第欧根尼·拉尔修

哲人言行录

§2.10.106-2.10.112

欧克里德与墨加拉学派哲学家

本节记述了墨加拉学派创始人欧克里德的生平及其学说(善的唯一性、对论证的批判),并介绍了欧布利德、亚历克西努斯、欧凡图斯、狄奥多鲁·克罗诺斯等继承者的生平事迹、著作及逻辑悖论。

← 上一节下一节 →

Εὐκλείδης ἀπὸ Μεγάρων τῶν πρὸς Ἰσθμῷ, Γελῶος κατʼ ἐνίους, ὥς φησιν Ἀλέξανδρος ἐν Διαδοχαῖς. οὗτος καὶ τὰ Παρμενίδεια μετεχειρίζετο, καὶ οἱ ἀπʼ αὐτοῦ Μεγαρικοὶ προσηγορεύοντο, εἶτʼ ἐριστικοί, ὕστερον δὲ διαλεκτικοί, οὓς οὕτως ὠνόμασε πρῶτος Διονύσιος Χαλκηδόνιος, διὰ τὸ πρὸς ἐρώτησιν καὶ ἀπόκρισιν τοὺς λόγους διατίθεσθαι.1 πρὸς τοῦτόν φησιν Ἑρμόδωρος ἀφικέσθαι Πλάτωνα καὶ τοὺς λοιποὺς φιλοσόφους μετὰ τὴν τοῦ Σωκράτους τελευτήν, δείσαντας τὴν ὠμότητα τῶν τυράννων. οὗτος ἓν τὸ ἀγαθὸν ἀπεφαίνετο πολλοῖς ὀνόμασι καλούμενον· ὁτὲ μὲν γὰρ φρόνησιν, ὁτὲ δὲ θεόν, καὶ ἄλλοτε νοῦν καὶ τὰ λοιπά. τὰ δʼ ἀντικείμενα τῷ ἀγαθῷ ἀνῄρει, μὴ εἶναι φάσκων.

欧克里德来自地峡附近的墨加拉,或者按某些人的说法来自革拉,正如亚历山大在《继承录》中所说的那样。他也采纳了巴门尼德的主张,由他传下的门徒被称为墨加拉派,后来被称为争辩派,之后又被称为辩证派;迦克墩的狄奥尼修斯最先这样称呼他们,因为他们把论辩构造成一问一答的形式。赫尔墨多鲁斯说,在苏格拉底死后,柏拉图和其他哲学家因惧怕僭主们的残暴而投奔了欧克里德。欧克里德宣称,善是唯一的,只是拥有许多名称:有时被称为审慎,有时被称为神,另一些时候被称为理智等等。但他废弃了与善对立的事物,声称它们并不存在。

Ταῖς τε ἀποδείξεσιν ἐνίστατο οὐ κατὰ λήμματα, ἀλλὰ κατʼ ἐπιφοράν. καὶ τὸν διὰ παραβολῆς λόγον ἀνῄρει, λέγων ἤτοι ἐξ ὁμοίων αὐτὸν ἐξ ἀνομοίων συνίστασθαι· καὶ εἰ μὲν ἐξ ὁμοίων, περὶ αὐτὰ δεῖν μᾶλλον οἷς ὅμοιά ἐστιν ἀναστρέφεσθαι2, εἰ δʼ ἐξ ἀνομοίων, παρέλκειν τὴν παράθεσιν. διὰ ταῦτα δὲ καὶ περὶ αὐτοῦ ταῦτά φησι Τίμων, προσπαρατρώγων καὶ τοὺς λοιποὺς Σωκρατικούς· "ἀλλʼ οὔ μοι τούτων φλεδόνων μέλει, οὐδὲ γὰρ ἄλλου οὐδενός, οὐ Φαίδωνος, ὅτις γένετʼ, οὐδʼ ἐριδάντεω Εὐκλείδεω, Μεγαρεῦσιν ὃς ἔμβαλε λύσσαν ἐρισμοῦ."

他对论证的抗辩不是针对前提,而是针对结论。并且他废弃了类比论证,声称类比要么是由相似的事物构成的,要么是由不相似的事物构成的;如果是由相似的事物构成的,就应当去关注事物本身,而不是那些与之相似的事物;如果是由不相似的事物构成的,那么并列对比就是多余的。正因如此,梯蒙在嘲讽其他苏格拉底学派成员的同时,也关于他这样写道: “然而我并不在乎这些胡言乱语之徒,也不在乎其他任何人,无论斐多是谁我都不在乎,也不在乎那好争辩的欧克里德,正是他把争辩的狂热灌输给了墨加拉人。

Διαλόγους δὲ συνέγραψεν ἕξ, Λαμπρίαν, Αἰσχίνην, Φοίνικα, Κρίτωνα, Ἀλκιβιάδην, Ἐρωτικόν. τῆς δʼ Εὐκλείδου διαδοχῆς ἐστι καὶ Εὐβουλίδης Μιλήσιος, ὃς καὶ πολλοὺς ἐν διαλεκτικῇ λόγους ἠρώτησε, τόν τε ψευδόμενον καὶ τὸν διαλανθάνοντα καὶ Ἠλέκτραν καὶ ἐγκεκαλυμμένον καὶ σωρίτην καὶ κερατίνην καὶ φαλακρόν. περὶ τούτου φησί τις τῶν κωμικῶν· "οὑριστικὸς δʼ Εὐβουλίδης κερατίνας ἐρωτῶν καὶ ψευδαλαζόσιν λόγοις τοὺς ῥήτορας κυλίων ἀπῆλθʼ ἔχων Δημοσθένους τὴν ῥωποπερπερήθραν." ἐῴκει γὰρ αὐτοῦ καὶ Δημοσθένης ἀκηκοέναι καὶ ῥωβικώτερος ὢν παύσασθαι.

他写了六篇对话录:《兰普里亚斯》《埃斯基涅斯》《菲尼克斯》《克里同》《阿尔基比亚德》《论爱》。属于欧克里德传系的人还有米利都的欧布利德,他也在辩证术中提出了许多论辩,即“说谎者”“未被察觉者”“厄勒克特拉”“蒙面人”“堆垛”“有角者”和“秃头”。关于他,一位喜剧诗人这样说: “好争辩的欧布利德提出了有角论辩,用虚妄夸大的论词玩弄演说家们,带着德摩斯梯尼的浮夸空谈离去了。” 因为德摩斯梯尼似乎也曾听从过他的教导,并摆脱了自己的口吃宿疾。

δʼ Εὐβουλίδης καὶ πρὸς Ἀριστοτέλην διεφέρετο, καὶ πολλὰ αὐτὸν διαβέβληκε. Μεταξὺ δὲ ἄλλων ὄντων τῆς Εὐβουλίδου διαδοχῆς Ἀλεξῖνος ἐγένετο Ἠλεῖος, ἀνὴρ φιλονεικότατος· διὸ καὶ Ἐλεγξῖνος ἐπεκλήθη. διεφέρετο δὲ μάλιστα πρὸς Ζήνωνα. φησὶ δʼ Ἕρμιππος περὶ αὐτοῦ ὡς ἄρα ἀπελθὼν ἐκ τῆς Ἤλιδος εἰς Ὀλυμπίαν αὐτόθι φιλοσοφοίη. τῶν δὲ μαθητῶν αὐτοῦ πυνθανομένων διὰ τί τῇδε κατοικεῖ, φάναι βούλεσθαι αἵρεσιν συστήσασθαι ἣν Ὀλυμπικὴν κληθήσεσθαι3. τοὺς δὲ καὶ τοῖς ἐφοδίοις θλιβομένους καὶ τὸ χωρίον νοσερὸν καταγνόντας ἀπελθεῖν, καὶ τοῦ λοιποῦ διατρίβειν ἔρημον τὸν Ἀλεξῖνον σὺν οἰκέτῃ μόνῳ· ἔπειτα μέντοι νηχόμενον ἐν τῷ Ἀλφειῷ νυχθῆναι καλάμῳ καὶ οὕτω τελευτῆσαι.

欧布利德还与亚里士多德产生分歧,并对他大加诋毁。 在属于欧布利德传系的其他人物中,有厄利斯的亚历克西努斯,他是一个极好争强好胜的人,因此也被称为“反驳者”。他主要与芝诺发生分歧。赫尔米普斯谈到他说,他离开厄利斯前往奥林匹亚,并在那里讲习哲学。当他的学生询问为何定居于此时,他说想创立一个被称为奥林匹克派的学派。但学生们由于旅费拮据,又认为那地方有害健康,便纷纷离去;此后亚历克西努斯便独自与一个仆人孤独度日。然而后来他在阿尔菲奥斯河游泳时被芦苇刺伤,就这样去世了。

Καὶ ἔστιν εἰς αὐτὸν ἡμῶν οὕτως ἔχον· "οὐκ ἆρα μῦθος ἦν ἐκεῖνος εἰκαῖος, ὡς ἀτυχής τις ἐὼν τὸν πόδα κολυμβῶν περιέπειρέ πως ἥλῳ. καὶ γὰρ σεμνὸς ἀνήρ, πρὶν Ἀλφεόν ποτʼ ἐκπερᾶν, Ἀλεξῖνος θνῆσκε νυγεὶς καλάμῳ." γέγραφε δʼ οὐ μόνον πρὸς Ζήνωνα, ἀλλὰ καὶ ἄλλα βιβλία καὶ πρὸς Ἔφορον τὸν ἱστοριογράφον. Εὐβουλίδου δὲ καὶ Εὔφαντος γέγονεγνώριμοσ Ὀλύνθιος, ἱστορίας γεγραφὼς τὰς κατὰ τοὺς χρόνους τοὺς ἑαυτοῦ. ἐποίησε δὲ καὶ τραγῳδίας πλείους, ἐν αἷς εὐδοκίμει κατὰ τοὺς ἀγῶνας. γέγονε δὲ καὶ Ἀντιγόνου τοῦ βασιλέως διδάσκαλος, πρὸς ὃν καὶ λόγον γέγραφε Περὶ βασιλείας σφόδρα εὐδοκιμοῦντα. τὸν βίον δὲ γήρᾳ κατέστρεψεν.

我们为他所作的诗如下: “看来那并不是凭空捏造的故事: 某个倒霉的人在游泳时, 不知怎的脚被钉子刺穿了。 因为那位尊严的男子亚历克西努斯, 未及渡过阿尔菲奥斯河, 便被芦苇刺中而亡。” 他不仅著书驳斥芝诺,还写了其他书籍,并反驳了历史学家埃福罗斯。 欧布利德的学生还有奥林图斯的欧凡图斯,他撰写了记述自己时代的史书。他还创作了几部悲剧,在竞赛中深获好评。他还担任过安提柯国王的老师,并向他呈献了一篇极受赞赏的《论王权》。他在老年时辞世。

Εἰσὶ δὲ καὶ ἄλλοι διακηκοότες Εὐβουλίδου, ἐν οἷς καὶ Ἀπολλώνιος Κρόνος, οὗ Διόδωρος Ἀμεινίου Ἰασεύς, καὶ αὐτὸς Κρόνος ἐπίκλην, περὶ οὗ φησι Καλλίμαχος ἐν ἐπιγράμμασιν· "αὐτὸς Μῶμος ἔγραφεν ἐν τοίχοις, Κρόνος ἐστὶ σοφός." ἦν δὲ καὶ οὗτος διαλεκτικός, πρῶτος δόξας εὑρηκέναι τὸν ἐγκεκαλυμμένον καὶ κερατίνην λόγον κατά τινας. οὗτος παρὰ Πτολεμαίῳ τῷ Σωτῆρι διατρίβων λόγους τινὰς διαλεκτικοὺς ἠρωτήθη πρὸς Στίλπωνος· καὶ μὴ δυνάμενος παραχρῆμα διαλύσασθαι, ὑπὸ τοῦ βασιλέως τά τε ἄλλα ἐπετιμήθη καὶ δὴ καὶ Κρόνος ἤκουσεν ἐν σκώμματος μέρει.

还有其他人听从过欧布利德的教导,其中包括“克罗诺斯”阿波罗尼乌斯。阿波罗尼乌斯的学生是雅苏斯的(阿梅尼亚斯之子)狄奥多鲁,他也获得了“克罗诺斯”的绰号,卡利马库斯在题铭诗中提到他说: “连莫穆斯自己 也在墙上写道: ‘克罗诺斯是聪慧的。’” 狄奥多鲁也是一名辩证学者,据某些人说,是他最先发现了“蒙面人”和“有角者”的论辩。当他在托勒密·索特尔处逗留时,斯提尔蓬向他提出了一些辩证逻辑的提问;他因未能当场解答,不仅受到了国王的其他责备,还被当作笑柄称为“克罗诺斯(愚顽之辈)”。

ἐξελθὼν δὴ τοῦ συμποσίου καὶ λόγον γράψας περὶ τοῦ προβλήματος ἀθυμίᾳ τὸν βίον κατέστρεψε. καὶ ἔστιν ἡμῶν εἰς αὐτόν· "Κρόνε Διόδωρε, τίς σε δαιμόνων κακῇ ἀθυμίῃ ξυνείρυσεν, ἵνʼ αὐτὸς αὑτὸν ἐμβάλῃς εἰς Τάρταρον Στίλπωνος οὐ λύσας ἔπη αἰνιγματώδη; τοιγὰρ εὑρέθης Κρόνος ἔξωθε τοῦ ῥῶ κάππα τε4." Τῶν δʼ ἀπʼ Εὐκλείδου ἐστὶ καὶ Ἰχθύας Μετάλλου, ἀνὴρ γενναῖος, πρὸς ὃν καὶ Διογένης κυνικὸς διάλογον πεποίηται· Κλεινόμαχός θʼ Θούριος, ὃς πρῶτος περὶ ἀξιωμάτων καὶ κατηγορημάτων καὶ τῶν τοιούτων συνέγραψε· καὶ Στίλπων Μεγαρεύς, διασημότατος φιλόσοφος, περὶ οὗ λεκτέον.

他离开宴席,就该难题写了一篇论述后,在极度沮丧中结束了生命。我们为他所作的诗如下: “克罗诺斯狄奥多鲁啊,是哪位神明将你拖入可悲的 沮丧之中, 以至于你投身于塔尔塔罗斯, 未能解开斯提尔蓬谜一样的 词句?于是你被发现正是克罗诺斯, 只消去掉rho和kappa(意即空顽之人)。” 欧克里德的门徒中还有麦塔卢斯之子伊克梯亚斯,他是一个高尚的人,犬儒派的狄奥根尼也曾针对他作了一篇对话录;还有图里伊的克莱诺马库斯,他是第一个著述讨论命题、谓词及类似问题的人;以及墨加拉的斯提尔蓬,他是一位极著名的哲学家,我们必须在后文对他加以叙述。

语法注4 条
  1. 2.10.106οὓς οὕτως ὠνόμασε πρῶτος Διονύσιος ὁ Χαλκηδόνιος, διὰ τὸ πρὸς ἐρώτησιν καὶ ἀπόκρισιν τοὺς λόγους διατίθεσθαι.

    关系代名词 οὕς 指代前文的“辩证派”(διαλεκτικοί)或其派别成员。在由 διά 引导的带冠词不定式结构 διὰ τὸ ... διατίθεσθαι 中,τοὺς λόγους 是不定式 διατίθεσθαι(组织、安排)的直接宾语,而不定式的逻辑主语是承前的“他们”(墨加拉派学者)。

  2. 2.10.107περὶ αὐτὰ δεῖν μᾶλλον ἢ οἷς ὅμοιά ἐστιν ἀναστρέφεσθαι

    间接引语中的不定式 δεῖν 统辖补充不定式 ἀναστρέφεσθαι(探讨、关注)。ἢ 之后的 οἷς ὅμοιά ἐστιν 融合了先行词(“比关注那些与之相似的事物”),作为比较的对象,与 περὶ αὐτά(“事物本身”)相对照。

  3. 2.10.109ἣν Ὀλυμπικὴν κληθήσεσθαι

    关系代词 ἣν 以 αἵρεσιν 为先行词,在间接引语的不定式结构中作将来时被动不定式 κληθήσεσθαι 的主格性宾语(主语),谓语形容词 Ὀλυμπικήν 与之一致作宾格补足语。

  4. 2.10.112ἔξωθε τοῦ ῥῶ κάππα τε

    这是一个字谜文字游戏:专有名词/绰号 Κρόνος(克罗诺斯)去掉字母 rho(ρ)和 kappa(κ)后,剩下的字母便拼成了 ὄνος(驴子,指愚钝蠢笨之人)。介词 ἔξωθε(“除去……之外”)支配中性字母名称属格 τοῦ ῥῶ κάππα τε。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:2.10.106-2.10.112