光的程度更甚。

Ἀπεδέχετο δʼ αὐτόν, φασί, καὶ Πτολεμαῖος Σωτήρ. καὶ ἐγκρατὴς Μεγάρων γενόμενος ἐδίδου τε ἀργύριον αὐτῷ καὶ παρεκάλει εἰς Αἴγυπτον συμπλεῖν· δὲ μέτριον μέν τι τἀργυριδίου προσήκατο, ἀρνησάμενος δὲ τὴν ὁδὸν μετῆλθεν εἰς Αἴγιναν, ἕως ἐκεῖνος ἀπέπλευσεν. ἀλλὰ καὶ Δημήτριος Ἀντιγόνου καταλαβὼν τὰ Μέγαρα τήν τε οἰκίαν αὐτῷ φυλαχθῆναι καὶ πάντα τὰ ἁρπασθέντα προὐνόησεν ἀποδοθῆναι. ὅτε καὶ βουλομένῳ παρʼ αὐτοῦ τῶν ἀπολωλότων ἀναγραφὴν λαβεῖν ἔφη μηδὲν τῶν οἰκείων ἀπολωλεκέναι· παιδείαν γὰρ μηδένα ἐξενηνοχέναι, τόν τε λόγον ἔχειν καὶ τὴν ἐπιστήμην.

据说,托勒密·索特尔也很器重他。托勒密控制墨加拉时,赠予他金钱并邀请他一同乘船前往埃及;但他只接受了其中极小的一部分钱财,拒绝了这趟旅程,避居埃吉纳岛,直到国王乘船离去。不仅如此,安提柯之子德米特里在攻占墨加拉后,也下令保护他的宅邸,并归还所有被掠夺的财物。当时德米特里想要从他那里拿到一份损失财物的清单,斯提尔蓬却说,属于他自己的东西一件也没有失去;因为没有人夺走教养,而他仍然保有理性和知识。

Καὶ αὐτῷ διαλεχθεὶς περὶ ἀνθρώπων εὐεργεσίας οὕτως εἷλεν ὥστε προσέχειν αὐτῷ. τοῦτόν φασιν περὶ τῆς Ἀθηνᾶς τῆς τοῦ Φειδίου τοιοῦτόν τινα λόγον ἐρωτῆσαι· ἆρά γε τοῦ Διὸς Ἀθηνᾶ θεός ἐστι; φήσαντος δέ, ναί, αὕτη δέ γε, εἶπεν, οὐκ ἔστι Διός, ἀλλὰ Φειδίου· συγχωρουμένου δέ, οὐκ ἄρα, εἶπε, θεός ἐστιν. ἐφʼ καὶ εἰς Ἄρειον πάγον προσκληθέντα μὴ ἀρνήσασθαι4, φάσκειν δʼ ὀρθῶς διειλέχθαι· μὴ γὰρ εἶναι αὐτὴν θεόν, ἀλλὰ θεάν· θεοὺς δὲ εἶναι τοὺς ἄρρενας. καὶ μέντοι τοὺς Ἀρεοπαγίτας εὐθέως αὐτὸν κελεῦσαι τῆς πόλεως ἐξελθεῖν. ὅτε καὶ Θεόδωρον τὸν ἐπίκλην θεὸν ἐπισκώπτοντα εἰπεῖν, πόθεν δὲ τοῦτʼ ᾔδει Στίλπων; ἀνασύρας αὐτῆς τὸν κῆπον ἐθεάσατο; ἦν δʼ ἀληθῶς οὗτος μὲν θρασύτατος· Στίλπων δὲ κομψότατος.

他与德米特里畅谈造福人类之事,令德米特里深为折服,对他极其听从。据说他曾就菲迪亚斯所作的雅典娜雕像提出过这样一个论辩: “宙斯的女儿雅典娜是神吗?” 当对方回答说: “是的,”斯提尔蓬便说: “然而这一座雕像不是宙斯的,而是菲迪亚斯的。” 对方承认了这一点,他又说: “那么她就不是神。” 为此他被传唤至战神山议事会时,并未否认,反而声称自己的论辩十分正确:因为她不是男神,而是女神;而“神”是指男性。然而战神山的议员们立即下令驱逐他离开城邦。当时绰号为“无神论者”的狄奥多鲁还嘲弄地说: “斯提尔蓬又是从何得知此事的?难道他撩起她的衣裙查看了她的私处不成?” 其实,这个狄奥多鲁确实极其放肆无耻,而斯提尔蓬则极其机敏精妙。

语法注4 条
  1. 2.11.113ὥστε μικροῦ δεῆσαι

    在由 ὥστε 引导的结果从句中,使用了习惯表达 μικροῦ δεῖ(意为“几乎”、“差点”)的不定词形式 μικροῦ δεῆσαι,与主句中的 τοσοῦτον ... προῆγε 相呼应,统辖随后的不定词 μεγαρίσαι。

  2. 2.11.113παραγενομένους ὡς ἐλέγξοντας

    接续词 ὡς 与将来时分词 ἐλέγξοντας 连用,表示意图或目的(“企图反驳”)。宾格分词 παραγενομένους 是后文动词 ἔσχε 的宾语,并与 ζηλωτάς 处于同位关系。

  3. 2.11.114πλείστους ὅσους

    习惯用法,代词 ὅσος 与最高级 πλείστους 结合以起强化作用,意为“极多的”或“尽可能多的”。

  4. 2.11.116ἐφʼ ᾧ καὶ εἰς Ἄρειον πάγον προσκληθέντα μὴ ἀρνήσασθαι

    前文由 φασιν 引出的间接引语(宾格不定词结构)在关系代词短语 ἐφʼ ᾧ(“为此”)之后继续延伸,宾格分词 προσκληθέντα 修饰不定词 μὴ ἀρνήσασθαι 的逻辑主语(斯提尔蓬)。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:2.11.113-2.11.116