第欧根尼·拉尔修

哲人言行录

§1.11.116-1.11.122

斐瑞居德斯的预言事迹奇特离世与遗信

本节记述了叙罗斯人斐瑞居德斯的生平、预言奇事、为以弗所人献身与特异离世、与毕达哥拉斯的渊源、现存著作开篇及题铭诗作,并收录其致泰勒斯的遗信,从而总结七贤人篇章并开启爱奥尼亚哲学篇。

← 上一节下一节 →

Φερεκύδης Βάβυος Σύριος, καθά φησιν Ἀλέξανδρος ἐν Διαδοχαῖς, Πιττακοῦ διακήκοεν. τοῦτόν φησι Θεόπομπος πρῶτον περὶ φύσεως καὶ θεῶν γράψαι. Πολλὰ δὲ καὶ θαυμάσια λέγεται περὶ αὐτοῦ. καὶ γὰρ παρὰ τὸν αἰγιαλὸν τῆς Σάμου περιπατοῦντα καὶ ναῦν οὐριοδρομοῦσαν ἰδόντα εἰπεῖν ὡς οὐ μετὰ πολὺ καταδύσεται· καὶ ἐν ὀφθαλμοῖς αὐτοῦ καταδῦναι. καὶ ἀνιμηθέντος ἐκ φρέατος ὕδατος πιόντα προειπεῖν, ὡς εἰς τρίτην ἡμέραν ἔσοιτο σεισμός, καὶ γενέσθαι. ἀνιόντα τε ἐξ Ὀλυμπίας εἰς Μεσσήνην τῷ ξένῳ Περιλάῳ συμβουλεῦσαι ἐξοικῆσαι μετὰ τῶν οἰκείων· καὶ τὸν μὴ πεισθῆναι, Μεσσήνην δὲ ἑαλωκέναι.

叙罗斯人巴比斯之子斐瑞居德斯,正如亚历山大在《哲学学派承继录》中所说,曾受业于庇塔库斯。泰奥庞普斯说,他是第一个论述自然与神明的人。 关于他流传着许多奇闻轶事。据说,当他在萨摩斯海滨漫步并看到一艘顺风行驶的船只时,便说它不久之后就会沉没;而船只果然在他眼前沉没了。又相传他在饮用了从井中汲取的泉水后,预言第三天将发生地震,事情果然应验。当他从奥林匹亚前往麦西尼亚途中,曾劝告友人佩里拉奥斯携家眷迁居别处;佩里拉奥斯未加听从,麦西尼亚随后便陷落了。

Καὶ Λακεδαιμονίοις εἰπεῖν μήτε χρυσὸν τιμᾶν μήτε ἄργυρον, ὥς φησι Θεόπομπος ἐν Θαυμασίοις· προστάξαι δὲ αὐτῷ ὄναρ τοῦτο τὸν Ἡρακλέα, ὃν καὶ τῆς αὐτῆς νυκτὸς τοῖς βασιλεῦσι κελεῦσαι Φερεκύδῃ πείθεσθαι. ἔνιοι δὲ Πυθαγόρᾳ περιάπτουσι ταῦτα. Φησὶ δʼ Ἕρμιππος πολέμου συνεστῶτος Ἐφεσίοις καὶ Μάγνησι βουλόμενον τοὺς Ἐφεσίους νικῆσαι πυθέσθαι τινὸς παριόντος πόθεν εἴη, τοῦ δʼ εἰπόντος ἐξ Ἐφέσου, ἕλκυσόν με τοίνυν, ἔφη, τῶν σκελῶν καὶ θὲς εἰς τὴν τῶν Μαγνήτων χώραν, καὶ ἀπάγγειλόν σου τοῖς πολίταις μετὰ τὸ νικῆσαι αὐτόθι με θάψαι· ἐπεσκηφέναι τε ταῦτα Φερεκύδην.

泰奥庞普斯在《奇闻录》中还说,他曾告诫拉栖代梦人既不可崇尚黄金,亦不可崇尚白银;据称赫拉克勒斯曾在梦中如此吩咐他,且在同一夜晚赫拉克勒斯亦命诸王顺从斐瑞居德斯。然而也有人将这些事归于毕达哥拉斯名下。 赫尔米普斯记述,当以弗所人与马格内西亚人爆发战争时,他一心期盼以弗所人获胜,遂询问一位路人来自何方;在那人回答“来自以弗所”之后,他便说: “那么,拉住我的双腿,将我拖去并弃置在马格内西亚人的土地上,并在获胜之后告知你的同胞公民将我安葬于彼处。”斐瑞居德斯便作了这番嘱托。

μὲνοὖνἀπήγγειλεν· οἱ δὲ μετὰ μίαν ἐπελθόντες κρατοῦσι τῶν Μαγνήτων, καὶ τόν τε Φερεκύδην μεταλλάξαντα θάπτουσιν αὐτόθι καὶ μεγαλοπρεπῶς τιμῶσιν. ἔνιοι δέ φασιν ἐλθόντα εἰς Δελφοὺς ἀπὸ τοῦ Κωρυκίου ὄρους αὑτὸν δισκῆσαι. Ἀριστόξενος δʼ ἐν τῷ Περὶ Πυθαγόρου καὶ τῶν γνωρίμων αὐτοῦ φησι νοσήσαντα αὐτὸν ὑπὸ Πυθαγόρου ταφῆναι ἐν Δήλῳ. οἱ δὲ φθειριάσαντα τὸν βίον τελευτῆσαι· ὅτε καὶ Πυθαγόρου παραγενομένου καὶ πυνθανομένου, πῶς διακέοιτο, διαβαλόντα τῆς θύρας τὸν δάκτυλον εἰπεῖν, χροῒ δῆλα1· καὶ τοὐντεῦθεν παρὰ τοῖς φιλολόγοις λέξις ἐπὶ τῶν χειρόνων τάττεται, οἱ δʼ ἐπὶ τῶν βελτίστων χρώμενοι διαμαρτάνουσιν.

那人遂转达了此话。以弗所人在次日发起进攻,制服了马格内西亚人;他们发现斐瑞居德斯已经气绝,便将他安葬于该地,并致以崇高的敬意。亦有人说,他前往德尔斐,从科律基翁山上投崖自尽。但阿里斯托克塞诺斯在《论毕达哥拉斯及其相识者》中说,他染病后由毕达哥拉斯安葬于提洛岛。另有人说,他因虱病而离世;当时毕达哥拉斯前去探望并询问其境况如何,他透过门缝伸出一根手指说道: “见皮肉便知。” 自此之后,学者们便用此语指代病情恶化,凡将其用于表示转入最佳状态者皆属误用。

ἔλεγέ τε ὅτι οἱ θεοὶ τὴν τράπεζαν θυωρὸν καλοῦσιν. Ἄνδρων δʼ Ἐφέσιός φησι δύο γεγονέναι Φερεκύδας Συρίους, τὸν μὲν ἀστρολόγον, τὸν δὲ θεολόγον υἱὸν Βάβυος, καὶ Πυθαγόραν σχολάσαι2. Ἐρατοσθένης δʼ ἕνα μόνον, καὶ ἕτερον Ἀθηναῖον, γενεαλόγον. Σώζεται δὲ τοῦ Συρίου τό τε βιβλίον συνέγραψεν, οὗ ἀρχή· Ζὰς μὲν καὶ Χρόνος ἦσαν ἀεὶ καὶ Χθονίη· Χθονίῃ δὲ ὄνομα ἐγένετο Γῆ, ἐπειδὴ αὐτῇ Ζὰς γῆν γέρας διδοῖ. σώζεται δὲ καὶ ἡλιοτροπεῖον ἐν Σύρῳ τῇ νήσῳ. Φησὶ δὲ Δοῦρις ἐν τῷ δευτέρῳ τῶν Ὡρῶν ἐπιγεγράφθαι αὐτῷ τὸ ἐπίγραμμα τόδε·

他还曾说,诸神将餐桌称为“祭品之看护者”。 以弗所人安德隆说,曾有两位叙罗斯人斐瑞居德斯:一位是天文学家,另一位则是神统学家巴比斯之子,毕达哥拉斯曾师从于他。但埃拉托色尼说只有一人,另一人则是雅典的谱系学家。 这位叙罗斯人的著作至今犹存,其开篇如下: “扎斯、克罗诺斯与克托妮亚亘古长存;而克托妮亚得名为盖(大地),乃因扎斯将土地作为封赏赐予了她。” 在叙罗斯岛上还留存有他的日晷。 杜里斯在《年代记》第二卷中记载,曾为他题刻如下墓志铭:

"τῆς σοφίης πάσης ἐν ἐμοὶ τέλος· ἢν δέ τι πλεῖον, Πυθαγόρῃ τὠμῷ λέγε ταῦθʼ, ὅτι πρῶτος ἁπάντων ἔστιν ἀνʼ Ἑλλάδα γῆν· οὐ ψεύδομαι ὧδʼ ἀγορεύων." Ἴων δʼ Χῖός φησιν περὶ αὐτοῦ. "ὣς μὲν ἠνορέῃ τε κεκασμένος ἠδὲ καὶ αἰδοῖ καὶ φθίμενος ψυχῇ τερπνὸν ἔχει βίοτον, εἴπερ Πυθαγόρης ἐτύμως σοφὸς περὶ πάντων ἀνθρώπων γνώμας ᾔδεε κἀξέμαθεν." Ἐστι καὶ ἡμῶν οὕτως ἔχον τῷ μέτρῳ τῷ Φερεκρατείῳ· "τὸν κλεινὸν Φερεκύδην, ὃν τίκτει ποτὲ Σῦρος,"

“一切智慧的极境尽在于我;若尚有更深造诣,当以此语告我毕达哥拉斯:他在整个希腊大地上冠绝群伦;我作此言绝无虚妄。” 希俄斯的伊翁论及他时写道: “如此,他以雄健的德操与敬畏卓尔不群,纵然身故,灵魂亦享欢愉之生——若智者毕达哥拉斯当真洞晓并参透了全人类的万般心思。” 我们自己亦有一首以斐瑞克拉泰斯诗格写就的诗作如下: “大名鼎鼎的斐瑞居德斯, 昔日叙罗斯岛所降生的贤哲,

" ἐς φθεῖρας λόγος ἐστὶν ἀλλάξαι τὸ πρὶν εἶδος, θεῖναί τʼ εὐθὺ κελεύειν Μαγνήτων, ἵνα νίκην δοίη τοῖς Ἐφέσοιο γενναίοις πολιήταις. ἦν γὰρ χρησμός, ὃν ᾔδει μοῦνος, τοῦτο κελεύων· καὶ θνήσκει παρʼ ἐκείνοις. ἦν οὖν τοῦτʼ ἄρʼ ἀληθές· ἢν τις σοφὸς ὄντως, καὶ ζῶν ἐστιν ὄνησις, χὤταν μηδὲν ὑπάρχῃ." Γέγονε δὲ κατὰ τὴν πεντηκοστὴν καὶ ἐνάτην Ὀλυμπιάδα. καὶ ἐπέστειλεν ὧδε·

相传他因虱子 改变了旧日的容颜, 并吩咐人将自己径直置于 马格内西亚人的疆土,为了将胜利 赐予那以弗所的 高贵公民。 因唯有他知晓神谕, 正有此番训示; 他便在异邦人那里殒命。 原来此言果非虚传: 若有人当真明智, 无论在生之时有益, 纵使化为乌有之际亦有大益。” 他生活在第五十九届奥林匹亚德时期。他还写过如下一封信:

Φερεκύδης ΘαλῇΕὖ θνήσκοις ὅταν τοι τὸ χρεὼν ἥκῃ· νοῦσός με καταλελάβηκε δεδεγμένον τὰ παρὰ σέο γράμματα. φθειρῶν ἔβρυον πᾶς καί με εἶχεν ἠπίαλος. ἐπέσκηψα δʼ ὦν τοῖσιν οἰκιήτῃσιν, ἐπήν με κατθάψωσιν, ἐς σὲ τὴν γραφὴν ἐνεῖκαι. σὺ δὲ ἢν δοκιμώσῃς σὺν τοῖς ἄλλοις σοφοῖς, οὕτω μιν φῆνον· ἢν δὲ οὐ δοκιμώσητε, μὴ φήνῃς. ἐμοὶ μὲν γὰρ οὔκω ἥνδανεν. ἔστι δὲ οὐκ ἀτρεκηΐη πρηγμάτων οὐδʼ ὑπίσχομαι τἀληθὲς εἰδέναι· ἅσσα δʼ ἂν ἐπιλέγῃ θεολογέων· τὰ ἄλλα χρὴ νοέειν· ἅπαντα γὰρ αἰνίσσομαι. τῇ δὲ νούσῳ πιεζόμενος ἐπὶ μᾶλλον οὔτε τῶν τινα ἰητρῶν οὔτε τοὺς ἑταίρους ἐσιέμην· προεστεῶσι δὲ τῇ θύρῃ καὶ εἰρομένοις ὁκοῖόν τι εἴη, διεὶς δάκτυλον ἐκ τῆς κληΐθρης ἔδειξʼ ἂν3 ὡς ἔβρυον τοῦ κακοῦ. καὶ προεῖπα αὐτοῖσι ἥκειν ἐς τὴν ὑστεραίην ἐπὶ τὰς Φερεκύδεω ταφάς. Καὶ οὗτοι μὲν οἱ κληθέντες σοφοί, οἷς τινες καὶ Πεισίστρατον τὸν τύραννον προσκαταλέγουσι. λεκτέον δὲ περὶ τῶν φιλοσόφων· καὶ πρῶτόν γε ἀρκτέον ἀπὸ τῆς Ἰωνικῆς φιλοσοφίας, ἧς καθηγήσατο Θαλῆς, οὗ διήκουσεν Ἀναξίμανδρος.

“斐瑞居德斯致泰勒斯: 愿你在命定之期到来时善终。收到你寄来的信件后,重病便袭倒了我。我浑身布满虱子,且发冷高热交加。因此我嘱咐仆人们,待他们将我安葬之后,便将此文稿送交于你。你若与诸位贤哲审阅后予以认可,便将其公布;若你们不加认可,便切莫公布。因为就我而言,它尚不能令我满意。书中对事物并无确凿严格的定论,我亦不敢自诩通晓真理;读者在研讨神学时或可推绎出的义理,其余部分当凭心智去体悟,因我通篇皆以谜语而言。由于病痛加剧,我既不接见医者,亦不延揽同伴;对立于门外垂询病况者,我每从门栓孔中伸出一指,示以恶疾如何在我身肆虐。我并预先告知他们,次日前来为斐瑞居德斯送葬。” 以上便是被称为智者的人物,亦有人将僭主庇西特拉图列入其中。接下来必须论及哲学家们;首先当从爱奥尼亚学派哲学谈起,泰勒斯开创了这一派别,而阿那克西曼德曾受业于他。

语法注3 条
  1. 1.11.118χροῒ δῆλα

    省去主语与系动词(ἐστί)的习惯性省略句,字面意为“由皮肉(χροΐ,与格)显明(形容词中性复数 δῆλα)”。语境中指只要看一眼被虱病侵蚀的皮肤,即可明了其病情极度恶化。

  2. 1.11.119ᾧ καὶ Πυθαγόραν σχολάσαι

    动词 σχολάζω 与与格(ᾧ)连用,意为“师从于某人、受业于某人”。关系代词 ᾧ 的先行词为前文的神统学家斐瑞居德斯(υἱὸν Βάβυος),在此构成间接引语中的宾格不定式结构,Πυθαγόραν 为不定式 σχολάσαι 的逻辑主语。

  3. 1.11.122ἔδειξʼ ἂν

    小词 ἄν 与直陈式不定过去时(ἔδειξα)结合,构成表示过去反复或习惯性行为的句式(past iterative),意为每当有人来探视时,“我总会(一次次)展示”。

模型:gemini-3.8-flashurn:cts:greekLit:tlg0004.tlg001.humanitext-grc2:1.11.116-1.11.122